7. Ἀλλ’ εἰ χρὴ τἀληθὲς εἰπεῖν, μόνον ἐστὶ
8. δικαιότατον κινοῦν πάντ’ αὐτῶν τὰ μόρια. τοῖς μὲν γὰρ
9. προσιοῦσιν ἕτερα νεῦρα καὶ μύες, τοῖς δ’ ὑποβαίνουσιν ἕτερα
10. διαπονεῖται πλέον, οὕτω δὲ καὶ τοῖς εἰς πλάγιον
11. μεθισταμένοις ἄλλα. καὶ ὅστις καθ’ ἓν εἶδος κινήσεως
12. κινεῖ τὰ σκέλη, καθάπερ οἱ θέοντες ἀνωμάλως, καὶ οὕτως
13. ἀνίσως τὰ μέρη γυμνάζει τοῖς εἰς τὸ πλάγιον μεθισταμένοις.
14. ἀλλὰ καὶ ὡς τοῖς σκέλεσιν, οὕτω καὶ χερσὶ τὸ γυμνάσιον
15. τοῦτο δικαιότατον, ἐν παντὶ σχήματι λαμβάνειν ἐθιζομένων
16. τὴν σφαῖραν. ἀνάγκη γὰρ ἐνταῦθα τὴν ποικιλίαν
17. τῶν σχημάτων ἄλλοτ’ ἄλλους τῶν μυῶν τείνειν σφοδρότερον,
18. ὥστε πάντας ἐν μέρει πονοῦντας ἴσην ἔχειν ἀνάπαυλαν
1. τοῖς ἡσυχάζουσιν τὸν χρόνον τῶν ἐνεργούντων, καὶ
2. αὕτως ἐν μέρει πάντας ἐνεργοῦντάς τε καὶ ἀναπαυομένους
3. οὔτ’ ἀργοὺς μένειν τὸ πάμπαν, οὔτε κόποις ἁλίσκεσθαι
4. μόνους πονοῦντας. ὄψιν δὲ ὅτι γυμνάζειν δεῖ, μαθεῖν
5. ἔνεστιν ὑπομνησθέντας, ὡς, εἰ μή τις ἀκριβῶς τὴν ῥοπὴν
6. τῆς σφαίρας, ὅποι φέροιτο, προαισθάνοιτο, διαμαρτάνειν τῆς
7. λαβῆς ἀναγκαῖον αὐτῷ. ἐν τούτῳ δὲ καὶ τὴν γνώμην ἴσην
8. τῇ φροντίδι τοῦ τε μὴ καταβαλεῖν καὶ τοῦ διακωλῦσαι
9. τὸν μέσον, ἢ αὐτὸν ὑφαρπάσαι ἐν τούτῳ κατασταίη.
10. φροντὶς δὲ μόνη καταλεπτύνει, μιχθεῖσα δέ τινι γυμνασίῳ
11. καὶ φιλοτιμίᾳ εἰς ἡδονὴν τελευτήσασα τὰ μέγιστα τὸ
12. σῶμα πρὸς ὑγίειαν καὶ τὴν ψυχὴν εἰς σύνεσιν ὀνίνησιν.
13. οὐ σμικρὸν δὲ καὶ τοῦτο ἀγαθὸν, ὅταν ἄμφω τὸ γυμνάσιον
14. ὠφελεῖν δύνηται, καὶ σῶμα, καὶ ψυχὴν, εἰς τὴν ἰδίαν
15. ἑκατέρου ἀρετήν. ὅτι δ’ ἀσκεῖν ἄμφω δύναται τὰς μεγίστας
16. ἀσκήσεις, ἃς μάλιστα μετιέναι τοῖς στρατηγικοῖς οἱ πόλεως
17. βασιλεῖς νόμοι κελεύουσιν, οὐ χαλεπὸν κατιδεῖν. ἐπιθέσθαι
1. γὰρ ἐν καιρῷ, καὶ λαθεῖν ἐπιθέμενον, καὶ ὀξυλαβῆσαι τὴν
2. πρᾶξιν, καὶ σφετερίσασθαι τὰ τῶν ἐναντίων, ἢ βιασάμενον,
3. ἢ ἐξ ἀδοκήτου ἐπιθέμενον, καὶ φυλάξαι τὰ κτηθέντα,
4. τῶν ἀγαθῶν στρατηγῶν ἔργα· καὶ τὸ σύμπαν φάναι,
5. φύλακά τε καὶ φῶρα δεινὸν εἶναι χρὴ τὸν στρατηγὸν, καὶ
6. ταῦτα τῆς τέχνης αὐτῆς ὅλης τὸ κεφάλαιον. ἆρ’ οὖν ἄλλό
7. τι γυμνάσιον οὕτω προεθίζειν ἱκανὸν, ἢ φυλάττειν τὸ
8. κτηθὲν, ἢ ἀνασώζειν τὸ μεθιστάμενον, ἢ τῶν ἐναντίων τὴν
9. γνώμην προαισθάνεσθαι; θαυμάζοιμ’ ἂν, εἴ τις εἰπεῖν ἔχοι.
