Galenus. De parvae pilae exercitio (De parvae pilae exercit.) [n° 035 Fichtner] [GalLat]

Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου
Exercice avec la petite balle
The Exercise with the Small Ball (Parv. Pil.)
De parvae pilae exercitio, 3, ed. Kühn, 1823, vol. 5, p. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc2
Marquardt, Müller, Helmreich, 1884; , 1938.
De parvae pilae exercitio, 1823, vol. 5, p. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.verbatim-lat1
Wenkebach, 1938 (deu); Valentini, 1941 (ita); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).

De parvae pilae exercitio, 3, ed. Marquardt, 1879, p. 5-6. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc1:3

11. Ὡς δὲ τοῖς σκέλεσιν, οὕτω καὶ ταῖς χερσὶ τὸ γυμνάσιον τοῦτο δικαιότατον ἐν παντὶ
12. σχήματι λαμβάνειν ἐθιζομένων τὴν σφαῖραν. ἀνάγκη γὰρ κἀνταῦθα τὴν ποικιλίαν τῶν σχημάτων ἄλλοτ’
13. ἄλλους τῶν μυῶν τείνειν σφοδρότερον, ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν καὶ οὕτως
14. ἐν μέρει πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους οὔτ’ ἀργοὺς μένειν τὸ πάμπαν, οὔτε κόποις ἁλίσκεσθαι
15. μόνους πονοῦντας. ὄψιν δ’ ὅτι καὶ γυμνάζει, μαθεῖν ἔνεστιν ὑπομνησθέντας, ὡς, εἰ μή τις ἀκριβῶς
16. τὴν ῥοπὴν τῆς σφαίρας, εἰς ὅ τι φέροιτο, προαισθάνοιτο, διαμαρτάνειν τῆς λαβῆς ἀναγκαῖόν ἐστιν
17. αὐτόν. τοῦτο δὲ καὶ τὴν γνώμην θήγει τῇ φροντίδι τοῦ τε μὴ καταβαλεῖν καὶ τοῦ διακωλῦσαι. φροντὶς
18. δὲ μόνη μὲν καταλεπτύνει, μιχθεῖσα δέ τινι γυμνασίῳ καὶ φιλοτιμίᾳ καὶ εἰς ἡδονὴν τελευτήσασα τὰ
1. μέγιστα καὶ τὸ σῶμα πρὸς ὑγίειαν καὶ τὴν ψυχὴν εἰς σύνεσιν ὀνίνησιν. οὐ σμικρὸν δὲ καὶ τοῦτ’ ἀγαθόν,
2. ὅταν ἄμφω τὸ γυμνάσιον ὠφελεῖν δύνηται, καὶ σῶμα καὶ ψυχήν, εἰς τὴν ἰδίαν ἑκάτερον ἀρετήν. ὅτι δ’
3. ἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς στρατηγοῖς οἱ πόλεως βασιλεῖς
4. νόμοι κελεύουσιν, οὐ χαλεπὸν κατιδεῖν. ἐπιθέσθαι γὰρ ἐν καιρῷ καὶ λαβεῖν ἐπιθέμενον, καὶ
5. ὀξυλαβῆσαι τὴν πρᾶξιν, καὶ σφετερίσασθαι τὰ τῶν ἐναντίων ἢ βιασάμενον ἢ ἐξ ἀδοκήτου ἐπιθέμενον,
6. καὶ φυλάξαι τὰ κτηθέντα τῶν ἀγαθῶν στρατηγῶν ἔργα· καὶ τὸ σύμπαν φάναι, φύλακά τε καὶ φῶρα δεινὸν
7. εἶναι χρὴ τὸν στρατηγόν, καὶ ταῦτ’ αὐτοῦ τῆς ὅλης τέχνης τὸ κεφάλαιον. ἆρ’ οὖν ἄλλο τι γυμνάσιον
8. οὕτω προεθίζειν ἱκανόν, ἢ φυλάττειν τὸ κτηθέν, ἢ ἀνασώζειν τὸ μεθεθέν, ἢ τῶν ἐναντίων τὴν
9. γνώμην προαισθάνεσθαι; θαυμάζοιμ’ ἄν, εἴ τις εἰπεῖν ἔχοι. τὰ πολλὰ γὰρ αὐτῶν αὐτὸ τοὐναντίον
10. ἀργοὺς καὶ ὑπνηλοὺς καὶ βραδεῖς τὴν γνώμην ἐργάζεται. καὶ γὰρ καί, ὅσοι κατὰ παλαίστραν πονοῦσιν,
11. εἰς πολυσαρκίαν μᾶλλον ἢ ἀρετῆς ἄσκησιν φέρει. πολλοὶ γοῦν οὕτως ἐπαχύνθησαν, ὡς δυσχερῶς
12. ἀναπνεῖν. ἀγαθοί γ’ οὐδ’ ἂν οἱ τοιοῦτοι πολέμου γένοιντο στρατηγοὶ ἢ βασιλικῶν ἢ πολιτικῶν πραγμάτων
13. ἐπίτροποι· θᾶττον ἂν τοῖς ὑσὶν ἢ τούτοις τις ὁτιοῦν ἐπιτρέψειεν. ἴσως δ’ οἰήσει με δρόμον ἐπαινεῖν
14. καὶ τἆλλ’ ὅσα καταλεπτύνει τὸ σῶμα γυμνάσια. τὸ δ’ οὐχ οὕτως ἔχει. τὴν γὰρ ἀμετρίαν ἐγὼ
15. πανταχοῦ ψέγω, καὶ πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, καὶ εἴ τι μέτρου στερεῖται, τοῦτ’
16. οὐκ εἶναι καλόν. οὔκουν οὐδὲ τοὺς δρόμους ἐπαινῶ τῷ τε καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν
17. ἄσκησιν ἀνδρείας ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων τὸ νικᾶν, ἀλλὰ τῶν συστάδην κρατεῖν δυναμένων,
18. οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἠδύναντο τῷ τάχιστα θεῖν, ἀλλὰ τῷ μένοντες θαρρεῖν.
19. εἰ δὲ καὶ πρὸς ὑγίειαν ἐξετάζοις, ἐφ’ ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ σώματος, ἐπὶ τοσοῦτον οὐδ’
20. ὑγιεινόν. ἀνάγκη γὰρ αὐτῷ τὰ μὲν ὑπερπονεῖν, τὰ δ’ ἀργεῖν παντελῶς. οὐδέτερον δ’ αὐτῶν ἀγαθόν,
21. ἀλλ’ ἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα καὶ δύναμιν ἄρρωστον ἐργάζεται.

Cliquer un n° de page pour en afficher l’image