1. Εἰσὶ δὲ βλάβαι τε καὶ διαφθοραὶ τοῦ σώματος
2. ἡμῶν διτταὶ κατὰ γένος· αἱ μὲν γὰρ αὐτῶν ἀναγκαῖαί
3. τ’ εἰσὶ καὶ σύμφυτοι, τὴν οἷον ῥίζαν ἔχουσαι τὰς ἀρχὰς
4. τῆς γενέσεως· ἔνιαι δὲ οὐκ ἀναγκαῖαι μὲν οὐδὲ ἐξ
5. ἡμῶν αὐτῶν ὁρμώμεναι, διαφθείρουσαι δ’ οὐδὲν ἧττον ἐκείνων
6. τὸ σῶμα. διαιρήσομεν ἤδη χωρὶς ἑκατέρας. αἷμα καὶ
7. σπέρμα τῆς γενέσεως ἡμῶν εἰσιν ἀρχαὶ, τὸ μὲν αἷμα οἷον
8. ὕλη τις εὔρυθμός τε καὶ εὐπειθὴς εἰς ἅπαν τῷ δημιουργῷ,
9. τὸ σπέρμα δὲ τὸν τοῦ δημιουργοῦ λόγον ἔχει. κέκραται δὲ
10. ἑκάτερον μὲν ἐκ τῶν αὐτῶν στοιχείων κατὰ γένος, ὑγροῦ
11. καὶ ξηροῦ, καὶ θερμοῦ καὶ ψυχροῦ, ἢ, εἴπερ ἐθέλει τις οὐκ
12. ἀπὸ τῶν ποιοτήτων, ἀλλὰ κατὰ τὰς οὐσίας ὀνομάζειν αὐτὰ,
13. γῆς καὶ ὕδατος, ἀέρος τε καὶ πυρός· οὕτως γὰρ ἡμῖν ἐν
14. τῷ περὶ τῶν κάθ’ Ἱπποκράτη στοιχείων ἀποδέδεικται· διαφέρουσι
15. δὲ τῷ ποσῷ τῆς μίξεως. τῷ μὲν γὰρ σπέρματι
16. πλέον ἐνυπάρχει πυρώδους τε καὶ ἀερώδους οὐσίας, τῷ δὲ
17. αἵματι γεώδους τε καὶ ὑδατώδους. ἐπικρατεῖ μὴν ἔτι κᾀν
1. τούτῳ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δὲ ὑγρὸν τοῦ ξηροῦ,
2. καὶ διὰ τὴν ἐπικράτειαν ταύτην οὐ ξηρὸν, ὥσπερ ὀστοῦν
3. καὶ ὄνυξ καὶ θρὶξ, ἀλλ’ ὑγρὸν εἶναι λέγεται. τὸ δὲ σπέρμα
4. ξηρότερον μέν ἐστιν ἢ κατὰ τὸ αἷμα, ῥυτὸν μὴν ἔτι καὶ
5. ὑγρὸν ὑπάρχει καὶ αὐτό. καὶ οὕτως ἑκατέρωθεν ἡμῖν ἡ
6. ἀρχὴ τῆς γενέσεως ἐξ ὑγρᾶς οὐσίας ἐστὶν, ἣν οὐχ ὑγρὰν
7. δήπου φυλάττεσθαι προσῆκε, μέλλουσάν γε νεῦρα καὶ φλέβας
8. καὶ ἀρτηρίας τε καὶ ὀστᾶ καὶ χόνδρους καὶ ὑμένας
9. καὶ ὅσα τἄλλα τοιαῦτα γενήσεσθαι. συγκαταβεβλῆσθαι τοίνυν
10. ἀναγκαῖόν ἐστιν εὐθὺς ἀπὸ τῆς πρώτης γενέσεως ἰσχυρότερον
11. ἐν τῇ κράσει τὸ ξηραντικὸν στοιχεῖον. ἔστι δὲ τὸ
12. τοιοῦτον τῇ φύσει μάλιστα μὲν τὸ πῦρ, ἤδη δὲ καὶ ἡ γῆ·
13. ξηρὸν γάρ τι χρῆμα καὶ ἥδε. ἀλλὰ τῆς μὲν γῆς οὐχ οἷόν
14. τε ἦν μίγνυσθαι πλέον, ὡς ὑγρῶν εἶναι δεομένων τῶν ἀρχῶν·
15. τοῦ πυρὸς δ’ οὔτε κωλύει πλέον μιχθῆναι καὶ
16. κέκραται τοσούτῳ πλέον ἐν ἀμφοῖν, ὡς μήτε φρύγειν ἤδη
17. καὶ καίειν αὐτάρκως τε ξηραίνειν. καὶ γὰρ αὖ καὶ τὴν
1. πρὸς τὰς κινήσεις ἑτοιμότητα τοσοῦτον ὑπάρχον τὸ θερμὸν
2. ἱκανὸν ἦν παρασχεῖν. ὑπὸ τούτου δὴ τὰ μὲν πρῶτα
3. συνίσταταί τε καὶ βραχεῖάν τινα πῆξιν λαμβάνει τὸ κύημα·
4. μετὰ δὲ ταῦτα ἐπὶ μᾶλλον ἤδη ξηραινόμενον οἷον ὑπογραφάς
5. τινας ἴσχει καὶ τύπους ἀμυδροὺς ἑκάστου τῶν μορίων·
6. εἶτ’ ἐπὶ πλέον ξηρανθὲν οὐχ ὑπογραφὰς μόνον οὐδ’ ἀμυδροὺς
7. τοὺς τύπους, ἀλλ’ ἀκριβὲς ἑκάστου τὸ εἶδος ἴσχει.
