17. Περὶ δὲ τῆς ἀρίστης ἤδη λέγωμεν, ἧς ἕκαστον
18. μόριον ἄμεμπτον ἔχει τὴν σύμπασαν οὐσίαν. ὁ δή
1. τοιοῦτος ἄνθρωπος, ὑπὸ τὴν ὑγιεινὴν ἀγόμενος τέχνην,
2. εὐτυχὴς μὲν ἂν εἴη τις, εἰ μετὰ τὴν πρώτην ἀποκύησιν ἐπιστατοῖτο
3. πρὸς αὐτῆς· οὕτω γὰρ ἄν τι καὶ εἰς τὴν ψυχικὴν
4. ὀνίναιτο, τῆς χρηστῆς διαίτης ἤθη χρηστὰ παρασκευαζούσης·
5. οὐ μὴν ἀλλὰ καὶ εἰ κατὰ τινα τῶν ἑξῆς ἡλικιῶν εἰς
6. χρείαν τῆς τέχνης ἀφίκοιτο, καὶ οὕτως ὀνήσεται τὰ μέγιστα.
7. εἰρήσεται δὲ πρῶτον μὲν, ὡς ἄν τις ἐξ ἀρχῆς παραλαβὼν
8. ἄνθρωπον τοιοῦτον ὑγιαίνοντα διὰ παντὸς ἀποδείξειε τοῦ
9. βίου, πλὴν εἰ μή τι τῶν ἔξωθεν αὐτῷ συμπίπτοι βίαιον,
10. οὐδὲν γὰρ τοῦτό γε πρὸς τὸν τῆς ὑγιεινῆς τέχνης ἐπιστήμονα·
11. δεύτερον δὲ, ὅπως ἄν τις, εἰ καὶ μὴ νεογενὲς εἴη
12. τὸ παιδίον, ἀλλ’ ἤδη παιδεύεσθαι δυνάμενον, ἐπιστατήσειεν
13. αὐτοῦ· καὶ οὕτως καθ’ ἑκάστην τῶν ἄλλων
14. ἡλικιῶν. τὸ τοίνυν νεογενὲς παιδίον, τοῦτο δὴ τὸ ἄμεμπτον
15. ἁπάσῃ τῇ παρασκευῇ, πρῶτον μὲν σπαργανούσθω,
16. συμμέτροις ἁλσὶν περιπαττόμενον, ὅπως αὐτοῦ πυκνότερον
17. καὶ στεῤῥότερον εἴη τὸ δέρμα τῶν ἔνδον μορίων.
1. ἐν γὰρ τῷ κυΐσκεσθαι πάνθ’ ὁμοίως ἦν μαλακὰ, μήτε ψαύσαντος
2. αὐτοῦ τινος ἔξωθεν σκληροτέρου σώματος, μήτ’ ἀέρος ψυχροῦ
3. προσπεσόντος, ὑφ’ ὧν συναγόμενόν τε καὶ πιλούμενον γένοιτ’
4. ἂν αὑτοῦ τε καὶ τῶν ἄλλων μορίων σκληρότερόν τε καὶ πυκνότερον.
5. ἐπειδὰν δ’ ἀποκυηθῇ, ἐξ ἀνάγκης ὁμιλεῖν μέλλει καὶ
6. κρύει καὶ θάλπει καὶ πολλοῖς σκληροτέροις ἑαυτοῦ σώμασι.
