8. Οἴνου δὲ τὸν οὕτω πεφυκότα παῖδα μέχρι
9. πλείστου μηδ’ ὅλως γεύειν. ὑγραίνει τε γὰρ ἱκανῶς καὶ
10. θερμαίνει τὸ σῶμα πινόμενος οἶνος, ἐμπίπλησί τε τὴν κεφαλὴν
11. ἀτμῶν ἐν ταῖς ὑγραῖς καὶ θερμαῖς κράσεσι, οἵα πέρ
12. ἐστι καὶ ἡ τῶν τοιούτων παιδίων. ἀλλ’ οὔτε ἐμπίπλασθαι
13. καλὸν αὐτοῖς τὴν κεφαλὴν, οὔτε ὑγραίνεσθαι καὶ θερμαίνεσθαι
14. περαιτέρω τοῦ προσήκοντος. εἰς τοσοῦτον γὰρ ἥκουσιν
15. ὑγρότητός τε καὶ θερμότητος, ὡς, εἰ καὶ βραχὺ παραυξήσειέ
16. τις ὁπότερον αὐτῶν, ἐν ἀμετρίᾳ καθίστασθαι. οὐσῶν
17. δὲ πασῶν τῶν ἀμετριῶν φευκτῶν, ἡ τοιαύτη μάλιστ’ ἂν εἴη
18. φευκτὴ, καθ’ ἣν οὐκ εἰς τὸ σῶμα μόνον, ἀλλὰ καὶ εἰς τὴν
1. ψυχὴν ἡ βλάβη διϊκνεῖται. διόπερ οὐδὲ τοῖς ἤδη τελείοις
2. ἄνευ τοῦ προσήκοντος μέτρου πινόμενος οἶνος ἀγαθός· εἰς
3. θυμούς τε γὰρ ἐκκαλεῖται προπετεῖς, καὶ εἰς ὕβριν ἀσελγεῖς,
4. καὶ τὸ λογιζόμενον τῆς ψυχῆς ἀμβλύ τε καὶ τεθολωμένον
5. ἐργάζεται. ἀλλὰ τούτοις μὲν ἑτοίμως εἰς τὴν τῶν
6. χολωδῶν περιττωμάτων ἐπίκρασίν τε ἅμα καὶ κένωσιν ἐπιτήδειος.
7. οὐχ ἥκιστα δὲ καὶ εἰς τὴν ἐν αὐτοῖς τοῖς στερεοῖς
8. ὀργάνοις τοῦ ζώου γινομένην ξηρότητα διά τε πόνους ὑπερβάλλοντας,
9. ἔστιν ὅτε καὶ διὰ τὴν οἰκείαν τῆς ἡλικίας κρᾶσιν,
10. ἐπιτήδειος οἶνος, ὑγραίνων μὲν καὶ ἀνατρέφων, ὅσ’
11. ἀμέτρως ἐξήρανται, πραΰνων δὲ τὸ δριμὺ τοῦ πικροῦ χυμοῦ
12. καὶ δι’ ἱδρώτων τε καὶ οὔρων ἐκκενῶν. οἱ δὲ παῖδες, ἅτε
13. μήτε τὸν τοιοῦτον ἀθροίζοντες χυμὸν, οἰκείαν τε παμπόλλην
14. ἔχοντες ὑγρότητα, τῶν μὲν ἐξ οἴνου γενομένων
15. ἀγαθῶν οὐδενὸς προσδέονται, μόνης δὲ ἀπολαύουσιν αὐτοῦ
16. τῆς βλάβης. οὐκοῦν νοῦν ἔχων οὐδεὶς ἐπιτρέψει
17. τοιούτῳ χρῆσθαι πόματι τοὺς παῖδας, ὃ πρὸς τῷ μηδὲν
18. ἀγαθὸν ἐργάζεσθαι βλάβην ἐξαίσιον ἐφεδρεύουσαν ἔχει.
