4. Τούτοις μὲν οὖν, ἣν ὀνειρώττουσιν ὑγίειαν,
5. ἀπολείπωμεν φυλάττειν, ἡμεῖς δ’ ἐπὶ τὰς φαινομένας ἀφικώμεθα,
6. καὶ διττὴν αὐτῶν θέμενοι τὴν οὐσίαν, ἣν δὴ νῦν
7. πέπαυμαι λέγων, ἴδιον ἑκατέρας σκοπὸν ἀποδῶμεν, ἐπὶ
8. μὲν τῆς ἀμέμπτου τὴν ἀκριβῆ φυλακὴν ὡς πρὸς αἴσθησιν,
9. ἐπὶ δὲ τῆς μεμπτῆς τὴν οὐκ ἀκριβῆ. πειρᾶσθαι γὰρ
10. χρὴ τὰς ὑγιεινὰς δυσκρασίας ἐπανορθοῦσθαι, τὰς μὲν ξηροτέρας
11. τοῦ δέοντος φύσεις ὑγροτέρας ἐργαζομένους, ὅσαι
12. δὲ ὑγρότεραι, ξηραίνοντας, οὕτω δὲ καὶ τῶν μὲν θερμοτέρων
13. καθαιροῦντας τὴν ὑπερβολὴν, τῶν δὲ ψυχροτέρων
14. καὶ τούτων κολάζοντας τὴν ἀμετρίαν. ὁποίοις δ’ ἄν τις
15. ὑγιεινοῖς διαιτήμασιν ἐργάζοιτο ταῦτα, προϊὼν ὁ λόγος
16. δείξει. πρότερον γάρ με χρὴ διελθεῖν, ὅπως ἄν τις τῆς
17. ἀρίστης φύσεως διαφυλάττοι τὴν ὑγίειαν, ἔτι δὲ τούτου
1. πρότερον, ἥτις ποτέ ἐστιν ἡ ἀρίστη κατασκευὴ τοῦ σώματος,
2. ἀναμνήσωμεν. ἔστι δὲ δήπου κατὰ μὲν τὴν οὐσίαν
3. αὐτὴν τοῦ πράγματος ἐξηγουμένοις ἡ εὐκρατοτάτη τε ἅμα
4. καὶ τὴν διάπλασιν τῶν μορίων ἀκριβῶς ἁρμόττουσαν ταῖς
5. ἐνεργείαις αὐτῶν ἔχουσα, καὶ πρὸς τούτοις ἔτι τὸν ἀριθμὸν
6. ἅπαντα, καὶ τὰ μεγέθη, καὶ τὴν πρὸς ἄλληλα σύνταξιν
7. ἁπάντων αὐτῶν χρηστὴν ταῖς ἐνεργείαις παρεχομένη. κατὰ
8. δὲ τὰ γνωρίσματα τὸ ἀκριβῶς εὔσαρκον σῶμα τοιοῦτόν
9. ἐστιν, ὃ μέσον ἔφην ὑπάρχειν ἰσχνοῦ τε καὶ πολυσάρκου·
10. πολύσαρκον ἢ παχὺ λέγειν οὐ διοίσει. οὕτω δὲ καὶ τῶν
11. ἄλλων ὑπερβολῶν ἀκριβῶς μέσον ἐστὶ τὸ τοιοῦτον, ὥστε
12. μήτε λάσιον αὐτὸ δύνασθαι εἰπεῖν τινα, μήτε ψιλὸν τριχῶν,
13. ἀλλὰ μήτε μαλακὸν, μήτε σκληρὸν, ἢ λευκὸν, ἢ μέλανα,
14. ἢ εὐρύφλεβον, ἢ ἄφλεβον, ἢ θυμικὸν, ἢ ἄθυμον, ἢ ὑπνῶδες,
15. ἢ ἀγρυπνητικὸν, ἢ ἀμβλὺ τὴν διάνοιαν, ἢ πανοῦργον,
16. ἢ ἀφροδισιαστικὸν, ἢ τοὐναντίον. εἰ δὲ πᾶσιν ᾖ τοῖς
17. μέρεσιν ἀκριβῶς μέσον τῶν ὑπερβολῶν ἁπασῶν, ἔστι μὲν
1. δήπου τὸ κάλλιστον ὀφθῆναι τὸ τοιοῦτον, ὡς ἂν σύμμετρον
2. ὑπάρχον, εἰς ἅπαντάς τε τοὺς πόνους ἐπιτήδειον. ἕξει
3. δὲ καὶ τὰ ἄλλα πάντα γνωρίσματα τῆς καθ’ ἕκαστον μόριον
4. εὐκρασίας, ἅπερ ἐν τῷ δευτέρῳ περὶ κράσεων εἴρηται
5. γράμματι. πολλὰ γὰρ τῶν σωμάτων εὔκρατα μὲν, εἰ τύχοι,
6. ταῖς κεφαλαῖς ἐστι, δύσκρατα δὲ θώραξι, ἢ τοῖς κατὰ γαστρός
7. τε καὶ τὰ γεννητικὰ μόρια. τινῶν δὲ ἐν τοῖς κώλοις
8. ἐστὶν ἡ δυσκρασία, καὶ πολλοῖς καθ’ ἕν τι τῶν σπλάγχνων,
9. ή τι μόριον ἕτερον ἓν, ἢ πλείω, καθάπερ οὖν καὶ περί
10. τινα πλείω τῶν σπλάγχνων ἐνίοις ἐστὶν ἡ δυσκρασία.
11. πολλοῖς δὲ ἐφώρασα καὶ κατά τι τῶν ὀργανικῶν μορίων
12. δύο κράσεις ὑπαρχούσας, ὥστε, εἰ τύχοι, τὸ μὲν ἄλλο
13. κύτος τῆς γαστρὸς ἅπαν ἑτέρας εἶναι κράσεως, ἤτοι χρηστῆς
14. ἢ μοχθηρᾶς, ἑτέρας δὲ μόνον αὐτῆς τὸ στόμα. περὶ
15. μὲν δὴ τούτων ἐν ταῖς μοχθηραῖς τῶν σωμάτων κατασκευαῖς
16. εἰρήσεται.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 1.6, ed. Kühn, 1823, vol. 6, p. 29-31. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