Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 1.13, ed. Kühn, 1823, vol. 6, p. 68-73. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.13

5. Λεγέσθω δὴ πρῶτον μὲν, ὑφ’ ὧν ἴσχεται
6. τῶν εἰρημένων ἐκκρίσεων ἑκάστη· δεύτερον δὲ, ὅπως ἄν τις
7. ἐπεσχημένην αὐτὴν προτρέψαι. ἡ μὲν δὴ τῶν περὶ τὴν
8. γαστέρα περιττωμάτων ἐπίσχεσις ἤτοι διὰ τὰ λαμβανόμενα
9. σιτία τε καὶ ποτὰ γίγνοιτ’ ἂν, ἢ διὰ τὴν γαστέρα μετὰ
10. τῶν ἐντέρων· διὰ μὲν τὰ σιτία καὶ ποτὰ, παρά τε τὴν
11. ποιότητα καὶ ποσότητα τῶν ληφθέντων, ἔτι τε πρὸς τούτοις
12. τάξιν τε καὶ τὸν τρόπον τῆς χρήσεως· παρὰ μὲν τὴν ποιότητα,
13. στρυφνῶν, ἢ αὐστηρῶν, ἢ ξηρῶν ταῖς συστάσεσιν
14. ὑπαρχόντων· παρὰ δὲ τὴν ποσότητα, τοῦ προσήκοντος πλειόνων
15. ἢ ἐλαττόνων· παρὰ δὲ τὴν τάξιν, εἰ τὰ μὲν ξηρὰ καὶ στύφοντα
16. πρότερον, τὰ δὲ ὑγρὰ καὶ λιπαρὰ καὶ γλυκέα δεύτερα
17. προσενέγκαιτο· παρὰ δὲ τὸν τρόπον τῆς χρήσεως, εἰ, δέον δὶς
1. σιτεῖσθαι, πᾶσαν εἰς ἅπαξ προσενέγκαιτο τὴν τροφήν. ἡ δὲ
2. περὶ τὴν γαστέρα τε καὶ τὰ ἔντερα τῆς ἐπισχέσεως τῶν περιττωμάτων
3. αἰτία διά τε τὴν φύσιν αὐτῶν καὶ διὰ τὴν ἐπίκτητον
4. γίνεται διάθεσιν. αἱ μὲν δὴ περὶ τὴν φύσιν αὐτῶν
5. αἰτίαι μοχθηρῶν εἰσι τοῦ σώματος κατασκευῶν, ὡς ἐν τῶ
6. περὶ ἐκείνων εἰρήσεται λόγῳ· περὶ δὲ τῶν ἐπικτήτων ἐν
7. τῷδε ῥητέον. ὀκτὼ διαφοραὶ τῶν τῆς γαστρὸς προσφάτων
8. εἰσὶ διαθέσεων, ἅπασαι δυσκρασίαι κατὰ γένος ὑπάρχουσαι,
9. τέσσαρες μὲν ἁπλαῖ, θερμότης, ψυχρότης, ξηρότης καὶ
10. ὑγρότης, τέσσαρες δὲ ἄλλαι σύνθετοι, θερμότης τε
11. ἅμα καὶ ξηρότης, καὶ θερμότης ἅμα ὑγρότητι, καὶ ψυχρότης
12. ἅμα καὶ ξηρότης, καὶ ψυχρότης ἅμα ὑγρότητι. χρὴ δὲ
13. εἰς τοσοῦτον ἥκειν μεγέθους ἑκάστην τῶν δυσκρασιῶν, ὡς
14. ἀσθενῆ φανερῶς ἐργάσασθαι τὴν προωστικὴν δύναμιν, ἤτοι
15. τῆς γαστρὸς μόνης, ἢ τῶν λεπτῶν ἐντέρων, ἢ τῶν παχέων,
16. ἢ καὶ συμπάντων ἅμα τῶν εἰρημένων, ἤ τινων ἐν αὐτοῖς.
