Καὶ νὴ Δι’ εἴ τις ἐρωτηθείς, ὅ τί ποτ’ ἐστὶν ἰατρική, φαίη τέχνην εἶναι θεραπευτικὴν μὲν νοσούντων, φυλακτικὴν δ’ ὑγιαινόντων, ἄντικρυς ἂν οὗτος δοκοίη τὸ ζητούμενον εἰληφέναι μέρος αὐτῆς ἀποφαίνων || τὸ ὑγιεινόν· ὥσπερ αὗ καὶ ὅστις ἰατικὴν ἀρρωστούντων μόνον εἶναι λέγει τὴν ἰατρικήν, ἑτέρῳ τρόπῳ καὶ οὗτος ἐξ ἑτοίμου λαμβάνει τὸ ζητούμενον ἀφαιρῶν αὐτῆς τὸ ὑγιεινόν. οὕτω δὲ καὶ τὴν γυμναστικὴν εἴ τις ὑγιείας φυλακτικὴν εἶναι φήσειεν, ἐκ προχείρου τὸ ζητούμενον λήψεται, ὥσπερ γε καὶ ὃς ἂν εὐεξίας αὐτὴν ἀποφαίνηται δημιουργόν, ἑτέρῳ τρόπῳ καὶ ὅδε τὸ ζητούμενον ὡς ὁμολογούμενον θήσεται. χρὴ γάρ, εἴθ’ ὁρισμόν τις τῆς τέχνης εἴθ’ ὑπογραφὴν ἐγχειρήσειεν ἀποδιδόναι, μὴ τὸ ζητούμενον ἀναποδείκτως τοῦτον ἀναιρεῖν ἢ τίθεσθαι ἀλλ’ ἑτέρωθέν ποθεν ἐξ ὁμολογουμένων ἀρξάμενον ἀποδεικνύναι πειρᾶσθαι. ἆρ’ οὖν ἄμεινον ἰατρικὴν μὲν εἶναι λέγειν, ἧς τέλος ἡ ὑγίεια, γυμναστικὴν δ’, ἧς τέλος ⟨ἡ⟩ εὐεξία, καὶ ταύτας τὰς ὑπογραφὰς ἀρχὰς τίθεσθαι τῆς ζητήσεως; ἀλλά τοι καὶ οὕτως ἐκ προχείρου μὲν τῆς γυμναστικῆς ἀφαιρησόμεθα τὸ ὑγιεινόν, ἐπὶ δ’ αὗ τῆς ἰατρικῆς ἔτ’ ἄδηλόν τε καὶ ζητούμενον ἀπολείψομεν· εἰ γὰρ δὴ τέλος ἡ ὑγίεια τῆς τέχνης ἐστὶ ταύτης, τάχ’ ἂν ἔχοι λαβὴν ὁ λόγος || εἰς διορισμόν, οὐ φυλακὴν τῆς οὔσης ἀλλὰ ποίησίν τε καὶ γένεσιν τῆς οὐκ οὔσης τέλος εἶναι τιθέμενος αὐτῆς. εὐπορία γὰρ εἰς ἑκάτερον ἐντεῦθεν ἐπιχειρεῖν ἐπαγωγαῖς χρωμένους, εἰ μὲν τῆς αὐτῆς τέχνης τό τε ποιῆσαί τι πρότερον οὐκ ὂν καὶ τὸ φυλάξαι σῶον, ἐπειδὰν γένηται, δεικνύναι βουληθείημεν, οἰκοδομικῆς τε καὶ ναυπηγικῆς καὶ τεκτονικῆς τε καὶ χαλκευτικῆς μνημονεύοντας, εἰ δ’ ἄλλης μὲν τὸ δημιουργεῖν, ἄλλης δὲ τὸ διαφυλάττειν σῶον, ὑφαντικῆς τε καὶ ῥαπτικῆς καὶ πρὸς ταύταις σκυτοτομίας τε καὶ νευρορραφίας· οὕτω γὰρ ὀνομάζοσι τὴν τὰ πεπονηκότα τῶν ὑποδημάτων ἐπανορθουμένην. ἄλλου μὲν γὰρ εἶναι δοκεῖ τεχνίτου ποιεῖν ἱμάτιον, ἄλλου δ’ ἠπήσασθαι ῥαγέν, ὥσπερ αὗ καὶ ὑπόδημα δημιουργῆσαι μὲν τοῦ σκυτοτόμου, πονῆσαν δ’ ἐπανορθώσασθαι τοῦ νευρορράφου. δέδεικται δ’ ἡμῖν ἐν τοῖς περὶ ἀποδείξεως, ὡς οὐ χρηστέον ἐπαγωγαῖς εἰς ἀποδείξεις ἐπιστημονικάς· ὥσθ’ ὅστις ἐν ἐκείνοις ἐγυμνάσατο, || καταφρονήσει μὲν τῆς τοιαύτης ὁδοῦ, ζητήσει δ’ ἑτέραν βελτίω, ὁ μὴ γυμνασάμενος δὲ θάτερον τῶν μερῶν ἑλόμενος, ὁπότερον ἂν βουληθῇ, δι’ ὅλης ἡμέρας ἐρίζειν ἕξει.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 5, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 5, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:5
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