11. Νυνὶ μὲν γὰρ εἰς σύνοψιν ἀγαγεῖν ἠβουλήθην
12. ἅπασαν τὴν πραγματείαν, ὡς μηδεμίαν ὕλην λαθεῖν,
13. ἧς ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινόν. οὐδὲν γὰρ χεῖρον ὑγιεινὸν
14. ὀνομάσαι τὸν ἐπιστήμονα καὶ ὑγιεινῆς ἁπάσης τέχνης,
15. ὥσπερ τὸν μόνης τῆς περὶ τὰ γυμνάσια γυμναστήν· ἀτὰρ
16. οὖν καὶ ὠνόμασεν Ἐρασίστρατος οὕτως αὐτόν. ἐν δὲ τοῖς
17. ἑξῆς ὑπομνήμασιν ἑκάστης τῶν εἰρημένων ὑλῶν ἐπισκεψόμεθα
1. τόν τε καιρὸν καὶ τὴν ποιότητα καὶ τὴν ποσότητα
2. καὶ τὸν τρόπον τῆς χρήσεως, ὡς μηκέθ’ ὕλην μόνον, ἀλλ’
3. ὑγιεινὸν αἴτιον γίνεσθαι. ἐν τρισὶ γὰρ τούτοις γένεσι πρώτοις
4. ἐστὶν ἡ ὑγιεινὴ πραγματεία, καθάπερ καὶ ἡ θεραπευτικὴ,
5. σώμασί τε καὶ αἰτίοις καὶ σημείοις· σώμασι μὲν
6. αὐτοῖς τοῖς ὑγιαίνουσι, ἃ χρὴ φυλάττεσθαι τοιαῦτα, σημείοις
7. δὲ τοῖς συμβεβηκόσιν αὐτοῖς, ἐξ ὧν διαγινώσκεται, αἰτίοις
8. δὲ, ὑφ’ ὧν ἡ φυλακὴ τῆς ὑγιείας γίγνεται. τέτταρας δὲ τῆς
9. τούτων ὕλης τὰς διαφορὰς οἱ δοκιμώτατοι τῶν νεωτέρων
10. ἰατρῶν ἔθεντο, προσφερόμενα, ποιούμενα, κενούμενα, καὶ
11. ἔξωθεν προσπίπτοντα· προσφερόμενα μὲν ἐδέσματά τε καὶ
12. πόματα, καὶ εἴδη τινὰ τῶν φαρμάκων, ἔσω τοῦ σώματος
13. λαμβανόμενα, καὶ τὸν εἰσπνεόμενον ἀέρα, ποιούμενα δὲ
14. τρίψεις τε καὶ περιπάτους καὶ ὀχήσεις καὶ ἱππασίαν καὶ
15. κίνησιν σύμπασαν. εἰ δ’ οὐ πᾶσα κίνησίς ἐστι γυμνάσιον,
16. ἀλλ’ ἡ σφοδροτέρα μόνον, προσκείσθω ᾧδε τῇ κινήσει τὸ
17. γυμνάσιον, ὡς εἶναι τὰ ποιούμενα κινήσεις τε καὶ
18. γυμνάσια. συγκαταριθμοῦνται δὲ τῷ γένει τῶν αἰτίων
1. τῶνδε καὶ ἐγρηγόρεις καὶ ὕπνοι καὶ ἀφροδίσια. τὰ δὲ ἔξωθεν
2. προσπίπτοντα, πρῶτος μὲν ὁ περιέχων ἀὴρ, ἔπειθ’ ὅ
3. λουομένοις ἢ ἀλειφομένοις προσπίπτει τῷ δέρματι, καὶ εἰ
4. δή τι φάρμακόν ἐστιν, οὐκ ἐκβαῖνον ὅρους ὑγιεινοῦ; ὥσπερ
5. ἅλες, ἢ μύρτα, ἢ νίτρον, ἢ ἀφρόνιτρον, ἤ τι τῶν αὐτοφυῶν
6. ὑδάτων θερμῶν. ἡ δὲ τῶν κενουμένων ὕλη προείρηται μὲν
7. ὀλίγον ἔμπροσθεν· εἰ δ’ ὀρθῶς ἀντιδιῄρηται τοῖς προειρημένοις
8. τρισὶ γένεσι τῶν αἰτίων, οὐ ῥᾴδιον ἀποφῄνασθαι.
