Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 1.12, ed. Kühn, 1823, vol. 6, p. 59-68. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.12

13. Πάλιν οὖν ὁ λόγος ἐπὶ τὸν ἄριστα κατεσκευασμένον
14. παῖδα ἐπανελθὼν τὴν ἀπὸ τῆς πρώτης
15. ἑβδομάδος ἡλικίαν αὐτοῦ μέχρι τῆς δευτέρας ἐκδιηγείσθω,
16. κατά τε τὴν κρᾶσιν ὁποία τίς ἐστι καὶ ὧν τινων χρῄζει
17. διαιτημάτων. ἡ μὲν δὴ κρᾶσις, ὡς κᾀν τοῖς περὶ κράσεων
18. ὑπομνήμασι δέδεικται, θερμὴ μέν ἐστιν ὁμοίως,
1. ὑγρὰ δὲ οὐχ ὁμοίως. ἀεὶ γὰρ ἀπὸ τῆς πρώτης γενέσεως
2. ἅπαν ζῶον ὁσημέραι γίνεται ξηρότερον, οὐ μὴν θερμότερόν
3. γε ἢ ψυχρότερον ὡσαύτως ἐπὶ πάσαις ἡλικίαις.
4. ἀλλ’ ὅσα μὲν ἄριστα κατεσκεύασται σώματα, παραπλησία
5. πως ἡ θερμότης ἐπὶ τούτων ἄχρι τῆς ἀκμῆς παραμένει·
6. ὅσα δὲ ὑγρότερα καὶ ψυχρότερα τῶν ἀρίστων ἐστὶν, αὐξάνεται
7. τούτων ἡ θερμότης. ἀλλ’ ὅ γε νῦν λόγος οὐχ
8. ὑπὲρ ἐκείνων ἐστίν. ὁ δὲ ἄριστα κατεσκευασμένος ἐκεῖνος
9. ἄχρι τῆς τεσσαρεσκαιδεκαέτιδος ἡλικίας ἐν τῇ προειρημένῃ
10. διαίτῃ φυλαττέσθω, γυμναζόμενός τε μήτε πάνυ πολλὰ
11. μήτε βίαια, μή πως αὐτοῦ τὴν αὔξησιν ἐπίσχωμεν, καὶ
12. λουόμενος ἐν θερμοῖς μᾶλλον ἢ ψυχροῖς λουτροῖς, οὔπω
13. γὰρ οὐδὲ τούτων ἀλύπως ἀνέχεσθαι δυνήσεται. πλαττέσθω
14. δὲ καὶ τὴν ψυχὴν ἐν τῷδε τῆς ἡλικίας καὶ μάλιστα δι’ ἐθισμῶν
15. καὶ σεμνῶν μαθημάτων, ὅσα μάλιστα ψυχὴν ἐργάζεσθαι
16. κοσμίαν ἱκανά· πρὸς γὰρ τὰ μέλλοντα κατὰ τὴν ἑξῆς
17. ἡλικίαν αὐτοῦ περὶ τὸ σῶμα πραχθήσεσθαι μέγιστον
18. ἐφόδιόν ἐστιν ἡ εὐκοσμία τε καὶ εὐπείθεια. μετὰ δὲ τὴν
1. δευτέραν ἑβδομάδα μέχρι τῆς τρίτης εἰ μὲν εἰς τὴν ἄκραν
2. εὐεξίαν ἄγειν αὐτὸν ἐθέλοις, ἤτοι στρατιώτην τινὰ γενναῖον,
3. ἢ παλαιστικὸν, ἢ ὁπωσοῦν ἰσχυρὸν ἀπεργάσασθαι βουλόμενος,
4. ἧττον τῶν τῆς ψυχῆς ἀγαθῶν, ὅσα γε εἰς ἐπιστήμην
5. τινὰ καὶ σοφίαν ἄγει, προνοήσῃ. τὰ μὲν γὰρ εἰς
6. ἦθος ἐν τῷδε μάλιστα τῆς ἡλικίας ἀκριβωθῆναι προσήκει.