8. καὶ δὴ καὶ ἀποκυηθὲν ἀεὶ καὶ μᾶλλον ἑαυτοῦ γίνεται ξηρότερόν
9. τε καὶ ῥωμαλεώτερον, ἄχρι περ ἂν εἰς ἀκμὴν ἀφίκηται.
10. τηνικαῦτα δὲ τά τε τῆς αὐξήσεως ἵσταται, μηκέτι
11. ἐπιδιδόντων τῶν ὀστῶν διὰ σκληρότητα, καὶ τῶν ἀγγείων
12. δὲ ἕκαστον εἰς εὖρος διαφυσᾶται, καὶ σύμπανθ’ οὕτως τὰ
13. μόρια κρατύνεταί τε καὶ εἰς τὴν ἀκροτάτην αὑτῶν ἰσχὺν
14. ἀφικνεῖται. τὸ δὲ ἀπὸ τοῦδε περαιτέρω τοῦ προσήκοντος
15. ἤδη ξηροτέρων ἁπάντων τῶν ὀργάνων γιγνομένων αἵ
16. τε ἐνέργειαι χεῖρον ἐπιτελοῦνται καὶ ἀσαρκότερόν τε καὶ
17. ἰσχνότερον ἑαυτοῦ γίνεται τὸ ζῶον. ἐπὶ πλέον δὲ ἀναξηραινόμενον
18. οὐκ ἀσαρκότερόν γε μόνον, ἀλλὰ καὶ ῥυσσὸν ἀποτελεῖται,
1. καὶ τὸ κῶλον ἀκρατὲς καὶ σφαλερὸν ἐν ταῖς κινήσεσι.
2. καὶ καλεῖται μὲν ἡ τοιαύτη διάθεσις γῆρας, ἀνάλογον
3. δ’ ἐστὶ τῇ τῶν φυτῶν αὐάνσει. καὶ γὰρ αὖ κᾀκείνη
4. γῆράς ἐστι φυτοῦ, δι’ ὑπερβάλλουσαν ξηρότητα γινομένη.
5. μία μὲν οὖν ἥδε σύμφυτος ἀνάγκη φθορᾶς ἅπαντι
6. τῷ γεννητῷ σώματι, δευτέρα δὲ τοῖς ζώοις μάλιστα ὑπάρχουσα,
7. τῆς ὅλης αὐτῶν οὐσίας ἡ ῥύσις, ἐκ τῆς ἐμφύτου
8. θερμότητος ἀποτελουμένη. ταύτας μὲν οὖν τὰς βλάβας οὐδενὶ
9. γεννητῷ σώματι φυγεῖν ἐγχωρεῖ, τὰς δ’ ἄλλας βλάβας,
10. ὅσαι ταύταις ἕπονται, δυνατὸν φυλάξασθαι προμηθούμενον.
11. ἡ γένεσις δὲ κᾀκείνων ἐκ τοῦ τὰς ἀναγκαίας βλάβας ἐπανορθοῦσθαι
12. πειρᾶσθαι. ῥεούσης γοῦν τῆς οὐσίας συστάσεως
13. ἐπὶ πάντων τῶν ζώων, εἰ μή τις ἑτέρας ὁμοίας ἀντεισάγει
14. τῷ ἀποῤῥέοντι, διαφορηθήσεταί τε καὶ σκεδασθήσεται
15. σύμπαν οὕτως τὸ σῶμα. καὶ διὰ τοῦτο οἶμαι τὴν φύσιν
16. οὐ μόνον τοῖς ζώοις, ἀλλὰ καὶ φυτοῖς εὐθὺς ἐξ ἀρχῆς συμφύτους
17. δοῦναι δυνάμεις ἐφιεμένας τῶν ἀεὶ ἐλλειπόντων.
1. οὔτε γὰρ ἐσθίειν οὔτε πίνειν οὔτε ἀναπνεῖν διδασκόμεθα
2. πρός τινος, ἀλλ’ ἐξ ἀρχῆς ἔχομεν ἁπάντων τούτων ἐν ἡμῖν
3. αὐτοῖς τὰς δυνάμεις, ἄνευ διδαχῆς ἐπιτελούσας ἅπαντα.
4. διὰ μὲν οὖν τῆς ἐδωδῆς ἀναπληροῦμεν, ὅσον ἂν ἀποῤῥυῇ τῆς
5. ξηροτέρας οὐσίας, διὰ δὲ τοῦ πόματος τῆς ὑγροτέρας ἀντεισάγομεν,
6. εἰς τὴν ἀρχαίαν ἐπανάγοντες ἄμφω συμμετρίαν.
7. οὕτω δὲ καὶ τῆς ἀερώδους τε καὶ πυρώδους οὐσίας τὴν
8. συμμετρίαν ἀναπνοαῖς τε καὶ σφυγμοῖς διασώζομεν. ἀποδέδεικται
9. δὲ καὶ περὶ τούτων ἁπάντων ἰδίᾳ καθ’ ἕκαστον
10. ἐν ἑτέροις γράμμασι, καὶ προσήκειν ἡγοῦμαι τῷ λόγῳ τῷ
11. νῦν, ὅσα δέδεικται δι’ ἐκείνων ὑποθέσεις ποιησαμένους πρὸς
12. τὴν ὑγιεινὴν πραγματείαν οὕτως ἔχεσθαι τῶν ἑξῆς.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 1.2, ed. Kühn, 1823, vol. 6, p. 3-7. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.2
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