17. συνίστανται δ’ αἱ τοιαῦται δυσκρασίαι ποτὲ μὲν ἀπὸ
18. τῶν εἴσω τοῦ σώματος λαμβανομένων, ἔστι δ’ ὅτε καὶ
19. ἀπὸ τῶν ἔξωθεν προσπιπτόντων· ἀπὸ μὲν τῶν εἴσω τοῦ
1. σώματος, ὁπόταν ἐν ταῖς τροφαῖς ἢ τοῖς πόμασι φαρμακωδεστέρα
2. τις ᾖ δύναμις, ἢ θερμαινόντων, ἢ ψυχόντων, ἢ
3. ξηραινόντων, ἢ ὑγραινόντων, ἢ θερμαινόντων τε ἅμα καὶ
4. ξηραινόντων, ἢ καὶ κατ’ ἄλλην τινὰ συζυγίαν ἐνεργούντων·
5. ἀπὸ δὲ τῶν ἔξωθεν προσπιπτόντων, ἤτοι τοῦ περιέχοντος
6. ἡμᾶς ἀέρος ἀμέτρως θερμαίνοντος, ἢ ψύχοντος, ἢ ξηραίνοντος,
7. ἢ ὑγραίνοντος, ἢ κατὰ συζυγίαν τινὰ τούτων ἐνεργοῦντος, ἢ
8. ἀπό τινος ὕδατος, ἐν ᾧ τις ἔτυχε λουσάμενος, ἢ ἀλείμματός
9. τινος, ἢ ἁπλῶς ὅτου δή τινος ἑτέρου προσπεσόντος ἔξωθεν
10. τῇ γαστρὶ, θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν
11. ἀμέτρως δυναμένου. διὰ ταύτας μὲν δὴ τὰς αἰτίας ἐπέχεται
12. γαστήρ. τὸ δὲ πικρόχολον περίττωμα διά τε τὴν ἀῤῥωστίαν
13. τῆς ἑλκούσης ἢ ἐκκρινούσης αὐτὸ δυνάμεως, καὶ
14. διὰ στενοχωρίαν τῶν παραγόντων τε καὶ ἐκκρινόντων ὀργάνων.
15. ἀλλ’ ἡ μὲν ἀῤῥωστία τῆς τε κύστεως ὅλης τῆς ἐπὶ τῷ
16. ᾕπατι, καὶ τῶν ἀπ’ αὐτῆς εἰς τὸ σπλάγχνον ἀγόντων στομάτων,
17. καὶ τῶν εἰς τὸ ἔντερον ἐξερευγομένων πόρων ἐπὶ
1. προσφάτῳ δυσκρασίᾳ γίγνοιτ’ ἂν, ἐφ’ ἧσπερ καὶ ἡ προωστικὴ
2. δύναμις ἐλέγετο βλάπτεσθαι τῶν ἐντέρων τε καὶ τῆς
3. γαστρός· ἡ δὲ στενοχωρία ἢ διὰ φλεγμονὴν, ἢ σκίῤῥον,
4. ἢ ἔμφραξιν, ἢ τὴν ἐκ τῶν περιεχόντων αὐτὰ θλίψιν, ἢ μύσιν
5. τῶν στομάτων. αὐταὶ δ’ αἱ θλίψεις ἐκ τῶν περιεχόντων
6. ἢ διὰ πλῆθος ἄμετρον τῶν ἐν αὐτοῖς περιεχομένων,
7. ἢ διὰ φλεγμονὴν, ἢ σκίῤῥον, ὥσπερ γε καὶ ἡ μύσις διά τι
8. τούτων ἢ ξηρότητα, τῆς ξηρότητος δ’ αὐτῆς αἰτίαι τά
9. τε στύφοντα σφοδρῶς ἐστι καὶ τὰ θερμαίνοντα μετὰ τοῦ
10. ξηραίνειν. τὰ μὲν γὰρ ἐκθλίβοντά τε τὴν ὑγρότητα καὶ
11. αὐτὰ τὰ κεχῃνότα συνάγοντά τε καὶ σφίγγοντα καὶ πιλοῦντα,
12. τὰ δὲ διαφοροῦντα τὰς ὑγρότητας τὴν ξηρότητα
13. ἐργάζεται. φλεγμονὴ γὰρ καὶ σκίῤῥος ἤδη γε νοσήματα
14. φανερῶς ἐστιν· ὥστ’ ἐκπέπτωκεν τῆς ὑγιεινῆς πραγματείας,