7. εἰ δὲ τὰ μὲν κατὰ τὸ σῶμα μέχρι τοῦ κρατυνθῆναι τὰ
8. μόρια καὶ περιποιῆσαί τινα ἕξιν ὑγιεινὴν καὶ αὐξῆσαι
9. προαιροῖο, τὸ δὲ λογικὸν τῆς ψυχῆς τοῦ μειρακίου κοσμῆσαι
10. σπουδάζοις, οὐ τῆς αὐτῆς ἐπ’ ἀμφοῖν διαίτης δεήσῃ.
11. καίτοι καὶ τρίτον ἂν καὶ τέταρτον εἶδος βίου εὑρεθείη ποτὲ,
12. τῶν μὲν ἐπί τινα βάναυσον ἀφιγμένων τέχνην, καὶ ταύτην
13. ἤτοι γυμνάζουσαν, ἢ ἀγύμναστον φυλάττουσαν τὸ σῶμα,
14. τῶν δὲ ἐπὶ γεωργίας, ἢ ἐμπορίας, ἤ τι τοιοῦτον ἕτερον.
15. ὥστε καὶ χαλεπὸν εἶναι δοκεῖ ἀριθμῷ τινι περιλαβεῖν πάσας
16. τῶν βίων τὰς ἰδέας. τῆς μὲν γὰρ ὑγιεινῆς τέχνης ἐπάγγελμά
17. ἐστιν ἅπασιν ἀνθρώποις ὑποθήκας διδόναι πρὸς
1. ὑγίειαν, ἤτοι καθ’ ἕκαστον ἰδίας, ἢ κοινῇ σύμπασιν ἁρμοττούσας,
2. ἢ τὰς μέν τινας ἰδίας αὐτῶν, τὰς δὲ κοινάς. οὐ
3. μὴν ἐγχωρεῖ περὶ πάντων ἅμα διελθεῖν, ἀλλὰ πρῶτον
4. μὲν, ὡς ἄν τις ἐπὶ μήκιστον ἐκτείνων τὴν ζωὴν ὑγιαίνῃ
5. τὰ πάντα· χρὴ δ’, οἶμαι, τὸν τοιοῦτον βίον ἁπάσης
6. ἀναγκαίας πράξεως ἀποκεχωρηκέναι, μόνῳ σχολάζοντα τῷ
7. σώματι· δεύτερον δὲ μεθ’ ὑποθέσεως ἢ τέχνης, ἢ πράξεως,
8. ἢ ἐπιτηδεύματος, ἢ ὑπηρεσίας τινὸς, ἤτοι πολιτικῆς, ἢ
9. ἰδιωτικῆς, ἢ ὅλως ἀναγκαίας ἀσχολίας. οὐ δὴ γὰρ ἄλλως ἂν
10. εἴη σαφὴς ὁ λόγος, οὔτ’ εὐμνημόνευτος, οὔτε μεθόδῳ περαινόμενος
11. ἡμῖν γίνοιτο χωρὶς τῆς εἰρημένης ἄρτι τάξεως.
12. ἐπὶ δὲ τὴν πρώτην ἀνέλθωμεν ὑπόθεσιν, ἐπιδείξωμέν τε,
13. ὅπως ἄν τις ἀρίστης τυχὼν κατασκευῆς σώματος, ἀποχωρήσας
14. ἁπάντων τῶν κατὰ τὸν βίον εἰς τὸ κοινὸν συντελούντων,
15. ἑαυτῷ μόνῳ ζήσειε, μήτε νοσήσας μηδέποτε, καθόσον
16. οἷόν τε, μήτε ἀποθανὼν ἔμπροσθεν τοῦ μηκίστου χρόνου
1. τῆς ζωῆς. ἄφθαρτον μὲν γὰρ ποιῆσαι τὸ γεννητὸν
2. οὐχ οἷόν τε, κᾂν ὅτι μάλιστα τῶν καθ’ ἡμᾶς νῦν τις ἀνὴρ
3. φιλόσοφος ἐπειρᾶτο δεικνύναι τοῦτο διὰ τοῦ θαυμασίου
4. τούτου συγγράμματος, ἐν ᾧ διδάσκει τὴν ὁδὸν τῆς ἀθανασίας.
