Galenus. De parvae pilae exercitio (De parvae pilae exercit.) [n° 035 Fichtner] [GalLat]

Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου
Exercice avec la petite balle
The Exercise with the Small Ball (Parv. Pil.)
De parvae pilae exercitio, 1, ed. Kühn, 1823, vol. 5, p. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc2
Marquardt, Müller, Helmreich, 1884; , 1938.
De parvae pilae exercitio, 1823, vol. 5, p. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.verbatim-lat1
Wenkebach, 1938 (deu); Valentini, 1941 (ita); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).

De parvae pilae exercitio, 1, ed. Marquardt, 1879, p. 3-4. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc1:1

ΓΑΛΗΝΟΥ

ΠΕΡΙ ΤΟΥ ΔΙΑ ΤΗΣ ΣΜΙΚΡΑΣ ΣΦΑΙΡΑΣ ΓΥΜΝΑΣΙΟΥ.

1. Πηλίκον μὲν ἀγαθόν ἐστιν εἰς ὑγίειαν, ὦ Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν
2. σιτίων ἡγεῖσθαι αὐτά, παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ ἰατρῶν τοῖς ἀρίστοις· ὅσον
3. δ’ ὑπὲρ τἆλλα τὰ διὰ τῆς σμικρᾶς σφαίρας ἐστίν, τοῦτ’ οὐδέπω τῶν πρόσθεν ἱκανῶς οὐδεὶς ἐξηγήσατο.
4. δίκαιον οὖν ἡμᾶς, ἃ γιγνώσκομεν, εἰπεῖν, ὑπὸ σοῦ μὲν κριθησόμενα, τοῦ πάντων ἠσκηκότος ἄριστα τὴν
5. ἑαυτοῦ τέχνην, χρήσιμα δὲ καὶ τοῖς ἄλλοις, οἷς ἂν μεταδῷς τοῦ λόγου, γενησόμενα. φημὶ γὰρ ἄριστα
6. μὲν ἁπάντων γυμνασίων εἶναι τὰ μὴ μόνον τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα.
7. καὶ ὅσοι κυνηγέσια καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον
8. κερασάμενοι, σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν
9. αὐτῇ δύναται ψυχῆς κίνησις, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων ἡσθέντες μόνον, πολλοὶ δ’
10. ἑάλωσαν ἀνιαθέντες. οὐδ’ ἔστιν οὐδὲν οὕτως ἰσχυρὸν τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν
1. τῶν περὶ τὴν ψυχήν. οὔκουν οὐδ’ ἀμελεῖν χρὴ τῶν ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ
2. μᾶλλον ἢ τῶν τοῦ σώματος ἐπιμελεῖσθαι τά τ’ ἄλλα καὶ ὅσῳ κυριωτέρα σώματος ἡ ψυχή. τοῦτο μὲν
3. δὴ κοινὸν ἁπάντων γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ τῆς σμικρᾶς σφαίρας, ἃ
4. ἐγὼ νῦν ἐξηγήσομαι.

Cliquer un n° de page pour en afficher l’image