15. ἄλλως τε καὶ περὶ αὐτῶν εὐκαιρότερον εἰρήσεται. κατὰ δὲ
16. τὸν αὐτὸν τρόπον οὐδὲ τὸ μελαγχολικὸν ἐκκαθαρθήσεταί
17. ποτε περίττωμα, τοῦ μὲν σπληνὸς ἀνάλογον ἔχοντος τῇ χοληδόχῳ
1. κύστει, τῆς δ’ εἰς αὐτὸν τεταμένης φλεβὸς ἀπὸ
2. πυλῶν τοῦ ἥπατος τοῖς ἕλκουσιν ἀγγείοις τὸ χολῶδες περίττωμα,
3. τῆς δ’ ἐκ τοῦ σπληνὸς εἰς τὴν γαστέρα φερομένης
4. φλεβὸς τῷ τὴν χολὴν ἐξερευγομένῳ πόρῳ. τὸ δὲ καθ’
5. ἕκαστον τῶν τρεφομένων τοῦ ζώου μορίων περίττωμα διά
6. τε πλῆθος καὶ πάχος αὐτοῦ, καὶ προσέτι καὶ γλισχρότητα,
7. ἢ δι’ ἀῤῥωστίαν τῆς λυούσης αὐτὸ θερμότητος, καὶ διὰ στενοχωρίαν
8. τῆς διεξόδου κωλυθήσεται. πλῆθος μὲν δὴ, καὶ
9. πάχος, καὶ γλισχρότης ἤτοι γ’ ἐκ τῆς τῶν πομάτων τε καὶ
10. ἐδεσμάτων γίνεται φύσεως, ἢ ἐκ προσφάτου τινὸς ἀῤῥωστίας
11. τῆς ἀλλοιωτικῆς ἐν τῷ τρεφομένῳ δυνάμεως· ἡ δ’ ἀσθένεια
12. τῆς οὐ λυούσης αὐτὸ θερμότητος ἀγυμνασίας ἔκγονος ὑπάρχει·
13. καὶ ἡ στενοχωρία δὲ τῆς διεξόδου διὰ σκίῤῥον, καὶ
14. φλεγμονὴν, ἔμφραξίν τε καὶ θλίψιν, καὶ μύσιν γίνεται·
15. τούτων δὲ ἑκάστου τὴν γένεσιν ὀλίγῳ πρόσθεν εἰρήκαμεν.
16. ἔνια μέντοι μόρια πρὸς τοῖς ἀδήλοις τούτοις πόροις ἑτέρους
17. τινὰς ἔχει σαφεῖς καὶ αἰσθητοὺς, ὥσπερ ἐγκέφαλός
1. τε καὶ ὀφθαλμός. καὶ τοῦτο γίνεται πρὸς τῆς φύσεως
2. ἢ διὰ τὸ κύριον τοῦ μέρους, ἢ διὰ τὴν ἀκρίβειαν
3. τῆς ἐνεργείας, ἢ διὰ πυκνότητα τῶν περιεχόντων σωμάτων.
4. ὁ μὲν γὰρ ἐγκέφαλος οἶκός τίς ἐστιν τῆς λογικῆς ψυχῆς,
5. καὶ στεγανῷ περιλαμβανόμενος ὀστῷ διὰ μεγίστων τε καὶ
6. πλείστων ὀχετῶν ἐκκαθαίρεται, πρῶτον μὲν τῶν κατὰ τὰς
7. ῥῖνάς τε καὶ τὴν ὑπερῴαν, δεύτερον δὲ τῶν καθ’ ἑκάτερον
8. οὖς, καὶ τρίτον τῶν κατὰ τὰς τοῦ κρανίου ῥαφάς·
9. οὐκ ἀπεικὸς δὲ καὶ εἰς τοὺς ὀφθαλμούς τι συῤῥεῖν ἐξ αὐτοῦ.
10. ὁ δὲ ὀφθαλμὸς οὐχ ὡς κύριος ἔτι οὗτός γε, ἀλλ’ ὡς
11. ἀκριβῶς καθαρὸς εἶναι δεόμενος εἰς τὴν τῆς ἐνεργείας ἀκρίβειαν,
12. αἰσθητοῖς τε ἐκκενοῦται πόροις ἅπαν ὅσον ἐν αὐτῷ
13. περίττωμα γεννᾶται, κατά τε τὴν ῥῖνα καὶ κατὰ τὰ βλέφαρα.

Cliquer un n° de page pour en afficher l’image