5. ἐπὶ πλεῖστον δὲ χρόνον προσήκει ἐγχωρεῖν ποιῆσαι
6. τὸ σῶμα, καὶ μάλιστα τοῦ κάλλιστα πεφυκότος. ἔνια
7. γὰρ οὕτως εὐθὺς ἐξ ἀρχῆς κατεσκεύασται κακῶς, ὡς μηδ’
8. εἰς ἑξηκοστὸν ἔτος ἀφικέσθαι δύνασθαι, κᾂν αὐτὸν αὐτοῖς
9. ἐπιστήσῃς τὸν Ἀσκληπιόν. ἀλλ’ οὐ νῦν περὶ ἐκείνων ὁ
10. λόγος. ἐπὶ δὲ τὸν κατεσκευασμένον ἄριστα πάλιν ἐπανελθόντες
11. ἀναμνήσωμεν ὧν ἐν ἀρχαῖς ἀπεδείξαμεν, ὡς ἐσθίειν
12. μὲν καὶ πίνειν ἀναγκαῖον ἡμῖν, ἐπειδὴ διαπαντὸς ἀποῤῥεῖ
13. τι τοῦ σώματος ἡμῶν, ἐπεὶ δὲ ἐσθίομέν τε καὶ πίνομεν,
14. ἀναγκαῖον αὖθίς ἐστιν τῆς τῶν περιττωμάτων προνοεῖσθαι
15. κενώσεως. ἐπεὶ δὲ τούτων ἐστὶν εἴδη πολλὰ, τὰ μὲν τῆς
16. ἐν τῇ γαστρὶ πεπτομένης τροφῆς, τὰ δὲ τῆς ἐν ἥπατι καὶ
17. ἀρτηρίαις καὶ φλεψὶ, τὰ δὲ τῆς καθ’ ἕκαστον μόριόν ἐστι
1. περιττώματα, χρὴ δήπου καὶ τὴν κένωσιν αὐτῶν ἰδίαν
2. εἶναι καθ’ ἕκαστον, ὥσπερ γε καὶ ἡ φύσις αὐτὴ φαίνεται
3. τοῦτ’ ἐξ ἀρχῆς ἐργασαμένη. παρεσκεύασε γὰρ τοῖς ζώοις
4. ὄργανα πολλὰ, τὰ μὲν ἐκκαθαίροντά τε καὶ διακρίνοντα
5. ταυτὶ τὰ περιττώματα, τὰ δὲ παράγοντα, τὰ δὲ ἀθροίζοντα,
6. τὰ δὲ ἐκκρίνοντα. καὶ λέλεκται μὲν ὑπὲρ ἁπάντων
7. ἐπὶ πλέον ἔν τε τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι
8. κᾀν τοῖς περὶ χρείας μορίων· ἐν δὲ τῷ παρόντι ἔσται καὶ
9. ταῦθ’ ἡμῖν ὑπόθεσις τῶν λόγων. τὸ μὲν γὰρ πρῶτον περίττωμα
10. διακρίνεταί τε καὶ προπέμπεται κατὰ βραχὺ διὰ
11. πάντων τῶν ἐντέρων ἄχρι τῆς κατὰ τὸ καλούμενον ἀπευθυσμένον
12. ἀξιολόγου κοιλότητος, ἧς κατὰ τὸ πέρας ἐπίκεινται
13. μύες, εἴργοντές τε καὶ κατέχοντες ἔνδον αὐτὸ, καὶ
14. κωλύοντες ἀκαίρως ἐκρεῖν· ἐπειδὰν δ’ ἱκανῶς ἀθροισθὲν
15. ἀνιαρὸν ᾖ τῷ ζώῳ, τηνικαῦτα παρίασιν ἔξω φέρεσθαι, συντελούντων
16. πρὸς τὸ τάχος τῆς ἀφόδου τῶν κατ’ ἐπιγάστριον
17. μυῶν ἅμα τῷ διαφράγματι. τὸ δ’ ἐν ἥπατι περίττωμα, τὸ
1. μὲν οἷόν περ τὸ καλούμενον ἄνθος ἐν τοῖς οἴνοις ἐστὶ,
2. τὸ δ’ οἷόν περ ἡ τρύξ. ἕλκεται δὲ τὸ μὲν ἕτερον ὑπὸ τῆς
