13. Τὸ δ’ ὑπόλοιπον τοῦ λόγου περαινέσθω.
14. βούλομαι γὰρ ἐφ’ οἷς εἶπον ἀγαθοῖς προσιέναι τῷδε τῷ
15. γυμνασίῳ, μηδ’ ὡς ἐκτός ἐστι κινδύνων παραλιπεῖν, οἷς
16. τὰ πλεῖστα τῶν ἄλλων περιπίπτει. δρόμοι μὲν γὰρ ὠκεῖς
17. πολλοὺς ἤδη διέφθειραν, ἀγγεῖον ἐπίκαιρον ῥήξαντες· οὕτω
18. δὲ καὶ φωναὶ μεγάλαι τε ἅμα καὶ σφοδραὶ, καθ’ ἕνα χρόνον
1. ἀθρόως ἐκφωνηθεῖσαι, μεγίστων κακῶν οὐκ ὀλίγοις αἴτια,
2. καὶ ἱππασίαι σύντονοι τῶν τε κατὰ νεφροὺς ἔῤῥηξάν τι
3. καὶ κατὰ θώρακα πολλάκις ἔβλαψαν, ἔστι δ’ ὅτε καὶ τοὺς
4. σπερματικοὺς πόρους, ἵνα τὰ τῶν ἵππων ἁμαρτήματα παραλείπω,
5. δι’ ὧν πολλάκις ἐκπεσόντες τῆς ἕδρας οἱ ἱππεῖς
6. παραχρῆμα διεφθάρησαν. οὕτω δὲ καὶ τὸ ἅλμα, καὶ ὁ
7. δίσκος, καὶ τὰ διὰ τοῦ κάμπτειν γυμνάσια. τοὺς δ’ ἐκ τῆς
8. παλαίστρας τί δεῖ καὶ λέγειν; ὡς ἅπαντες λελώβηνται τῶν
9. Ὁμηρικῶν Λιτῶν οὐδὲν μεῖον. ὡς γὰρ ἐκεῖνός φησι ὁ
10. ποιητὴς
12. οὕτω τοὺς ἐκ τῆς παλαίστρας ἴδοις ἂν ἢ χωλοὺς, ἢ διεστραμμένους,
13. ἢ τεθλασμένους, ἢ πάντως γέ τι μέρος πεπηρωμένους.
14. εἰ δὴ πρὸς οἷς εἶπον ἀγαθοῖς ἔτι καὶ τοῦθ’ ὑπάρχει τοῖς
15. διὰ τῆς σμικρᾶς σφαίρας γυμνασίοις, ὡς μηδὲ κινδύνῳ πελάζειν,
16. ἁπάντων ἂν εἴη πρὸς ὠφέλειαν ἄριστα παρεσκευασμένα.