Κινδυνεύσομεν γάρ, ὡς ὁ λόγος ἔδειξεν, ἐὰν ὑπερβῶμεν τὴν μίαν, ἑπτὰ ποιῆσαι περὶ τὸ σῶμα τὰς τέχνας, τὴν μὲν πρώτην καὶ σαφεστάτην καὶ σχεδὸν μόνην ἀναμφισβήτητον ἰωμένην τὰ νοσήματα, δύο δ’ ἄλλας, τὴν μὲν ἐκ τῆς κατὰ σχέσιν ὑγιείας εἰς τὴν καθ’ ἕξιν ἄγουσαν, τὴν δ’ ἐν ταύτῃ φυλάττουσαν καὶ δύο ἄλλας ὁμοίως περὶ τὴν εὐεξίαν, δημιουργικὴν μὲν τὴν ἑτέραν, φυλακτικὴν δὲ τὴν ἑτέραν, ἔτι τε πρὸς ταύταις ἄλλας δύο περὶ τὴν ἀθλητικὴν εὐεξίαν. ἀπλῶς μὲν γὰρ τὴν ἑτέραν τὴν κατὰ φύσιν ὀνομάζομεν εὐεξίαν, οὐχ ἁπλῶς δὲ τὴν οὐ φύσει, || τὴν ἀθλητικήν, ἀλλ’ ἀεὶ μετὰ προσθήκης, ὥσπερ καὶ Ἱπποκράτης ὁτὲ μὲν ὡδί πως λέγων· διάθεσις ἀθλητικὴ οὐ φύσει, ἕξις ὑγιεινὴ κρείσσων
, ὁτὲ δ’ αὖ πάλιν· ἐν τοῖσι γυμναστικοῖσιν αἱ ἐπ’ ἄκρον εὐεξίαι σφαλεραί
. . . ἀλλ’ ἐν τοῖς ἀθλητικοῖς τε καὶ γυμναστικοῖς σώμασιν· ἀκούειν γάρ σε χρὴ γυμναστικὰ σώματα λέγεσθαι νῦν οὐ τὰ τῶν ὁπωσοῦν γυμναζομένων, οἷον ἤτοι σκαπτόντων ἢ ἐρεσσόντων ἢ ἀμώντων ἤ τι τῶν ἄλλων, ὅσα κατὰ φύσιν ἀνθρώποις ἔργα, πραττόντων, ἀλλ’ οἷς αὐτὸ τοῦτ’ ἔστιν ἀγώνισμα τὸ γυμνάζεσθαι καταβλητικὴν τῶν ἀντιπάλων ἰσχὺν ἐπασκοῦσιν. διὰ τί μὲν οὖν ἡ τοιαύτη διάθεσις οὐ φύσει, δι’ ἑτέρων ἐξηγήμεθα· τὸ δ’ οὖν ἐκ τοῦ λόγου χρηστὸν εἰς τὰ παρόντα τοῦτ’ ἔστιν αὐτὸ τὸ νῦν εἰρημένον, ὡς ἑπτὰ γενήσονται περὶ τὸ σῶμα τέχναι τὴν μίαν ὑπερβᾶσιν ἢ καὶ νὴ Δι’ ἐννέα. τί γὰρ οὐ χρὴ δύο ἄλλας τέχνας τίθεσθαι, ἑτέραν μὲν τῆς ἄκρας εὐεξίας δημιουργόν, ἑτέραν δὲ τῆς αὐτῆς ταύτης φυλακτικήν; || ἐπὶ μὲν γὰρ τῆς τῶν γυμναστικῶν εὐεξίας ὅτι χρὴ φεύγειν τε καὶ δεδιέναι τὴν ἀκρότητα, πρὸς Ἱπποκράτους εἴρηται σαφέστατα· τῆς δ’ ἀπλῶς λεγομένης εὐεξίας τῆς κατὰ φύσιν οὐχ ὅπως φυλάττεσθαι προσήκει τὸ ἄκρον ἀλλὰ καὶ παντὶ τρόπῳ σπουδάζειν. οὕτως οὖν αἱ σύμπασαι γένοιντ’ ἂν ἐννέα περὶ τὸ σῶμα τέχναι καὶ τούτων ἑπτὰ μέν, ἃς ἂν καὶ ἐπαινέσειέ τις, αἱ δύο δ’ αἱ λοιπαὶ κακοτεχνίαι δηλονότι καθάπερ καὶ ἡ κομμωτική. ταύτας μὲν οὖν, εἰ βούλει, παραλίπωμεν, ἐπέλθωμεν δ’ αὖθις τὰς ἑπτά, τὴν μὲν πρώτην ἁπασῶν, ἣν ἰᾶσθαι τὰς νόσους ἐλέγομεν, ἄλλας δ’ ἐφεξῆς αὐτῇ, δύο μὲν περὶ τὴν καθ’ ἕξιν ὑγίειαν, δύο δὲ περὶ τὴν εὐεξίαν καὶ δύο ἄλλας περὶ τὴν ἄκραν εὐεξίαν. ἤδη μὲν οὖν κἀκ τούτων εὔδηλον, ὡς, εἰ μή τις θείη περὶ τὸ σῶμα τέχνην ἓν ἔχουσαν δηλονότι καὶ τὸ τέλος, ἀναγκαῖόν ἐστι τοῦτον μέχρι τῶν ἑπτὰ προϊέναι καὶ ὡς οὐδὲν ἄλλο τὸ τέλος τοῦτ’ ἔστι παρὰ τὴν ὑγίειαν.
⟨
(Thrasyb.) [n° 034 Fichtner] [GalLat]
Thrasybulus sive utrum medicinae sit an gymnasticae hygiene
Πρὸς Θρασύβουλον βιβλίον, πότερον ἰατρικῆς ἢ γυμναστικῆς ἐστι τὸ ὑγιεινόν
Thrasybule ou Si l’hygiène relève de la médecine ou de la gymnastique
Thrasybulus (Thras.)
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 9, ed. Kühn, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-grc1
Helmreich, Marquardt, Müller, 1893.
Ad Thrasybulum liber, utrum medicinae sit an gymnastices hygieine, 1823, vol. 5, p. 806-898. urn:cts:greekLit:tlg0057.tlg033.verbatim-lat1
Englert, 1936 (deu); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
Thrasybulus (sive utrum medicinae sit an gymnasticae hygieine), 9, ed. Helmreich, 1893. urn:cts:greekLit:tlg0057.tlg033.1st1K-grc1:9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