Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 1.10, ed. Kühn, 1823, vol. 6, p. 47-54. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.10

15. Τρέφειν σε τὸ παιδίον γάλακτι μόνῳ· ἐπειδὰν
16. δὲ φύσῃ τοὺς ἔμπροσθεν ὀδόντας, ἐθίζειν ἤδη πως
17. αὐτὸ καὶ τῆς παχυτέρας ἀνέχεσθαι τροφῆς, ὥσπερ οὖν καὶ
1. τοῦτο αὐτὸ τῇ πείρᾳ διδαχθεῖσαι ποιοῦσιν αἱ γυναῖκες·
2. ἄρτου μέντοι πρῶτον, ἐφεξῆς δ’ ὀσπρίων τε καὶ κρεῶν,
3. ὅσα τ’ ἄλλα τοιαῦτα, προμασώμεναι καὶ ἐντιθεῖσαι τοῖς στόμασι
4. τῶν παιδίων. ἀνατρίβειν δὲ χρὴ τὸ σῶμα τῶν βρεφῶν
5. ἐλαίῳ γλυκεῖ, καθάπερ τοῦτο ποιοῦσαι ἐπιτηδείως αἱ
6. πλεῖσται τῶν τροφῶν εὐθὺς ῥυθμίζουσί τε καὶ διαπλάττουσι
7. τὰ μόρια. ἀλλ’ ἐπί γε τοῦ νῦν κατὰ τὸν λόγον ὑποκειμένου
8. παιδίου, τὴν κατασκευὴν τοῦ σώματος ἀμέμπτως
9. ἔχοντος, οὐδὲν χρὴ περιεργάζεσθαι τὴν τροφὸν εἴς γε τὴν
10. τῶν μελῶν εὐρυθμίαν, ἀλλ’ ἀνατρίβειν τε τὰ μέτρια, καὶ
11. λούειν ὁσημέραι, καθόσον οἷόν τε, μὴ περιεχομένου γάλακτος
12. ἀπέπτου κατὰ τὴν γαστέρα· κίνδυνος γὰρ ἀναληφθῆναι
13. τοῦτο, πρὶν πεφθῆναι καλῶς, εἰς ὅλον τὸ σῶμα
14. τοῦ παιδίου. πολὺ δὲ δὴ μᾶλλον, εἰ καὶ τὴν γαστέρα τις
15. αὐτὴν ἀνατρίβοι γάλακτος μεστὴν, ἐμπλήσει τε τὸ σῶμα
16. τροφῆς ἀπέπτου, πληρώσει τε τὴν κεφαλήν. διὸ χρὴ πολλὴν
17. πρόνοιαν πεποιῆσθαι τοῦ μὴ λαμβάνειν τὴν τροφὴν
18. τὸ παιδίον μήτε πρὸ λουτρῶν μήτε πρὸ ἀνατρίψεων.
