Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 1.3, ed. Kühn, 1823, vol. 6, p. 7-9. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.3

13. Ἐπειδὴ γὰρ ἀποῤῥεῖ μὲν ἁπάντων τῶν ζώων
14. ὁσημέραι πολὺ μέρος τῆς οὐσίας διὰ τὴν ἔμφυτον θερμότητα,
15. δεόμεθα δὲ ὑπὲρ τοῦ τὴν συμμετρίαν αὐτῆς διαφυλάττεσθαι
16. σιτίων τε καὶ πομάτων, ἀναπνοῆς τε καὶ σφυγμῶν,
17. ἐξ ἀνάγκης ἀκολουθήσει τοῖσδε περιττωμάτων γένεσις.
18. εἰ μὲν γὰρ, οἷόν περ ἦν τὸ κενωθὲν, ἕτερον ἀκριβῶς τοιοῦτον
1. εἴχομεν αὐτῷ προσφῦσαι δι’ ὅλου, κάλλιστον ἂν ἦν τοῦτο
2. καὶ ὑγιεινότατον. ἐπεὶ δὲ τὸ μὲν ἀποῤῥέον ἑκάστου τῶν
3. μορίων τοιοῦτον τὴν φύσιν ἐστὶν, οἷόν περ αὐτὸ τὸ μόριον,
4. οὐδὲν δὲ τῶν ἐσθιομένων ἢ πινομένων ἀκριβῶς ἐστι
5. τοιοῦτον, ἀναγκαῖον ἐγένετο τῇ φύσει προμεταβάλλειν τε
6. καὶ πέττειν αὐτὰ, καὶ ὡς ἔνι μάλιστα προπαρασκευάζειν
7. ὅμοια τῷ θρεψομένῳ σώματι. κᾀν τούτῳ τὸ μὴ κατεργασθὲν
8. ἀκριβῶς μηδ’ ἐξομοιωθὲν οὔτε προσφύεται τῷ σώματι,
9. καὶ ὡς περιττὸν ἀλᾶται κατὰ τὰς ἔνδον εὐρυχωρίας,
10. ὅθεν περ αὐτῷ καὶ τοὔνομα πρὸς τῶν ἔμπροσθεν ὀρθῶς
11. ἐτέθη περίττωμα. ἐπειδὴ οὖν τὸ μὲν ἐσθίειν καὶ πίνειν
12. ἀναγκαῖα τοῖς ζώοις ὑπάρχει, ἀκολουθεῖ δὲ τούτοις ἡ τῶν
13. περιττωμάτων γένεσις, ὄργανά τε πρὸς τὴν ἀπόκρισιν αὐτῶν
14. ἡ φύσις παρεσκεύασεν, καὶ δυνάμεις αὐτοῖς ἐνέθηκε,
15. δι’ ὧν κινούμενα τὰ μὲν ἕλκει, τὰ δὲ ἐκπαραπέμπει, τὰ
16. δὲ ἐκκρίνει τὰ περιττώματα. καὶ χρὴ δήπου καὶ ταῦτα
17. μήτ’ ἐμφράττεσθαι κατά τι, μήτε ἀῤῥωστεῖν κατὰ τὰς ἐνεργείας,
18. ὑπὲρ τοῦ καθαρὸν ἀεὶ καὶ ἀπέριττον φυλάττεσθαι
1. τὸ σῶμα. καί σοι δύο μὲν ἤδη σκοποὺς τούσδε κατὰ δίαιταν
2. ὑγιεινὴν ὁ λόγος ὑφηγήσατο· τὸν μὲν ἕτερον ἀναπλήρωσιν
3. τῶν κενουμένων, τὸν δ’ ἕτερον ἀπόκρισιν τῶν περιττωμάτων.
4. ὁ γὰρ δὴ τρίτος ὁ περὶ τοῦ μὴ ταχύγηρον
5. γίνεσθαι τὸ ζῶον ἐξ ἀνάγκης ἕπεται τοῖς εἰρημένοις. εἰ
6. γὰρ μηδὲν ἁμαρτάνοιτο μήτε ἐν τῷ τὸ κενούμενον ἀναπληροῦσθαι
7. μήτε ἐν τῷ τὰ περιττώματα μὴ μένειν ἔνδον,
8. ὑγιαίνοι τ’ ἂν ἐν τῷδε τὸ ζῶον ἀκμάζοι τε μέχρι παμπόλλου.
9. περὶ μὲν δὴ τοῦδε καὶ αὖθις εἰρήσεται, τοῦ λόγου
10. προϊόντος.

Cliquer un n° de page pour en afficher l’image