9. τάχα γὰρ ἦν βέλτιον ὑπὸ μὲν τῶν προσφερομένων καὶ
10. ποιουμένων καὶ προσπιπτόντων ἔξωθεν ἀλλοιοῦσθαί τε καὶ
11. μετακοσμεῖσθαι φάναι τὰ κατὰ τὸ σῶμα, τὴν μεταβολὴν
12. δὲ αὐτῶν γίνεσθαι κατά τε τὸ ποιὸν καὶ κατὰ τὸ ποσὸν,
13. καὶ κατὰ μὲν τὸ ποιὸν ἐν τῷ θερμαίνεσθαι καὶ ψύχεσθαι
14. καὶ ξηραίνεσθαι καὶ ὑγραίνεσθαι, κατὰ δὲ τὸ ποσὸν
15. ἐν τῷ τρέφεσθαι καὶ κενοῦσθαι, καὶ αὐτήν γε τὴν κένωσιν
16. εἶναι διττὴν, ἑτέραν μὲν τῶν περιττωμάτων, ὑπὲρ ὧν ὀλίγον
17. ἔμπροσθεν ἐλέγομεν, ἑτέραν δὲ αὐτῆς τῆς οἰκείας οὐσίας
18. ἡμῶν φύσεως ἀποῤῥεούσης, ἥτις ἀντίκειται τῇ θρέψει.
19. ἐπισημῄνασθαι δὲ κᾀνταῦθα χρὴ τὴν ὁμωνυμίαν, ἣν Ἱπποκράτης
1. ἐν τῷ περὶ τροφῆς συγγράμματι διείλετο, φάμενος ᾧδε·
2. τροφὴ δὲ καὶ τρέφον, τροφὴ δὲ καὶ τὸ οἷον, τροφὴ καὶ τὸ μέλλον.
3. τῇ μὲν γὰρ κατὰ τὸ πρῶτον σημαινόμενον τροφῇ τε καὶ
4. πέψει τὴν ἀποῤῥοὴν τῆς οὐσίας ἀντιδιαιρεῖσθαι χρὴ, τῇ δὲ
5. κατὰ τὸ δεύτερον αἱμοῤῥαγίαν τε καὶ ἁπλῶς εἰπεῖν αἵματος
6. ἅπασαν κένωσιν, τῇ δὲ κατὰ τὸ τρίτον ἔμετόν τε καὶ λειεντερίαν.
7. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διαιρέσεων, ὅπως ἄν τις
8. ἐθέλῃ, τιθέσθω. τῶν δ’ ὑλῶν ἁπασῶν τῶν ὑγιεινῶν ἐπίστασθαι
9. ἀναγκαῖον τὰς δυνάμεις τὸν τὴν ὑγιεινὴν τέχνην μετιόντα·
10. καὶ γὰρ ἡ ἐπιδέξιος αὐτῶν χρῆσις ἐντεῦθεν ὥρμηται.
11. γίνεται δ’ ἡ ἐπιδέξιος αὐτῶν χρῆσις, ἐὰν τόν τε καιρὸν ἑκάστου
12. καὶ τὸ μέτρον εὕρωμεν. ὥστε ἐπὶ ταύτην χρὴ προϊέναι
13. μᾶλλον, οὐ τὰς μοχθηρὰς αἱρέσεις ἐξελέγχειν. ἀλλὰ καὶ ἐπειδὴ
14. μέγεθος ἱκανὸν ὁ πρῶτος ἤδη μοι λόγος ἔχει, τοῦτον μὲν
15. ἐνταῦθα καταπαύσω, τὰ δ’ ὑπόλοιπα τῆς πραγματείας ἐν
16. τοῖς ἑξῆς διηγήσομαι.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 1.15, ed. Kühn, 1823, vol. 6, p. 77-80. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.15
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