1. γίγνοιτο δ’ ἂν τοῦτο, παραφυλαττούσης τῆς τροφοῦ τὸν ἐπὶ
2. τοῖς μακροτέροις ὕπνοις καιρόν. ἐν τούτῳ γὰρ μάλιστα τὴν
3. κοιλίαν ἤτοι παντάπασιν κενὴν ἢ πεπεμμένην ἤδη τὴν
4. τροφὴν περιέχουσαν εὑρεῖν ἔστιν. εἰ δ’, ὥσπερ νῦν, ποιοῦσι,
5. βλάπτουσιν ἔνιαι μὲν τῶν τροφῶν, ἕνα τινὰ χρόνον ἀφορίσασαι
6. τῆς ἡμέρας, ἔνιαι δ’, ὅταν σχολάσωσι, τὸ τηνικαῦτα
7. προνοούμεναι· διότι πολλάκις καὶ ἀναγκαῖόν ἐστι βλάπτεσθαι
8. τὰ παιδία ἤπερ ὠφελεῖσθαι. ὁ γὰρ ὑφ’ ἡμῶν ἀφοριζόμενος
9. καιρὸς ἄλλοτε εἰς ἄλλον ἐμπίπτει χρόνον ἤτοι τῆς ἡμέρας,
10. ἢ τῆς νυκτός. ἐπὶ μέντοι τῶν μειζόνων παιδίων, ὅσα καὶ
11. πληγαῖς, καὶ ἀπειλαῖς, ἐπιπλήξεσί τε καὶ νουθετήσεσι πείθεται,
12. καιρὸς ἂν εἴη διττὸς εἰς ἀνάτριψίν τε καὶ λουτρόν·
13. ὁ μὲν πρότερός τε καὶ ἄριστος, ἐπειδὰν ἐξαναστάντα τῶν
14. ἑωθινῶν ὕπνων, εἶτα παίξαντα, τροφὴν αἰτῇ. τότε γὰρ
15. ἐπιτίθεσθαι μάλιστα τούτοις χρὴ, τὸ μὲν σῶμα πρὸς
16. ὑγίειάν τε ἅμα καὶ εὐεξίαν ἀσκοῦντα, τὴν δὲ ψυχὴν εἰς εὐπείθειάν
17. τε καὶ σωφροσύνην, οὐκ ἄλλως παρέξειν αὐτοῖς τὴν
1. τροφὴν φάσκοντά σε, εἰ μὴ προθύμως ἐπακούσαιεν, εἰς ὅσον
2. ἂν ἐθέλωμεν ἡμεῖς, ἀνατρίψει τε καὶ λουτροῖς. οὗτος μὲν
3. οὖν ἄριστος καιρός. εἰ δέ τις ἀσχολία τὸν τρέφοντα τὸ
4. παιδίον ἀπάγει, μέτριον ἄρτου δόντα, παίζειν ἐπιτρέπειν,
5. εἰς ὅσον ἂν βούληται, κᾄπειτ’ αὖθις αἰτῆσαν αὐτὸ τηνικαῦτα
6. τρίβειν τε καὶ λούειν. οὐ μὴν πίνειν γε ἐπιτρεπτέον
7. ποτὲ αὐτοὺς πρὸ τῶν λουτρῶν ἐπὶ τοῖς σιτίοις· ἀθροωτέρα
8. γὰρ ἂν οὕτως ἡ ἀνάδοσις εἰς τὸ σῶμα τῶν ἐν τῇ
9. γαστρὶ περιεχομένων γίγνοιτο. χρὴ δὲ ἐπὶ τῶν ἀμέμπτως
10. ὑγιαινόντων σωμάτων φυλάττεσθαι τοῦτο. μεμπτέαι
11. γὰρ αἱ τοιαῦται διαθέσεις τε καὶ κατασκευαὶ τῶν σωμάτων
12. εἰσὶν, ἐφ’ ὧν ἄμεινόν ἐστι πρὸ τῶν λουτρῶν διδόναι σιτία.
13. καὶ διορισθήσεται περὶ αὐτῶν ἐν τοῖς ἔπειτα λόγοις·
14. ἀλλὰ νῦν γε τῆς ὑποθέσεως μνημονευτέον ἐστὶν, ὡς τὸν
15. ἄριστα σώματος ἔχοντα παῖδα διαιτῶμεν, ὅπως ἡμῖν φυλάττοιτο
16. τοιοῦτος· ἐφ’ οὗ βέλτιόν ἐστιν ἡγεῖσθαι τὰ λουτρὰ
17. τῶν σιτίων. εἰ δ’ ἐν τοιούτῳ χωρίῳ τρέφοιτο ὁ παῖς,
18. ἐν ᾧ βαλανεῖον οὐκ ἔνεστιν, (ἴσως μὲν οὖν οὐδ’ ὁμιλήσουσι
1. τοῖσδε τοῖς γράμμασιν οἱ τοιοίδε,) λούουσι μὲν ἐν σκάφαις
