ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΟΥ ΔΙΑ ΜΙΚΡΑΣ ΣΦΑΙΡΑΣ
ΓΥΜΝΑΣΙΟΥ.
1. Πηλίκον ἀγαθόν ἐστιν εἰς ὑγείαν, ὦ
2. Ἐπίγενες, γυμνάσια, καὶ ὡς χρὴ τῶν σιτίων ἡγεῖσθαι αὐτὰ,
3. παλαιοῖς ἀνδράσιν αὐτάρκως εἴρηται, φιλοσόφων τε καὶ
4. ἰατρῶν τοῖς ἀρίστοις· ὅσον δ’ ὑπὲρ τὰ ἄλλα τὰ διὰ τῆς
5. μικρᾶς σφαίρας ἐστὶν, τοῦτο οὐδέπω τῶν πρόσθεν ἱκανῶς
6. οὐδεὶς ἐξηγήσατο. δίκαιον οὖν ἡμᾶς, ἃ γινώσκομεν, εἰπεῖν.
7. ὑπὸ σοῦ δὲ κριθησόμεθα, τοῦ πάντων ἠσκηκότος ἄριστα
8. τὴν ἐν αὐτοῖς τέχνην. χρήσιμα δ’ ἱκανῶς εἰρῆσθαι ἂν δόξειε
9. καὶ τοῖς ἄλλοις, οἷς ἃν μεταδῷς τοῦ λόγου, γενησόμενα.
10. φημὶ γὰρ, ἄριστα μὲν ἁπάντων γυμνάσια εἶναι τὰ μὴ μόνον
1. τὸ σῶμα διαπονεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν τέρπειν δυνάμενα.
2. καὶ ὅσοι κυνηγεσίαν καὶ τὴν ἄλλην θήραν ἐξεῦρον, ἡδονῇ
3. καὶ τέρψει καὶ φιλοτιμίᾳ τὸν ἐν αὐτοῖς πόνον κερασάμενοι,
4. σοφοί τινες ἄνδρες ἦσαν καὶ φύσιν ἀνθρωπίνην ἀκριβῶς
5. καταμεμαθηκότες. τοσοῦτον γὰρ ἐν αὐτῇ δύναται ψυχὴν
6. κινῆσαι, ὥστε πολλοὶ μὲν ἀπηλλάγησαν νοσημάτων, ἡσθέντες
7. μόνον, πολλοὶ δ’ ἑάλωσαν ἀνιαθέντες. οὐκ ἔστι δ’
8. οὕτως ἰσχυρόν τι τῶν κατὰ τὸ σῶμα παθημάτων, ὡς κρατεῖν
9. τῶν περὶ τὴν ψυχήν· οὐκοῦν οὐδ’ ἀμελεῖν χρὴ τῶν
10. ταύτης κινήσεων, ὁποῖαί τινες ἔσονται, πολὺ δὲ μᾶλλον ἢ
11. τῶν τοῦ σώματος ἐπιμελεῖσθαι, τά τ’ ἄλλα καὶ ὅσῳ κυριώτερον
12. σώματος ἡ ψυχή. τοῦτο μὲν δὴ κοινὸν ἁπάντων
13. γυμνασίων τῶν μετὰ τέρψεως, ἄλλα δ’ ἐξαίρετα τῶν διὰ
14. τῆς μικρᾶς σφαίρας, ἃ ἐγὼ νῦν ἐξηγήσομαι.