5. Πρῶτον μὲν ἡ εὐπορία. εἰ γοῦν ἐννοήσαις, ὅσης δεῖται παρασκευῆς θ’ ἅμα καὶ
6. σχολῆς τά τ’ ἄλλα πάντα τὰ περὶ τὴν θήραν ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια, σαφῶς ἂν μάθοις, ὡς οὔτε
7. τῶν τὰ πολιτικὰ πραττόντων οὐδεὶς οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δύναται μεταχειρίζεσθαι τὰ τοιαῦτα
8. γυμνάσια. καὶ γὰρ πλούτου ταῦτα δεῖται πολλοῦ καὶ σχολὴν ἄγοντος οὐκ ὀλίγην ἀνθρώπου.
9. τοῦτο δὲ μόνον οὕτω γε φιλάνθρωπον, ὡς μηδὲ τὸν πενέστατον ἀπορεῖν τῆς αὐτοῦ παρασκευῆς.
10. οὐ γὰρ δικτύων, οὐδ’ ὅπλων, οὐδ’ ἵππων, οὐδὲ κυνῶν θηρευτικῶν, ἀλλὰ σφαίρας μόνης δεῖται
11. καὶ ταύτης σμικρᾶς. οὕτω δ’ εὔγνωμον εἰς τὰς ἄλλας πράξεις, ὥστ’ οὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν ἀναγκάζει
12. δι’ αὑτό. καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην ἀνθρωπίνην ἅπασαν καὶ πρᾶξιν προσιεμένου;
13. τῶν μὲν γὰρ ἀμφὶ τὰς θήρας γυμνασίων τῆς χρήσεως οὐκ ἐφ’ ἡμῖν ἡ εὐπορία. πλούτου τε γὰρ δεῖται
14. τὴν παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος καὶ ἀργίας τὸν καιρὸν ἐπιτηρούσης. τούτου δ’ ἡ τῶν
15. ὀργάνων παρασκευὴ καὶ τοῖς πενεστάτοις εὔπορος, ὅ τε καιρὸς τῆς χρήσεως καὶ τοὺς ἱκανῶς ἀσχόλους
16. ἀναμένει. τὸ μὲν δὴ τῆς εὐπορίας αὐτοῦ τηλικοῦτον ἀγαθόν. ὅτι δὲ καὶ πολυαρκέστατον τῶν ἄλλων
17. γυμνασίων. ὧδ’ ἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθ’ ἕκαστον αὐτῶν, ὅ τι τε δύναται καὶ οἷόν τι τὴν φάσιν
18. ἐστίν. εὑρήσεις γὰρ ἢ σφοδρὸν ἢ μαλακὸν ἢ τὰ κάτω μᾶλλον ἢ τὰ ἄνω κινοῦν ἢ μέρος τι πρὸ τῶν
19. ἄλλων, οἷον ὀσφὺν ἢ κεφαλὴν ἢ χεῖρας ἢ θώρακα. Πάντα δ’ ἐξ ἴσου τὰ μέρη τοῦ σώματος κινοῦν καὶ
20. δυνάμενον ἐπί τε τὸ σφοδρότατον ἀνάγεσθαι καὶ ἐπὶ τὸ μαλακώτατον ὑφίεσθαι τῶν μὲν ἄλλων οὐδέν,
21. τοῦτο δὲ μόνον τὸ διὰ τῆς σμικρᾶς σφαίρας γυμνάσιον, ὀξύτατον ἐν μέρει καὶ βραδύτατον γενόμενον,
22. σφοδρότατον καὶ πρᾳότατόν τε, ὡς ἂν αὐτός τε βουληθῇς καὶ τὸ σῶμα φαίνηται δεόμενον. οὕτω δὲ καὶ
23. τὰ μέρη κινεῖν μὲν ἔστιν αὐτοῦ πάνθ’ ὁμοῦ, εἰ τοῦτο συμφέρειν δόξειεν, ἔτι δὲ πρὸ ἄλλων ἄλλα, εἰ
1. καὶ τοῦτό ποτε δόξειεν. ὅταν μὲν γὰρ συνιστάμενοι πρὸς ἀλλήλους καὶ ἀποκωλύοντες ὑφαρπάσαι τὸν
2. μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ σφοδρότατον καθίσταται πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δ’
3. ἀντιλήψεσι παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν καὶ αὐχένα διαπονεῖσθαι τοῖς τραχηλισμοῖς,
4. πλευρὰς δὲ καὶ θώρακα καὶ γαστέρα ταῖς τε τῶν ἁμμάτων περιθέσεσι καὶ ἀπώσεσι καὶ ἀποστηρίξεσι
5. καὶ ταῖς ἄλλαις παλαιστικαῖς λαβαῖς. ἐν τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς καὶ σκέλη.
6. καὶ γὰρ οὖν καὶ ἑδραιοτάτης δεῖ τῆς βάσεως ἐν τῷ τοιούτῳ πόνῳ. τὸ δὲ καὶ προβαίνειν καὶ
7. εἰς τὰ πλάγια μεταπηδᾶν οὐ μικρὸν σκελῶν γυμνάσιον, ἀλλ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον δικαιότατα
8. κινοῦν πάντ’ αὐτῶν τὰ μόρια. τοῖς μὲν γὰρ προϊοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ’ ὑποβαίνουσιν ἕτερα
9. διαπονεῖται πλέον. οὕτω δὲ καὶ τοῖς εἰς τὰ πλάγια μεθισταμένοις ἄλλα. καὶ ὅστις καθ’ ἓν εἶδος κινήσεως
10. κινεῖ τὰ σκέλη καθάπερ οἱ θέοντες, ἀνωμάλως οὗτος καὶ ἀνίσως τὰ μέρη γυμνάζει.
⟨
(De parvae pilae exercit.) [n° 035 Fichtner] [GalLat]
De parvae pilae exercitio
Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου
Exercice avec la petite balle
The Exercise with the Small Ball (Parv. Pil.)
De parvae pilae exercitio, 2, ed. Kühn, 1823, vol. 5, p. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc2
Marquardt, Müller, Helmreich, 1884; , 1938.
De parvae pilae exercitio, 1823, vol. 5, p. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.verbatim-lat1
Wenkebach, 1938 (deu); Valentini, 1941 (ita); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
De parvae pilae exercitio, 2, ed. Marquardt, 1879, p. 4-5. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc1:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