14. Μάλιστα οὖν ἐπαινῶ γυμνάσιον, ὃ καὶ
15. σώματος ὑγίειαν ἐκπορίζει, καὶ μερῶν εὐαρμοστίαν, καὶ
16. ψυχῆς ἀρετὴν παρὰ τούτοις· τοῦτο δὲ τὸ διὰ τῆς μικρᾶς
17. σφαίρας ὑπάρχει. καὶ γὰρ εἰς πάντα ψυχὴν δυνατὸν
1. ὠφελεῖν, καὶ τοῦ σώματος τὰ μέρη δι’ ἴσου μάλιστα γυμνάζει
2. πάντα, ὃ καὶ μάλιστα εἰς ὑγείαν συμφέρει, καὶ συμμετρίαν
3. ἕξεως ἐργάζεται, μήτ’ ἄμετρον πολυσαρκίαν, μήθ’
4. ὑπερβάλλουσαν ἰσχνότητα φέρον, ἀλλ’ εἴς τε τὰς ἰσχύος
5. δεομένας πράξεις ἱκανὸν, καὶ ὅσαι τάχους χρῄζουσιν, ἐπιτήδειον.
6. οὕτω μὲν οὖν, ὅσον ἐν αὐτῷ, σφοδρότητος οὐδενὶ
7. τῶν πάντων κατ’ οὐδὲν ἐλλείπεται. τὸ δὲ πρᾳότατον ἴδωμεν
8. αὖθις· ἔστι γὰρ ὅτε καὶ τούτου δεόμεθα, διά τε ἡλικίαν,
9. ἢ μηδέπω φέρειν ἰσχυροὺς πόνους, ἢ μηκέτι δυναμένην,
10. καὶ κάματον ἐπανεῖναι βουληθέντες, ἢ ἐκ νόσων
11. ἀνακομιζόμενοι. δοκεῖ δέ μοι κᾀν τούτῳ πλέον ἔχειν ἑτέρου
12. παντός· οὐδὲν γὰρ οὕτω πρᾷον, εἰ πρᾴως αὐτὸ μεταχειρίζοιο.
13. δεῖ δὲ μέσως μένοντα τηνικαῦτα χρῆσθαι, μηδενὶ
14. συμμέτρου ἀποστάντα, τὰ μὲν ἠρέμα προβαίνοντα, τὰ δὲ
15. καὶ κατὰ χώραν μένοντα, μὴ πολλὰ διαγυμνασάμενον· ἐπὶ
16. τῷδε τρίψεσι μαλακαῖς δι’ ἐλαίου καὶ λουτροῖς θερμοῖς
1. χρῆσθαι. τοῦτο μὲν ἁπάντων ἐστὶ πρᾳότατον, ὥστε καὶ
2. ἀναπαύεσθαι δεομένοις συμφορώτατον εἶναι καὶ ἄῤῥωστον
3. δύναμιν ἀναλαβέσθαι δυνατώτατον, καὶ γέροντι καὶ παιδὶ
4. συμφορώτατον. ὅσα δὲ τούτου μὲν ἰσχυρότερα, τοῦ δ’
5. ἄκρως σφοδροῦ πρᾳότερα, διὰ τῆς μικρᾶς σφαίρας ἐνεργεῖται,
6. χρὴ καὶ ταῦτα γινώσκειν, ὅςτις γε ὀρθῶς βούλεται διὰ
7. παντὸς αὐτὰ μεταχειρίζεσθαι. καὶ γὰρ εἴποτε δι’ ἀναγκαίων
8. ἔργων, οἷα τὰ πολλὰ πολλάκις ἡμᾶς καταλαμβάνει, πονήσειας
9. ἀμέτρως ἢ τοῖς ἄνω μέρεσιν ἢ τοῖς κάτω πᾶσιν,
10. ἢ χερσὶ μόναις, ἢ ποσὶν, ἔνεστί σοι ἐκ τοῦδε τοῦ γυμνασίου
11. τὰ μὲν ἀναπαῦσαι, τὰ πρότερον κεκμηκότα, τὰ δὲ εἰς τὴν
12. ἴσην ἐκείνοις κίνησιν καταστῆσαι, τὰ πρότερον ἀργὰ παντελῶς
13. μεμενηκότα. τὸ μὲν γὰρ ἐκ διαστήματος ἱκανοῦ
14. βάλλειν εὐτόνως, ἢ οὐδὲν τοῖς σκέλεσιν, ἢ παντάπασιν
15. ὀλίγον χρώμενον, ἀναπαύει μὲν τὰ κάτω, τὰ δ’ ἄνω κινεῖ
16. σφοδρότερον· τὸ δ’ ἐπιπλέον διαθέοντα καὶ ὠκέως ἐκ
17. πολλοῦ διαστήματος ὀλιγάκις τε προχρῆσθαι τῇ βολῇ
18. τὰ κάτω μᾶλλον διαπονεῖ· καὶ τὸ μὲν ἠπειγμένον ἐν αὐτῷ
1. καὶ ταχὺ χωρὶς συντονίας ἰσχυρᾶς τὸ πνεῦμα μᾶλλον
2. γυμνάζει, τὸ δ’ ἕτερον, τὸ ἐν ταῖς ἀντιλήψεσι, καὶ βολαῖς,
3. καὶ λαβαῖς, οὐ μὴν ταχύ γε, τὸ σῶμα μᾶλλον ἐντείνει τε
4. καὶ ῥώννυσιν. εἰ δ’ εὔτονόν τε ἅμα καὶ ἠπειγμένον εἴη,
5. διαπονήσει τοῦτο μεγάλως καὶ τὸ σῶμα καὶ τὸ πνεῦμα,
6. καὶ πάντων ἔσται γυμνασίων σφοδρότατον. ἐφ’ ὅσον δὲ δεῖ
7. καθ’ ἑκάστην χρείαν ἐπιτείνειν τε καὶ ἀνιέναι, γράψαι μὲν
8. οὐχ οἷόν τε, (τὸ γὰρ ἐν ἑκάστῳ ποσὸν ἄῤῥητον,) ἐπ’ αὐτῶν
9. δὲ τῶν ἔργων εὑρεῖν τε καὶ δεῖξαι δυνατὸν, ἐν ᾧ δὴ καὶ
10. μάλιστα τὸ πᾶν κῦρος· οὐδὲ γὰρ ἡ ποιότης ἐστὶ
11. χρήσιμος, εἰ τῷ ποσῷ διαφθείροιτο. τούτου μὲν δὴ τῷ παιδοτρίβῃ
12. μετέστω, τῷ μέλλοντι τῶν γυμνασίων ὑφηγεῖσθαι.
⟨
(De parvae pilae exercit.) [n° 035 Fichtner] [GalLat]
De parvae pilae exercitio
Περὶ τοῦ διὰ μικρᾶς σφαίρας γυμνασίου
Exercice avec la petite balle
The Exercise with the Small Ball (Parv. Pil.)
De parvae pilae exercitio, 4, ed. Marquardt, 1879, p. 3-8. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc1
Marquardt, Müller, Helmreich, 1884; , 1938.
De parvae pilae exercitio, 1823, vol. 5, p. 899-910. urn:cts:greekLit:tlg0057.tlg034.verbatim-lat1
Wenkebach, 1938 (deu); Valentini, 1941 (ita); Singer, 1997 (eng); Nieto Ibañez, 2005 (spa).
De parvae pilae exercitio, 4, ed. Kühn, 1823, vol. 5, p. 906-909. urn:cts:greekLit:tlg0057.tlg034.1st1K-grc2:4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