7. προσήκει διὰ ταῦτα τὸ σύμφυτον αὐτῷ σκέπασμα παρασκευασθῆναί
8. πως ὑφ’ ἡμῶν ἄριστον εἰς δυσπάθειαν. ἱκανὴ δὲ ἡ
9. διὰ μόνων τῶν ἁλῶν παρασκευὴ τοῖς γε κατὰ φύσιν ἔχουσι
10. βρέφεσι. ὅσα γὰρ ἤτοι μυρίνης φύλλων ξηρῶν περιπαττομένων,
11. ἢ τινος ἑτέρου τοιούτου δεῖται, μοχθηρῶς δή που
12. διάκειται. πρόκειται δ’ ἡμῖν τό γε νῦν εἶναι περὶ τῶν
13. ἄριστα κατεσκευασμένων τὸν λόγον ποιεῖσθαι. ταῦτ’ οὖν,
14. ὡς εἴρηται, σπαργανωθέντα γάλακτί τε χρήσθω τροφῇ, καὶ
15. λουτροῖς ὑδάτων χρηστῶν, ὑγρᾶς γὰρ χρῄζει τῆς συμπάσης
16. διαίτης, ἅτε καὶ τὴν κρᾶσιν ὑγροτέραν ἔχοντα τῶν ἐν ταῖς
17. ἄλλαις ἡλικίαις. ἔοικε δὲ τοῦτο πρῶτον εὐθὺς ἥκειν σκέμμα
1. τῶν ἀναγκαίων εἰς δίαιταν ὑγιεινήν. εἰσὶ γὰρ οἳ νομίζουσιν,
2. ἀεὶ δεῖσθαι ξηραίνεσθαι τὰς ὑγροτέρας φύσεις, ὥσπερ
3. γε καὶ θερμαίνεσθαι μὲν τὰς ψυχροτέρας, ὑγραίνεσθαι δὲ
4. τῆς ξηροτέρας, ψύχεσθαι δὲ τὰς θερμοτέρας· ὑπὸ γὰρ
5. τῶν ὁμοίων ἑκάστην τῶν ἀμετριῶν αὐξάνεσθαι, κολάζεσθαι
6. δὲ καὶ καθαιρεῖσθαι πρὸς τῶν ἐναντίων, ἑνὶ δὲ λόγῳ τὰ
7. ἐναντία τῶν ἐναντίων ὑπάρχειν ἰάματα. ἐχρῆν δὲ αὐτοὺς
8. μὴ τοῦτο μόνον Ἱπποκράτους ἀνεγνωκέναι τε καὶ μνημονεύειν,
9. ὡς τὰ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα, ἀλλὰ
10. κἐκεῖνα, δι’ ὧν φησιν· αἱ ὑγραὶ πᾶσαι δίαιται τοῖς πυρετταίνουσι
11. ξυμφέρουσι, μάλιστα δὲ παιδίοισι, καὶ
12. τοῖσιν οὕτως εἰθισμένοισι διαιτᾶσθαι. φαίνεται γὰρ ἐνταῦθα
13. παράλληλα θεὶς ἐφεξῆς τρία, νόσημά τε καὶ ἡλικίαν
14. καὶ ἔθος. ἀπὸ μὲν οὖν τοῦ νοσήματος ἔνδειξιν λαμβάνει
15. τῶν ἐναντίων, ἀπὸ δὲ τῆς ἡλικίας τε καὶ τοῦ ἔθους
16. τῶν ὁμοίων. τῷ μὲν γὰρ πυρετῷ (νόσημα δέ ἐστι τοῦτο
17. θερμὸν καὶ αὐχμῶδες) αἱ ὑγραὶ δίαιται χρησταί· τοῖς δὲ
18. παιδίοις (οὐ γὰρ νόσημα τούτοις γε, ἀλλὰ κατὰ φύσιν ἢ
1. ἡλικίαν) τὸ ὁμοιότατον ὠφελιμώτατον. οὕτω δὲ καὶ τοῖς
2. ἔθεσιν, ὡς ἂν καὶ αὐτοῖς ἐπικτήτους τινὰς ἐν τοῖς σώμασι
3. φύσεις ἐργαζομένοις, ἡ τῶν ἐναντίων προσφορὰ βλαβερωτάτη.
