Galenus. Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene (Thrasyb.) [n° 034 Fichtner] [GalLat]

Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 7, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).

Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 7, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:7

Γνοίης δ’ ἂν ἐναργῶς ἑκάστης αὐτῶν ἐπιμελῶς ἀνασκεψάμενος τὴν φύσιν, ἀνασκέψῃ δὲ τόνδε τὸν τρόπον. ἡκέτω τις εἰς ἔννοιάν σοι νῦν ὧν ἐθεάσω πολλάκις ἀρρώστων ἰσχυρῶς μὲν διανοσησάντων, ἀπηλλαγμένων δ’ ἄρτι τοῦ νοσεῖν, οὕτως ἰσχνός τε καὶ ἀδύνατος εἰς τὰς κινήσεις, ὡς ἑτέρων δεῖσθαι τῶν μετακομιούντων. οὗτος ἰάσεως μὲν οὐκέτι χρήζει μηκέτι γε νοσῶν, ἀναθρέψεως δέ τινος καὶ ῥώμης, ἵν’ ἰσχυρός θ’ ἅμα [καὶ] πρὸς τὰς || κατὰ φύσιν ἐνεργείας γένηται καὶ φέρειν ἱκανὸς τὰ προσπίπτοντα. δῆλον γὰρ ὡς ὁ οὕτω διακείμενος, ὡς διάκειται νῦν, ὁπότε πρότερον. ἀπήλλακται τοῦ νοσεῖν, οὔτε θάλπος οὔτε κρύος οὔτ’ ἀγρυπνίαν οὔτ’ ἀπεψίαν οὔτ’ ἄλλο τῶν πάντων οὐδὲν ἐνεγκεῖν ἱκανός ἐστιν, ἀλλ’ ἐκ τοῦ ῥᾴστου νοσήσει πάλιν, ὡς ἂν οὐκ ἀσφαλῆ τε καὶ μήπω πεπηγυῖαν κεκτημένος τὴν ὑγιεινὴν κατάστασιν. ἀλλ’ εἴπερ δύσλυτος γένοιτο καὶ καθ’ ἕξιν, οὔπω μέν ἐστιν εὐεξία — τὸ γὰρ εὗ προσλαβοῦσα τότ’ ἂν εὐεξία γένοιτο — τοῦ μέντοι μεμπτή τις εἶναι καὶ ἄχρηστος διάθεσις ἀπήλλακται. τὸ γὰρ μήτ’ ἐνεργεῖν δύνασθαι κατὰ τὸν βίον ἱκανῶς ἑτοίμως τε βλάπτεσθαι μεμπτὴ καὶ ἄχρηστος διάθεσις. εἰ δὲ μήτ’ εἰς τὰς πράξεις ἐμποδίζοιτο μήθ’ ἑτοίμως βλάπτοιτο, τοιαύτη δ’ ἐστὶν ἡ καθ’ ἕξιν ὑγίεια, τοῦ μὲν μηκέτ’ εἶναι μεμπτὴ καὶ ἄχρηστος εἰς τὰς κατὰ τὸν βίον ἐνεργείας ἀπήλλακται, τὸ δ’ ἐπαινετὸν οὔπω κέκτηται, κτήσαιτο δ’ ἄν, εἰ καὶ πρὸς τῷ μηκέτ’ ἀσθενῶς ἐνεργεῖν || ἔτι καὶ ῥώμην τιν’ ἀξιόλογον προσλάβοιτο. μέση γὰρ ἡ καθ’ ἕξιν ὑγίεια ταῖς ἐνεργείαις ἐστὶ τῆς τε κατὰ σχέσιν ὑγιείας καὶ τῆς εὐεξίας. ἡ μὲν γὰρ κατὰ σχέσιν ἀρρώστους ἔχει τὰς ἐνεργείας, ἡ δ’ εὐεξία ῥωμαλέας, ἡ δ’ αὖ καθ’ ἕξιν οὔπω μὲν εὐρώστους, ἀρρώστους δ’ οὐκέτι. κἀν τῶδε δῆλον, ὡς, εἰ καὶ μέση τέτακται, πλέον τῆς κατὰ σχέσιν ὑγιείας χρήσιμος εἰς πάσας τοῦ βίου τὰς πράξεις ἐστὶν ἡ καθ’ ἕξιν, οὐ μὴν. ἤδη τὸ κατ’ ἀρετὴν ἔχουσα· μόνῃ γὰρ τοῦθ’ ὑπάρχει τῇ εὐεξίᾳ. καί μοι νόει κατὰ στίχον τινὰ τὸ μὲν βλάβην ἐνεργείας, ὅπερ ἐν τῷ νοσεῖν γίγνεται, ἕτερον δ’ ἔξω μὲν τῆς βλάβης, ἄχρηστον δ’ ὑπ’ ἀσθενείας, ὅπερ ἐν τῷ κατὰ σχέσιν ὑγιαίνειν, ἄλλο δὲ τρίτον ἀσθενείας μὲν ἀπηλλαγμένον, εὐρωστίαν δ’ οὔπω κεκτημένον, ὅπερ ἐν τῷ καθ’ ἕξιν, ἐφ’ ᾧ τέταρτον οἷον ἀρετή τίς ἐστι τῶν ἐνεργειῶν ἡ εὐεξία. [καὶ ἡ ἀκρότης τε καὶ ἡ τελειότης αὐτῶν ἡ ἐπ’ ἄκρον ἐστὶν αὐτῶν εὐεξία.] ἡ τοίνυν εἰς ἕξιν ὑγιεινὴν ἄγουσα τέχνη τὸν ἄνθρωπον || ἑτέρα δηλονότι τῆς ἰασαμένης αὐτὸν ὑπάρξει, συγκεχωρημένου γ’ ἅπαξ τοῦ τε δεῖν ἐπὶ διαφόροις τέλεσι διαφόρους εἶναι τὰς τέχνας τοῦ τε δύο καθ’ ἕκαστον ἑτέραν μὲν τὴν δημιουργοῦσαν, ἑτέραν δὲ τὴν διαφυλάττουσαν. ᾧ καὶ δῆλον, ὡς ἡ περὶ τέλους ἔννοια περιείληφεν ἅπασαν τὴν νῦν ἡμῖν προκειμένην ζήτησιν, καὶ διὰ τοῦθ’ ὅσοι τῶν ὁρισμῶν ἀπὸ τοῦ τέλους τὴν σύστασιν ἔχουσιν, οὐ σμικρὰς γεννῶσιν ἀπορίας.

Cliquer un n° de page pour en afficher l’image