2. αἱ τροφοὶ κᾀνταῦθα τοὺς παῖδας, ἕως ἂν εἰς τὸ δεύτερον,
3. ἢ καὶ εἰς τὸ τρίτον ἔτος ἀπὸ γενετῆς ἵκωνται· μείζονας δὲ
4. γενομένους, εἰ καὶ μὴ καθ’ ἑκάστην ἡμέραν, ἀλλὰ καὶ διὰ
5. τριῶν γέ που καὶ τεττάρων ἀλείφουσί τε καὶ ἀνατρίβουσιν·
6. εἰ δὲ μὴ κωλύει τὰ τῆς ὥρας, αἱ λίμναι τε καὶ οἱ ποταμοὶ
7. λουτρὰ αὐτοῖς εἰσιν, οἷόν περ ἡμῖν τὸ βαλανεῖον. παρὰ
8. τοῖς Γερμανοῖς οὐ καλῶς τρέφεται παιδία. ἀλλ’ ἡμεῖς νῦν
9. γε οὔτε Γερμανοῖς οὔτε ἄλλοις τισὶν ἀγρίοις ἢ βαρβάροις
10. ἀνθρώποις ταῦτα γράφομεν, οὐ μᾶλλον ἢ ἄρκτοις, ἢ κάπροις,
11. ἢ λέουσι, ἤ τισι τῶν ἄλλων θηρίων, ἀλλ’ Ἕλλησι,
12. καὶ ὅσοι τῷ γένει μὲν ἔφυσαν βάρβαροι, ζηλοῦσι δὲ τὰ τῶν
13. Ἑλλήνων ἐπιτηδεύματα. τίς γὰρ ἂν ἡμῶν ὑπομείνειε τῶν
14. παρ’ ἡμῖν ἀνθρώπων εὐθὺς ἅμα τῷ γεγεννῆσθαι ἔτι θερμὸν
15. τὸ βρέφος ἐπὶ τὰ τῶν ποταμῶν φέρειν ῥεύματα, κᾀνταῦθα,
16. καθάπερ φασὶ τοὺς Γερμανοὺς, ἅμα πειρᾷν αὐτοῦ
17. τῆς φύσεως, ἅμα τε καὶ κρατύνειν τὰ σώματα, βάπτοντας
18. εἰς τὸ ψυχρὸν ὕδωρ, ὥσπερ τὸν διάπυρον σίδηρον;
19. ὅτι μὲν γὰρ, ἐὰν ὑπομείνῃ τε καὶ μὴ βλαβῇ, καὶ τὴν
1. ἐκ τῆς οἰκείας φύσεως ἐπεδείξατο ῥώμην, καὶ τὴν ἐκ τῆς
2. πρὸς τὸ ψυχρὸν ὁμιλίας ἐπεκτήσατο, πρόδηλον παντί· ὅτι
3. δ’, εἰ νικηθείη πρὸς τῆς ἔξωθεν ψύξεως ἡ ἔμφυτος αὐτοῦ
4. θερμότης, ἀναγκαῖον αὐτίκα τεθνάναι, καὶ τοῦτ’ οὐδεὶς
5. ἀγνοεῖ. τίς οὖν ἂν ἕλοιτο νοῦν ἔχων καὶ μὴ παντάπασιν
6. ἄγριος ὢν καὶ Σκύθης εἰς τὴν τοιαύτην πεῖραν ἀγαγεῖν
7. αὑτοῦ τὸ παιδίον, ἐν ᾗ θάνατός ἐστιν ἡ ἀποτυχία, καὶ
8. ταῦτα μηδὲν μέγα τι μέλλων ἐκ τῆς πείρας κερδανεῖν;
9. ὄνῳ μὲν γὰρ ἴσως ἤ τινι τῶν ἀλόγων ζώων ἀγαθὸν ἂν
10. εἴη μέγιστον, οὕτω πυκνὸν καὶ σκληρὸν δέρμα ἔχειν, ὡς
11. ἀλύπως φέρειν τὸ κρύος· ἀνθρώπῳ δὲ, λογικῷ ζώῳ, τί ἂν
12. εἴη μέγα τὸ τοιοῦτον; οὐδὲ γὰρ εἰς ὑγίειαν ἁπλῶς οὑτωσὶ
13. λέγων ἄν τις ἐπιτήδειον ὑπάρχειν τὸ πυκνότατον καὶ
14. σκληρότατον δέρμα δεόντως ἂν εἴποι. διττῆς γὰρ οὔσης
15. βλάβης τοῖς τῶν ζώων σώμασιν, ἑτέρας μὲν ἀπὸ τῶν
16. ἔξωθεν αἰτίων, ἑτέρας δὲ ἀπὸ τῶν ἔνδοθεν, εὐάλωτόν ἐστι
17. τοῖς μὲν ἔξωθεν ἅπασιν, ὧν μαλακόν ἐστι καὶ ἀραιὸν
1. τὸ δέρμα, τοῖς δὲ ἔνδοθεν ὧν πυκνόν τε καὶ σκληρόν.
