Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 1.1, ed. Kühn, 1823, vol. 6, p. 1-2. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.1

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Α.

1. Τῆς περὶ τὸ σῶμα τἀνθρώπου τέχνης μιᾶς
2. οὔσης, ὡς ἐν ἑτέρῳ δέδεικται γράμματι, δύο ἐστὸν τὰ
3. πρῶτά τε καὶ μέγιστα μόρια· καλεῖται δὲ τὸ μὲν ἕτερον
4. αὐτῶν ὑγιεινὸν, τὸ δὲ ἕτερον θεραπευτικὸν, ἔμπαλιν
5. ἔχοντα πρὸς ἄλληλα ταῖς ἐνεργείαις, εἴ γε τῷ μὲν φυλάξαι,
6. τῷ δὲ ἀλλοιῶσαι πρόκειται τὴν περὶ τὸ σῶμα κατάστασιν.
7. ἐπεὶ δὲ καὶ ἀξιώματι καὶ χρόνῳ πρότερόν ἐστιν ὑγεία νόσου,
8. χρὴ δήπου καὶ ἡμᾶς, ὅπως ἄν τις ταύτην φυλάξειεν, ἐπισκέψαι
9. πρότερον, ἐφεξῆς δὲ καὶ ὡς ἄν τις ἄριστα τὰς
1. νόσους ἐξιῷτο. κοινὴ δ’ ἀμφοτέροις ὁδὸς τῆς εὑρέσεως, εἰ
2. γνοίημεν, ὁποία τίς ἐστι διάθεσις τοῦ σώματος, ἣν ὑγείαν
3. ὀνομάζομεν· οὐ γάρ τοι οὔτε φυλάττειν αὐτὴν παροῦσαν,
4. οὔτ’ ἀνακτᾶσθαι διαφθειρομένην οἷοίτ’ ἂν εἴημεν ἀγνοοῦντες
5. τὸ παράπαν, ἥτις ποτ’ ἐστί. γέγραπται δὲ ἡμῖν ἑτέρωθι
6. καὶ περὶ τοῦδε, καὶ δέδεικται τῶν μὲν ὁμοιομερῶν
7. ὀνομαζομένων ἡ ὑγεία, θερμοῦ καὶ ψυχροῦ, καὶ ὑγροῦ καὶ
8. ξηροῦ, συμμετρία τις ὑπάρχουσα, τῶν δ’ ὀργανικῶν ἐκ τῆς
9. τῶν ὁμοιομερῶν συνθέσεώς τε καὶ ποσότητος καὶ πηλικότητος
10. καὶ διαπλάσεως ἀποτελουμένη. ὥστε καὶ ὅστις ἂν
11. ἱκανὸς ᾖ φυλάττειν ταῦτα, φύλαξ οὗτος ἀγαθὸς ὑγιείας
12. ἔσται. φυλάξει δὲ πρότερον ἐξευρὼν ἅπαντας τοὺς
13. τρόπους, καθ’ οὓς διαφθείρεται. ὥσπερ γὰρ, εἰ καὶ παντάπασιν
14. ἀπαθὲς ἦν ἡμῶν τὸ σῶμα, τῆς προηγουμένης αὐτοῦ
15. τέχνης οὐκ ἂν ἐδεήθημεν, οὕτω νῦν, ἐπειδὴ πάσχει πολυειδῶς,
16. ἀναγκαῖον ἔσται προστήσασθαί τινα τέχνην, τὴν
17. ἁπάσας αὐτοῦ τὰς βλάβας γινώσκουσάν τε καὶ φυλάττεσθαι
18. δυναμένην.

Cliquer un n° de page pour en afficher l’image