14. Τὰ μὲν οὖν τῶν περιττωμάτων αἴτιά τε
15. καὶ ὄργανα λέλεκται. ὅπως δ’ ἄν τις ταῦτα κατεσχημένα
16. κενώσαι, ἐφεξῆς λεκτέον, ἀρξαμένους αὗθις ἀπὸ τῶν κατὰ
17. τὴν γαστέρα. κοινὸν μὲν οὖν ἐπὶ πάντων παράγγελμα, τὴν
1. ἐναντίαν αἰτίαν τῇ τὴν βλάβην ἐργασαμένῃ προσάγειν· ἴδιον
2. δὲ καθ’ ἑκάστην, εἰ μὲν ὀλιγώτερα καὶ ξηρότερα προσαράμενος
3. ἐπισχεθῇ τὴν γαστέρα, πλείω τε ἅμα προσφέρειν καὶ ὑγρότερα,
4. εἰ δὲ ξηρότερα, πλείω μὲν μὴ προσφέρειν, ὑγρότερα
5. δὲ, εἰ δ’ αὐστηρὰ καὶ στρυφνὰ, γλυκέσι τε καὶ λιπαροῖς εὐωχεῖν,
6. εἰ δὲ τῇ τάξει πλημμελῶς, εἰς τὸ δέον ἐπανάγειν,
7. εἰ δὲ ἅπαξ ἀντὶ τοῦ δὶς, οὐ μόνον δὶς, ἀλλὰ καὶ πολλάκις
8. προσφέρειν. κατὰ δὲ τὸν αὐτὸν τρόπον τὰς προσφάτους
9. δυσκρασίας ἐξιᾶσθαι τοῖς ἐναντίοις, ὑγραίνοντα μὲν, εἰ
10. ξηρανθείη, θερμαίνοντα δὲ, εἰ ψυχθείῃ, κᾀπὶ τῶν ἄλλων
11. ποιοτήτων ἀναλόγως. αἱ δ’ ὗλαι τούτων ἐν ταῖς περὶ τῶν
12. φαρμάκων ἡμῖν γεγραμμέναις πραγματείαις εἴρηνται. ἐπισχεθείσης
13. δὲ τῆς ξανθῆς χολῆς, ἐπὶ μὲν ἐμφράξει τῇ λεπτυνούσῃ
14. διαίτῃ χρηστέον· εἴρηται δ’ ἡ ὕλη τῆς τοιαύτης διαίτης
15. ἑτέρωθι δι’ ἑνὸς γράμματος· ἐπὶ δὲ θλίψεσι, ταῖς
16. μὲν διὰ τὴν τῶν ὁμιλούντων τοῖς χολοδόχοις πόροις σωμάτων
17. ἄμετρον πλήρωσιν, εἰ μὲν διὰ πάχος χυμῶν, τῇ
1. λεπτυνούσῃ διαίτῃ χρηστέον, εἰ δὲ διὰ πλῆθος, τῇ κενώσει·
2. εἰ δὲ διὰ φλεγμονὴν ἢ σκίῤῥον, ἐκπέπτωκεν ἤδη τὰ τοιαῦτα
3. τῆς ὑγιεινῆς πραγματείας· εἰ δὲ διὰ δυσκρασίαν ὑπόγυιον,
4. ἀντεισάγοντα τὴν ἡττημένην ποιότητα. κατὰ δὲ τὸν αὐτὸν
5. τρόπον ἰᾶσθαι χρὴ τὴν μύσιν τῶν στομίων, ἐπὶ μὲν τοῖς
6. αὐστηροῖς γινομένην, τὰ λιπαρὰ καὶ γλυκέα κελεύοντα λαμβάνειν,
7. ἐπὶ δὲ τοῖς θερμαίνουσι καὶ ξηραίνουσιν, ὅσα ψύχει
8. καὶ ὑγραίνει. λεχθήσεται δ’ ἡ τῶν τοιούτων ὕλη ἐν τοῖς
9. ἑξῆς ὑπομνήμασιν. ὁ αὐτὸς δὲ τρόπος ἐστὶ τῆς καθάρσεως
10. ἐπισχεθέντι τῷ τρίτῳ γένει τῶν περιττωμάτων, ὃ καθ’ ἕκαστον
11. τοῦ ζώου μόριον ἔφαμεν συνίστασθαι. εἰ μὲν γὰρ μύσει
12. ἔτι τὰ στόματα τῶν πόρων, ἐπανορθοῦσθαι χρὴ διὰ
13. τῶν ἐναντίων τοῖς βλάψασι, τὰς μὲν ἐπὶ τοῖς ψύχουσιν αἰτίοις