2. καὶ διὰ τοῦθ’ Ἱπποκράτης περὶ τῶν ἀπὸ τροφῆς ἐν ἡμῖν
3. ἐπ’ ὠφελείᾳ τε καὶ βλάβῃ γινομένων διδάσκων ἐπ’ ἄλλοις
4. πολλοῖς καὶ τοῦτ’ ἔγραψεν. ἀραιότης σώματος εἰς διαπνοὴν,
5. οἷς πλεῖστον ἀφαιρέεται, ὑγιεινότερον, οἷς δ’ ἔλασσον, νοσερώτερον.
6. βέλτιον οὖν ἑκατέρας πεφυλάχθαι τὰς ὑπερβολὰς,
7. καὶ μήτ’ εἰς τοσοῦτον πυκνὸν τὸ δέρμα παρασκευάζειν, ὡς
8. κωλύειν διαπνεῖσθαι καλῶς, μήθ’ οὕτως ἀραιὸν, ὡς ὑπὸ
9. παντὸς τοῦ αἰτίου τῶν ἔξωθεν αὐτῷ προσπιπτόντων
10. βλάπτεσθαι ἑτοίμως. τοιοῦτον δὲ καὶ φύσει ἐστὶ τὸ σῶμα
11. τοῦ νῦν ἡμῖν προκειμένου τῷ λόγῳ παιδίου, μέσον ἁπασῶν
12. τῶν ὑπερβολῶν. οὕτως οὖν αὐτὸ διαιτητέον, ὡς φυλάττειν
13. ἀεὶ τῆς κατασκευῆς τὴν ἀρετήν. φυλαχθήσεται δὲ, κατὰ
14. μὲν τὴν πρώτην ἡλικίαν ἐν γάλακτι τρεφομένῳ, καὶ λουτροῖς
15. γλυκέων ὑδάτων θερμῶν λουομένῳ, ὅπως ὅτι μάλιστα
16. μέχρι πλείστου μαλακὸν αὐτῷ διαμένον τὸ σῶμα
17. πολλὴν ἐπίδοσιν εἰς τὴν αὔξησιν ποιῆται. μετὰ δὲ ταῦτα,
18. καθ’ ὃν ἂν ἤδη χρόνον εἰς διδασκάλους δύναιτο φοιτᾷν,
1. οὐκ ἀναγκαῖον ἔτι λουτροῖς χρῆσθαι συνεχέσι, ἀλλ’ ἀρκεῖ
2. διαπαλαίειν μανθάνοντα, σύμμετρά τε πονεῖν ἐνταῦθα πρὸ
3. τῶν σιτίων, ἀλουτεῖν δὲ ἤδη τὰ πλείω. τὸ δ’ ὑπερπονεῖν,
4. ὥσπερ ἔνιοι τῶν παιδοτριβῶν ἀναγκάζουσι τοὺς παῖδας,
5. οὐδαμῶς ἀγαθὸν, ἀναυξῆ γὰρ ὑπὸ τῆς παρὰ καιρὸν σκληρότητος
6. ἀποτελεῖται τὰ σώματα, κᾂν πλείστην ὁρμὴν ἐκ
7. φύσεως εἰς τὴν αὔξησιν ἔχῃ.

Cliquer un n° de page pour en afficher l’image