1. οὐ μὴν οὐδὲ ψυχροῦ πόματος εἰς τὸ παντελὲς εἴργειν κελεύω
2. τοὺς τοιούτους παῖδας, ὥσπερ ἔνιοι ποιοῦσιν, ἀλλ’
3. ἐπί τε σιτίοις τὰ πολλὰ καὶ κατὰ τὰς θερμοτάτας ὥρας,
4. ὅτε ἥξουσιν αὐτοὶ πρὸς τὸ ψυχρὸν, ἐπιτρέπω χρῆσθαι,
5. μάλιστα μὲν, εἰ οἷόν τε, πηγαίῳ προσφάτῳ, μηδεμίαν ἐπίκτητον
6. ἔχοντι μοχθηρὰν ποιότητα, μὴ παρόντος δὲ τοῦ
7. τοιούτου, τοῖς ἄλλοις. φυλάττεσθαι δὲ τὰ λιμναῖα, καὶ
8. θολερὰ, καὶ δυσώδη, καὶ ἁλυκὰ, καὶ ἁπλῶς εἰπεῖν, ὅσα
9. τινὰ ποιότητα κατὰ τὴν γεῦσιν ἐνδείκνυται· χρὴ γὰρ αὐτοῖς
10. ἀποιότατον φαίνεσθαι τὸ κάλλιστον ὕδωρ, οὐ πρὸς τὴν
11. γεῦσιν μόνον, ἀλλὰ καὶ πρὸς τὴν ὀσμήν. εἴη δ’ ἂν τὸ
12. τοιοῦτον ἥδιστόν τε ἅμα πίνοντι καὶ ἀκριβῶς καθαρόν.
13. εἰ δὲ καὶ ταχέως ἀποχωρεῖ τῶν ὑποχονδρίων, μηδὲν ζητεῖν
14. ἕτερόν τι βέλτιον, ὡς, ὅσα γε καθαρὰ μέν ἐστι, καὶ λαμπρὰ,
15. καὶ οὐκ ἀηδῆ πινόμενα, παραμένει δὲ ἐπὶ πλέον ἐν
16. τοῖς ὑποχονδρίοις, ἡμιμόχθηρα νομιστέον. ἀπέχεσθαι δὲ
17. τούτων κελεύω τῶν πάμπαν ψυχρῶν, οὐ μὴν θερμοῖς γε
18. χρῆσθαι κωλύω. ἀσφαλέστατον μὲν οὖν κεκρίσθαι τῇ πείρᾳ
1. τὸ τοιοῦτον ὕδωρ. εἰ δὲ κἀκ γνωρισμάτων τις ἐθέλοι
2. προγινώσκειν αὐτοῦ τὴν δύναμιν, ὅσων αἱ πηγαὶ πρὸς
3. ἄρκτον ἐῤῥυήκασιν, ἐκ πετρῶν ἐκθλιβόμεναι, τὸν ἥλιον
4. ἀπεστραμμένον ἔχουσαι, ἀτέραμνά τε καὶ βραδύπορα τὰ
5. τοιαῦτα χρὴ νομίζειν ἅπαντα. εὐθὺς δ’ αὐτοῖς ὑπάρχει
6. καὶ τὸ θερμαίνεσθαί τε καὶ ψύχεσθαι βραδέως· ὡς ὅσων
7. γε πρός τε τὰς ἀνατολὰς ἐῤῥώγασιν αἱ πηγαὶ, καὶ διὰ πόρου
8. τινὸς ἢ γῆς διηθεῖται καθαρᾶς, θερμαίνεταί τε καὶ
9. ψύχεται τάχιστα, ταῦτα ἐλπίζειν δεῖ εἶναι κάλλιστα πάσαις
10. ταῖς ἡλικίας. οὐ γὰρ δὴ, καθάπερ οἴνων τε καὶ σιτίων, καὶ
11. γυμνασίων, ἐγρηγόρσεώς τε καὶ ὕπνων, καὶ ἀφροδισίων ἄλλως
12. ἄλλον ἀπολαύειν προσήκει κατὰ τὰς διαφερούσας ἡλικίας,
13. οὕτω καὶ ὕδατος, ἀλλ’, ὅπερ ἄριστον εἴρηται νῦν,
14. τούτῳ χρῆσθαι καὶ παῖδα, καὶ νεανίσκον, καὶ πρεσβύτην,
15. ὥσπερ γε ἀέρα τὸν ἄριστον εἰσπνεῖν ἐν ἅπασιν ὁμοίως
16. χρηστόν. ἄριστον δὲ ἀέρα λέγω τὸν ἀκριβῶς καθαρόν· εἴη