14. στεγνώσεις ἐκθερμαίνοντα, καθάπερ ὅσαι πυκνωθέντων
15. ἡμῶν ὑπὸ κρύους γίνεται, τὰς δὲ ἐπὶ θερμότητι καὶ
16. ξηρότητι ἐμψύχοντά τε καὶ ἀνυγραίνοντα, καθάπερ ὅσαι δι’
1. ἐκκαύσεις· οὕτω δὲ καὶ ὅσαι διὰ τῶν στυφόντων προσέπεσον,
2. ὥσπερ ὅσα τῶν ὑδάτων ἐστὶ στυπτηριώδη, λιπαραῖς
3. τε καὶ μαλακαῖς τρίψεσιν ἅμα τοῖς τῶν γλυκέων ὑδάτων
4. λουτροῖς. εἰ δὲ ἐμφραχθεῖεν οἱ πόροι διὰ πάχος, ἢ πλῆθος,
5. ἢ γλισχρότητα περιττωμάτων, ἡ λεπτύνουσα δίαιτα τούτοις
6. ἁρμόσει, καὶ ὅσα τέμνει καὶ θερμαίνει φάρμακα, τὰ μὲν
7. εἴσω τοῦ σώματος λαμβανόμενα, τὰ δὲ ἔξωθεν ἐπιτιθέμενα,
8. καὶ πρὸ τούτων ἁπάντων γυμνάσια. καὶ γὰρ καὶ ταῦτα λύειν
9. τε δύναται τὰ περιττώματα καὶ διὰ τῶν πόρων ἐκκενοῦν,
10. καὶ τοσούτῳ πλεονεκτεῖ τῶν λεπτυνόντων ἐδεσμάτων τε καὶ
11. φαρμάκων, ὅσῳ βέλτιόν ἐστι μηδὲν βλαπτόμενον εἰς τὴν τῶν
12. σωμάτων ἕξιν ἐκκενοῦσθαι τὰ περιττὰ τοῦ σώματος τοῦ
13. σὺν τῷ τάς τε σάρκας συντήκεσθαι καὶ ἰσχνοῦσθαι τὰ στερεά.
14. αὗται μὲν γὰρ αἱ βλάβαι τοῖς θερμοῖς τε καὶ λεπτύνουσιν
15. ἐφεδρεύουσι φαρμάκοις· ἐπὶ δὲ τοῖς γυμνασίοις οὐ
16. μόνον οὐδὲν τοιοῦτον, ἀλλὰ καὶ ῥώμη τοῖς ὀργάνοις ἐγγίνεται,
17. τῆς θερμότητος ἀναζωπυρουμένης αὐτοῖς, κᾀκ τῆς πρὸς
18. ἄλληλα τῶν σωμάτων παρατρίψεως σκληρότητός τέ τινος
1. καὶ δυσπαθείας ἐγγιγνομένης. ὡς δ’ ἄν τις ἐν καιρῷ γυμνάζοιτο,
2. καὶ μέτρῳ τῷ προσήκοντι χρῷτο καὶ τάξει καὶ ποιότητι
3. τῶν κατὰ μέρος ἐνεργειῶν τῇ δεούσῃ, νυνὶ μὲν οὐ πρόκειται
4. λέγειν, ὥσπερ οὐδὲ περὶ τροφῆς καὶ καιροῦ καὶ
5. μέτρου καὶ τάξεως καὶ ποιότητος, οὐδὲ περὶ τῶν λεπτυνόντων
6. ἐδεσμάτων καὶ πομάτων, οὐδὲ περὶ τῶν ἀλλοιούντων
7. κατὰ ποιότητα φαρμάκων· οὐδενὸς γὰρ αὐτῶν οὐδέπω τὴν
8. κατὰ μέρος εἴπομεν χρῆσιν, ἀλλ’ ἠρκέσθημεν ἐπὶ κεφαλαίων
9. μόνον διελθεῖν· ἐν δὲ τοῖς ἑξῆς ὑπομνήμασιν ὑπὲρ ἁπάντων
10. ἐπὶ πλέον εἰρήσεται.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 1.14, ed. Kühn, 1823, vol. 6, p. 73-77. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.14
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