10. τὰ πολλὰ γὰρ αὐτῶν αὐτὸ τοὐναντίον· ἀργοὺς γὰρ, καὶ
11. ὑπνηλοὺς, καὶ βραδεῖς τὴν γνώμην ἐργάζεται. καὶ γὰρ καὶ
12. ὅσοι κατὰ παλαίστραν πονοῦσιν, εἰς πολυσαρκίαν μᾶλλον
13. ἢ ἀρετῆς ἄσκησιν φέρονται· πολλοὶ γοῦν οὕτως ἐπαχύνθησαν,
14. ὡς δυσχερῶς ἀναπνεῖν. ἀγαθοὶ δ’ ἂν οὐδ’ οἱ τοιοῦτοι
15. πολέμου γενέσθαι στρατηγοὶ, ἢ βασιλικῶν, ἢ πολιτικῶν
16. πραγμάτων ἐπίτροποι· θᾶττον ἂν τοῖς γε συσὶν ἢ τούτοις
17. τὶς ὁτιοῦν ἐπιτρέψειεν. ἴσως δὲ οἰήσει με δρόμον ἐπαινεῖν,
18. καὶ τἄλλα ὅσα λεπτύνει τὸ σῶμα γυμνάσια τὸ δ’ οὐχ
1. οὕτως ἔχει· τὴν γὰρ ἀμετρίαν ἐγὼ πανταχοῦ ψέγω, καὶ
2. πᾶσαν τέχνην ἀσκεῖν φημι χρῆναι τὸ σύμμετρον, καὶ εἴ τι
3. μέτρου στερεῖται, τοῦτ’ οὐκ εἶναι καλόν. οὐκοῦν οὐδὲ
4. δρόμους ἐπαινῶ τῷ καταλεπτύνειν τὴν ἕξιν καὶ τῷ μηδεμίαν
5. ἄσκησιν ἀνδρείας ἔχειν. οὐ γὰρ δὴ τῶν ὠκέως φευγόντων
6. τὸ νικᾷν, ἀλλὰ καὶ τῶν συστάδην κρατεῖν δυναμένων·
7. οὐδὲ διὰ τοῦτο Λακεδαιμόνιοι πλεῖστον ἐδύναντο, τῷ
8. τάχιστα θεῖν, ἀλλὰ τῷ μένοντας ἀναιρεῖν. εἰ δὲ πρὸς
9. ὑγίειαν ἐξετάζοις, ἐφ’ ὅσον ἀνίσως γυμνάζει τὰ μέρη τοῦ
10. σώματος, ἐπὶ τοσοῦτον οὐδ’ ὑγιεινόν. ἀνάγκη γὰρ οὕτω
11. τὰ μὲν ὑπερπονεῖν, τὰ δ’ ἀργεῖν παντελῶς. οὐδέτερον
12. δ’ αὐτῶν ἀγαθὸν, ἀλλ’ ἄμφω καὶ νόσων ὑποτρέφει σπέρματα,
13. καὶ δύναμιν ἄῤῥωστον ἐργάζεται.
⟨
(De parvae pilae exercit.) [n° 035 Fichtner] [GalLat]
De parvae pilae exercitio
Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου
Exercice avec la petite balle
The Exercise with the Small Ball (Parv. Pil.)
De parvae pilae exercitio, 3, ed. Marquardt, 1879, p. 3-8. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc1
Marquardt, Müller, Helmreich, 1884; , 1938.
De parvae pilae exercitio, 1823, vol. 5, p. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.verbatim-lat1
Wenkebach, 1938 (deu); Valentini, 1941 (ita); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
De parvae pilae exercitio, 3, ed. Kühn, 1823, vol. 5, p. 903-906. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc2:3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