15. Πρῶτον μὲν ἡ εὐπορία. εἰ γοῦν ἐννοήσαις,
16. ὅσης δεῖται παρασκευῆς τε ἅμα καὶ σχολῆς τά τ’ ἄλλα
17. πάντα τὰ περὶ θήραν ἐπιτηδεύματα καὶ τὰ κυνηγέσια,
1. σαφῶς ἂν μάθοις, ὡς οὔτε τῶν τὰ πολιτικὰ πραττόντων
2. οὐδενὶ, οὔτε τῶν τὰς τέχνας ἐργαζομένων δυνατὸν μεταχειρίζεσθαι
3. τὰ τοιαῦτα γυμνάσια. καὶ γὰρ πολλῶν ταῦτα
4. δεῖται καὶ σχολὴν ἄγοντος οὐκ ὀλίγην ἀνθρώπου· τοῦτο
5. δὲ μόνον οὕτω φιλάνθρωπον, ὡς μηδὲ τὸν πενέστατον ἀπορεῖν
6. τῆς ἑαυτοῦ παρασκευῆς· οὐ γὰρ δικτύων, οὐδ’ ὅπλων,
7. οὐδ’ ἵππων, οὐδὲ κυνῶν θηρευτικῶν, ἀλλὰ σφαίρας μόνης
8. δεῖται, καὶ ταύτης μικρᾶς· οὕτω δ’ εὔγνωμον εἰς τὰς ἄλλας
9. πράξεις, ὥστ’ οὐδεμιᾶς αὐτῶν ὀλιγωρεῖν ἀναγκάζει δι’ αὑτό.
10. καίτοι τί ἂν εὐπορώτερον γένοιτο τοῦ καὶ τύχην ἀνθρωπίνην
11. ἅπασαν καὶ πρᾶξιν προσιεμένου; τῶν μὲν γὰρ ἀμφὶ
12. τὰς θήρας γυμνασίων τῆς χρήσεως οὐκ ἐφ’ ἡμῖν ἡ εὐπορία·
13. πλούτου τε γὰρ δεῖται τὴν παρασκευὴν τῶν ὀργάνων ἐκπορίζοντος
14. καὶ ἀργίας σχολῆς τὸν καιρὸν ἐπιτηρούσης. τούτων
15. δὲ τῶν ὀργάνων παρασκευὴ καὶ τοῖς πενεστάτοις, ὡς
16. εἴρηται, εὔπορος, ὅ τε καιρὸς τῆς χρήσεως καὶ τοὺς ἱκανῶς
17. ἀσχόλους ἀναμένει. τὸ μὲν δὴ τῆς εὐπορίας αὐτοῦ τηλικοῦτον
18. ἀγαθόν. ὅτι δὲ καὶ πολυαρκέστατον τῶν ἄλλων
1. γυμνασίων, ᾧδ’ ἂν μάλιστα μάθοις, εἰ σκέψαιο καθ’
2. ἕκαστον αὐτῶν, ὅ τι τε δύναται καὶ οἷόν τι τὴν φύσιν
3. ἐστίν. εὑρήσεις γὰρ ἢ σφοδρὸν, ἢ μαλακὸν, ἢ τὰ κάτω
4. μᾶλλον, ἢ τὰ ἄνω κινοῦν, ἢ μέρος τι πρὸ τῶν ἄλλων, οἷον
5. ὀσφὺν, ἢ κεφαλὴν, ἢ χεῖρας, ἢ θώρακα, πάντα δ’ ἐξ ἴσου
6. τὰ μέρη τοῦ σώματος κινοῦν καὶ δυνάμενον ἐπί τε τὸ
7. σφοδρότατον ἀνάγεσθαι καὶ ἐπὶ τὸ μαλακώτατον ὑφίεσθαι,
8. τῶν μὲν ἄλλων οὐδὲν, τοῦτο δὲ μόνον, τὸ διὰ τῆς σμικρᾶς
9. σφαίρας γυμνάσιον, ὀξύτατον ἐν μέρει καὶ βραδύτατον γενόμενον,
10. σφοδρότατόν τε καὶ πρᾳότατον, ὡς ἂν αὐτός τε βουληθῇς
11. καὶ τὸ σῶμα φαίνηται ἐμμένον. οὕτω δὲ καὶ τὰ
12. μέρη κινεῖν μὲν ἔστιν αὐτοῦ πάνθ’ ὁμοῦ, εἰ τοῦτο συμφέρειν
13. δόξειεν, ἔτι δὲ πρὸ ἄλλων ἄλλα, εἰ καὶ τοῦτό ποτε δόξειεν.
14. ὅταν γὰρ συνιστάμενοι πρὸς ἀλλήλους καὶ ἀποκωλύοντες
15. ὑφαρπάσαι τὸν μεταξὺ διαπονῶσι, μέγιστον αὐτὸ καὶ σφοδρότατον
16. καθίσταται, πολλοῖς μὲν τραχηλισμοῖς, πολλαῖς δ’
17. ἀντιλήψεσι παλαιστικαῖς ἀναμεμιγμένον, ὥστε κεφαλὴν μὲν
18. καὶ αὐχένα πονεῖσθαι τοῖς τραχηλισμοῖς, πλευρὰς δὲ καὶ
1. θώρακα, καὶ γαστέρα, ταῖς τε τῶν ὀμμάτων μετάρσεσι, καὶ
2. θέσεσι, καὶ ἀπώσεσι, καὶ ἀποστηρίξεσι, καὶ ταῖς ἄλλαις
3. παλαιστικαῖς λαβαῖς. τούτῳ δὲ καὶ ὀσφὺς τείνεται σφοδρῶς,
4. καὶ σκέλη ἑδραῖα τῆς βάσεως ἐν τῷ τοιούτῳ πόνῳ· τὸ δὲ
5. καὶ προβαίνειν καὶ εἰς τὰ πλάγια μεταπηδᾷν οὐ μικρὸν
6. σκελῶν γυμνάσιον.
⟨
(De parvae pilae exercit.) [n° 035 Fichtner] [GalLat]
De parvae pilae exercitio
Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου
Exercice avec la petite balle
The Exercise with the Small Ball (Parv. Pil.)
De parvae pilae exercitio, 2, ed. Marquardt, 1879, p. 3-8. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc1
Marquardt, Müller, Helmreich, 1884; , 1938.
De parvae pilae exercitio, 1823, vol. 5, p. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.verbatim-lat1
Wenkebach, 1938 (deu); Valentini, 1941 (ita); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
De parvae pilae exercitio, 2, ed. Kühn, 1823, vol. 5, p. 900-903. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc2:2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