3. ὑποκειμένης τῷ σπλάγχνῳ κύστεως, τὸ δ’ ἕτερον ὑπὸ τοῦ
4. σπληνός· ἀθροισθέντα δὲ ἐν τούτοις ἐκκρίνεται, τὸ μὲν
5. εἰς τὴν ἀρχὴν τῶν λεπτῶν ἐντέρων, τὸ δ’ εἰς αὐτὴν τὴν
6. γαστέρα, καὶ ἀπὸ τούτων ἤδη διὰ πάντων τῶν ἐντέρων
7. ἅμα τῷ ξηροτέρῳ περιττώματι τῆς τροφῆς διεξέρχεται. τὸ
8. δὲ ἐν φλεψὶ καὶ ἀρτηρίαις περίττωμα τοιοῦτόν ἐστιν, οἷον
9. ὀῤῥὸς ἐν τῷ πηγνυμένῳ γάλακτι. καθῄραντες δὲ καὶ τοῦτο
10. οἱ νεφροὶ τῇ κύστει παραπέμπουσιν· ἡ δ’ ἀθροίζει τρόπον
11. ὁμοιότατον τῷ πρόσθεν εἰρημένῳ περὶ τοῦ ξηροῦ περιττώματος·
12. ἐπίκειται γάρ τις καὶ τῇδε κατὰ τὸν ἔκρουν
13. ἐπικάρσιος μῦς, κλείων οὕτως ἀκριβῶς τὸ στόμιον, ὡς μηδὲν
14. ἔξω παραῤῥεῖν. ἐπειδὰν δὴ καὶ τοῦθ’ ἱκανῶς ἤδη γινόμενον
15. ἀνιᾷ τὸ ζῶον, ἀφίσταται μὲν ὁ μῦς τῆς φρουρᾶς,
16. ἀνιείς τε καὶ χαλῶν ἑαυτὸν, ἐκκρίνει δὲ τὸ περιττὸν ἅπαν ἡ
17. κύστις, ἐπιβοηθούντων αὖ καὶ τῇδε πρὸς τὸ τάχος τῆς τῶν
18. ξηρῶν περιττωμάτων ἐξόδου μυῶν τῶν κατὰ τὸ ἐπιγάστριον.
1. τὸ δ’ ὑπόλοιπον γένος τῶν περιττωμάτων γίνεται μὲν ἐν
2. ἑκάστῳ μορίῳ τοῦ τρέφοντος αὐτὰ χυμοῦ, τὸ μὲν οἷον
3. ἡμίπεπτόν τι λείψανον, ἀδυνατῆσαν ἐξομοιωθῆναι τῷ τρεφομένῳ,
4. τὸ δ’, ὅπερ ἦν ἔμπροσθεν ἀναδόσεως ὄχημα, πληρῶσαν
5. τὴν χρείαν, ὑγρὸν καὶ λεπτὸν ὂν, οἷόν περ τὸ
6. προειρημένον ὀῤῥῶδες, ἐκ τῶν ἀγγείων εἰς τὴν κύστιν
7. περιῤῥεῖ. τούτῳ τῷ περιττώματι πόρος μὲν οὐδείς ἐστιν
8. ἀποτεταγμένος ὑπὸ τῆς φύσεως, ἐκκρίνεται δὲ διά τε τῶν
9. μαλακῶν σωμάτων φερόμενον, εἰκόντων αὐτοῦ τῇ ῥύμῃ;
10. καὶ μάλισθ’ ὅταν ὑπὸ πνεύματος ἀθροωτέρου ὁρμήσαντος
11. ὠθῆται, καὶ μέντοι καὶ διὰ τῶν σμικρῶν ἁπάντων
12. πόρων, ὧν ἐστι πλῆρες ὅλον τε τὸ σῶμα καὶ σύμπαν τὸ
13. δέρμα. λέλεκται δ’ ὑπὲρ τῆς γενέσεως αὐτῶν ἐν τοῖς περὶ
14. κράσεων. τὸ μὲν δὴ λεπτότατον περίττωμα ῥᾳδίως ἐκκρίνεται,
15. πρός τε τῆς ἐμφύτου θερμότητος εἰς ἰδέαν ἀτμοῦ
16. λυόμενον, ὑπό τε βιαίας κινήσεως ἀθρόως ἐκρηγνύμενον.