17. δ’ ἂν ὁ τοιοῦτος ὁ μήτ’ ἐκ λιμνῶν, μήτ’ ἐξ ἑλῶν ἀναθυμιάσεως
18. ἐπιθολούμενος, μήτ’ ἐκ βαράθρου δηλητήριον αὔραν
1. ἀποπνέοντος, ὁποία περί τε Σάρδεις ἐστὶ καὶ Ἱερὰν πόλιν,
2. ἑτέρωθί τε πολλαχόθι τῆς γῆς. οὕτως δὲ καὶ ὅστις
3. ἔκ τινος ὀχετοῦ τῶν καθαιρόντων ἢ μεγάλην τινὰ πόλιν
4. ἢ πολυάνθρωπον στρατόπεδον ἐπιθολοῦται, μοχθηρὸς ἱκανῶς
5. ἐστι· μοχθηρὸς δὲ καὶ ὃς ἂν ἔκ τινος σηπεδόνος ἢ
6. ζώων, ἢ λαχάνων, ἢ ὀσπρίων, ἢ κόπρου μιαίνηται· καὶ
7. μὴν καὶ ὅστις ὁμιχλώδης ἐστὶ διὰ ποταμὸν ἢ λίμνην γειτνιῶσαν,
8. οὐκ ἀγαθὸς, ὥσπερ γε καὶ ὅστις ἂν ἐν κοίλῳ
9. χωρίῳ πανταχόθεν ὑψηλοῖς ὄρεσι περιεχόμενος μηδεμίαν
10. πνοὴν δέχηται, πνιγώδης γὰρ ὅδε καὶ σηπεδονώδης ἐστὶν
11. ἀνάλογον τοῖς ἀποκεκλεισμένοις ἐν οἴκοις τισὶν, ἐν οἷς εὐρὼς
12. ὑπὸ σηπεδόνος τε καὶ ἀπνοίας ἀθροίζεται. οἱ μὲν δὴ τοιοῦτοι
13. ἁπάσαις ταῖς ἡλικίαις λυμαίνονται, ὥσπερ γε καὶ
14. ὁ καθαρὸς ἀκριβῶς ἁπάσαις ταῖς ἡλικίαις ἀγαθός. ἡ δὲ
15. κατὰ θερμότητα καὶ ψυχρότητα, καὶ προσέτι ξηρότητα καὶ
16. ὑγρότητα διαφορὰ τῶν ἀέρων οὐχ ὁμοίως ἔχει πρὸς ἅπαντας,
17. ἀλλὰ τοῖς μὲν εὐκράτοις σώμασιν ὁ εὔκρατος ἄριστος,
18. ὅσα δ’ ἂν ὑπό τινος ἐξεχούσης ποιότητος δυναστεύηται,
1. τούτοις ἄριστος ὁ ἐναντιώτατος τῇ κρατούσῃ, ψυχρὸς μὲν
2. τῇ θερμῇ, θερμὸς δὲ τῇ ψυχρᾷ, καὶ δὴ καὶ τῇ μὲν ὑγροτέρᾳ
3. ξηρὸς, τῇ δὲ αὐχμηροτέρᾳ τοῦ προσήκοντος εἰς
4. τοσοῦτον ὑγρότερος, εἰς ὅσον κᾀκείνη τοῦ συμμέτρου ξηροτέρα.
5. ταυτὶ μὲν ἐν τῷδε τῷ λόγῳ γινώσκειν ἱκανά·
6. ὥσπερ δ’ ἄν τις ἐπανορθοίη τὰς ἐκ τῶν μοχθηρῶν ὑδάτων
7. τε καὶ ἀέρων βλάβας, ἐν ἑτέρῳ βιβλίῳ ῥηθήσεται, νυνὶ
8. γὰρ οἷον σκοπόν τινα καὶ κανόνα τὴν ἀρίστην κατασκευὴν
9. τοῦ σώματος ἐπὶ τοῖς ἀρίστοις διαιτήμασι διελθεῖν ἔγνωκα·
10. τὰς δὲ τῶν ἡμαρτημένων κατά τι σωμάτων ἅμα καὶ διαιτημάτων
11. ὑπαλλάξεις ἐν τοῖς μετὰ ταῦτα γράμμασιν ἁπάσας
12. διαιρήσομεν.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 1.11, ed. Kühn, 1823, vol. 6, p. 54-59. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