Καὶ γὰρ αὗ καὶ ζήτημ’ ἄλλο πρὸς τοῖς εἰρημένοις οὐ σμικρὸν ἀναφυήσεται τῆς μὲν ἰατρικῆς ὑγιείας ποίησιν, οὐ σωτηρίαν τε καὶ φυλακὴν ὑποθεμένοις τὸ τέλος, τῆς γυμναστικῆς δὲ [τὴν] εὐεξίαν· ἀναγκασθήσεται γάρ τις, οἶμαι, καθάπερ ἐπὶ τῆς ὑγιείας οὕτω κἀπὶ τῆς εὐεξίας ἑτέραν μὲν τὴν φυλακτικὴν αὐτῆς τέχνην ἀποφαίνειν, ἑτέραν δὲ τὴν δημιουργικήν. ἀλλ’ εἰ τοῦτο, δύο ἄλλας τέχνας ἐξ ἀνάγκης ζητήσομεν, ἑτέραν μὲν τῆς ἰατρικῆς, τὴν τῆς ὑγιείας φυλακτικήν, ἑτέραν δὲ τῆς γυμναστικῆς, τὴν τῆς εὐεξίας διασωστικήν. καὶ μὲν δὴ καὶ διττῆς οὔσης τῆς εὐεξίας. ὡς ἐν ἄλλοις ἀποδέδεικται, ποτέρας αὐτῶν ἡ γυμναστικὴ δημιουργός ἐστιν, χαλεπὸν ἔσται διελεῖν, ἆρά γε τῆς κατὰ φύσιν ἢ τῆς ἀθλητικῆς· ἢ δῆλον, ὡς δύο ἄλλας ἡμῖν τέχνας ἀναγκαῖόν ἐστι ζητεῖν; καὶ δὴ καὶ ⟨αἱ〉 σύμπασαι τὸν ἀριθμὸν ἕξ γενήσονται, τρεῖς μὲν αἱ δημιουργοῦσαι τὰ τέλη, || τρεῖς δ’ αἱ φυλάττουσαι. τριῶν γὰρ ὑποκειμένων τελῶν, ὑγιείας, εὐεξίας τῆς κατὰ φύσιν, εὐεξίας τῆς τῶν ἀθλητῶν, εἰς τοσοῦτον ἀνάγκη τὸν ἀριθμὸν ἐξήκειν τὰς τέχνας. καὶ μὴν εἴπερ τῷ διαφέρειν τὰς εὐεξίας ἀλλήλων τε καὶ τῆς ὑγιείας διαφόρων δεήσεται τῶν τεχνῶν, ἀνάγκη πᾶσα καὶ τῆς ὑγιείας οὔσης διττῆς, ἑτέρας μὲν τῆς καθ’ ἕξιν, ἑτέρας δὲ τῆς κατὰ σχέσιν ὀνομαζομένης, διττὰς εἶναι καὶ τὰς τέχνας. οὐ γὰρ δὴ πλέονι μὲν ἡ εὐεξία τῆς καθ’ ἕξιν ὑγιείας, ἐλάττονι δὲ τῆς κατὰ σχέσιν ὑπερέχει.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 6, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 6, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