17. ὀνομάζεται δὲ τὸ μὲν οὕτως ἐκκριθὲν ἱδρώς· τὸ δὲ ἕτερον;
1. οὐδὲν ἔχον ὄνομα, ὅτι οὐδὲ γινώσκεται τοῖς πολλοῖς, ἅτε
2. τὴν ὄψιν ἐκφεῦγον ὑπὸ λεπτότητος, ἄδηλος αἰσθήσει διαπνοὴ
3. κέκληται πρὸς αὐτῶν τῶν φωρασάντων αὐτὸ τῷ λογισμῷ.
4. κατὰ τήνδε τὴν ἄδηλον αἰσθήσει διαπνοὴν ἐκκρίνεταί
5. τι καὶ τοῦ παχυτέρου περιττώματος. ἰσχυροτέρας δὲ δεῖ
6. τῷδε καὶ τῆς ἀγούσης θερμότητος, καὶ τῆς ὠθούσης ῥύμης,
7. ἢ κίνδυνος αὐτῷ στῆναι κατά γε τὸ δέρμα, πρὶν ἐξαφικέσθαι
8. πρὸς τὸ πέρας. ἐκ τούτου τοῦ περιττώματος ἥ τε
9. τῶν τριχῶν ἐδείκνυτο γένεσις, οὐχ ἥκιστα δὲ καὶ ὁ περὶ τοῖς
10. δέρμασιν ἀθροιζόμενος ἅπασι ῥύπος. εἴρηταί μοι σχεδὸν τὰ
11. ἀναγκαῖα ἅπαντα τοῦ λόγου κεφάλαια τῆς τῶν περιττωμάτων
12. γενέσεώς τε ἅμα καὶ κενώσεως, ἀποδεδειγμένα μὲν ἐν
13. ἑτέραις πραγματείαις, ὧν ὀλίγον ἔμπροσθεν ἐμνημόνευσα,
14. μελλήσοντα δ’ ὑπόθεσις ἀναγκαία γενήσεσθαι τοῖς νῦν ἐνεστηκόσι
15. λόγοις. ἐπειδὴ γὰρ ἐκκενοῦσθαι χρὴ ταῦτα, μοχθηρὰ
16. ταῖς ποιότησιν ὑπάρχοντα, κᾂν Ἀσκληπιάδης μὴ βούληται,
17. χρὴ πρῶτον μὲν ἐπίστασθαι τὰς αἰτίας αὐτῶν τῆς ἐπισχέσεως,
18. ἐφεξῆς δὲ πειρᾶσθαι μήτε περιπίπτειν αὐταῖς, εἰ
1. δὲ καὶ περιπέσοιμέν ποτε, διὰ ταχέων ἐπανορθοῦσθαι τὸ
2. σφάλμα πειρᾶσθαι. τὸ μὲν δὴ μὴ περιπίπτειν ἐκ τοῦ γινώσκειν,
3. πότερον αὐτάρκως ἀποκρίνεται, ἢ μὴ, περιγίνεται·
4. τὸ δ’ ἐπανορθοῦσθαι μεθόδου τινὸς ἑτέρας προσδεῖται.

Cliquer un n° de page pour en afficher l’image