4. καὶ δεόντως τοῖς μὲν κατὰ φύσιν ἔχουσι σώμασι
5. φυλάττεσθαι χρὴ τὴν οἰκείαν ἕξιν, τοῖς δὲ νοσοῦσιν ἀλλοιοῦσθαί
6. τε καὶ πρὸς τοὐναντίον ἐπάγεσθαι. φυλάττεται
7. μὲν οὖν ἕκαστον ὑπὸ τῶν ὁμοίων, ἀλλοιοῦται δὲ ὑπὸ τῶν
8. ἐναντίων. οὔκουν ξηραίνειν χρὴ τοὺς παῖδας, ὅτι μὴ παρὰ
9. φύσιν αὐτοῖς ἡ ὑγρότης, ὥσπερ ἐν βράγχοις τε καὶ κορύζαις
10. καὶ κατάῤῥοις, ἀλλ’ ἐν τοῖς φύσει διαιτᾷν, ὑγραίνοντά τε
11. λουτροῖς ποτίμων ὑδάτων, (ὅσα γὰρ ἐμφαίνει τινὰ φαρμακώδη
12. ποιότητα, ξηραίνει πάντα, καθάπερ τὰ θειώδη, καὶ
13. ἀσφαλτώδη, καὶ στυπτηριώδη,) καὶ τροφὴν καὶ ποτὰ παρέχοντα
14. ὅτι μάλιστα κράσεως ὑγροτάτης. οὕτω καὶ ἡ φύσις
15. αὐτὴ προὐνοήσατο τῶν παίδων, τροφὴν ὑγρὰν αὐτοῖς παρασκευάσασα
16. τὸ γάλα τῆς μητρός. ἄριστον μὲν οὖν ἴσως καὶ
1. τοῖς ἄλλοις ἅπασι βρέφεσι τὸ τῆς μητρός ἐστι γάλα, πλὴν
2. εἰ μὴ τύχῃ νενοσηκὸς, οὐχ ἥκιστα δὲ καὶ τῷ τῆς ἀρίστης
3. κράσεως, ὑπὲρ οὗ νῦν ὁ λόγος ἐστί. εἰκὸς γάρ που τῆς
4. τούτου μητρὸς ἄμεμπτον εἶναι τό τε σύμπαν σῶμα καὶ
5. τὸ γάλα. ἐξ αἵματος μὲν οὖν ἔτι κυουμένοις ἡμῖν ἡ τροφή·
6. ἐξ αἵματος δὲ καὶ ἡ τοῦ γάλακτος γένεσις, ὀλιγίστην μεταβολὴν
7. ἐν μαστοῖς προσλαβόντος. ὥσθ’ ὅσα παιδία τῷ τῆς
8. μητρὸς γάλακτι τρέφεται, συνηθεστάτῃ τε ἅμα καὶ οἰκειοτάτῃ
9. χρῆται τροφῇ. φαίνεται δὲ οὐ μόνον παρασκευάσασα
10. τὴν τοιαύτην τροφὴν ἡ φύσις τοῖς βρέφεσιν, ἀλλὰ καὶ δυνάμεις
11. αὐτοῖς εὐθὺς ἐξ ἀρχῆς συμφύτους παρασχοῦσα
12. ἕνεκα τῆς χρήσεως αὐτοῦ. καὶ γὰρ καὶ γεννηθεῖσι εἴ τις
13. ἐνθείη παραχρῆμα τῷ στόματι τὴν θηλὴν τοῦ μαστοῦ,
14. βδάλλει τε τὸ γάλα καὶ καταπίνει προθυμότατα· καὶ ἢν
15. ἀνιώμενά τε καὶ κλαυθμυριζόμενα τύχῃ, τῆς λύπης αὐτοῖς
16. οὐκ ἐλάχιστον ἴαμα ὁ τιτθὸς τῆς τρεφούσης ἐστὶν ἐντιθέμενος
17. τῷ στόματι. τρία γὰρ οὖν ἤδη ταῦτα ταῖς τροφοῖς
18. ἐξεύρηται τῶν παιδίων τῆς λύπης ἰάματα τῇ πείρᾳ διδαχθείσαις,
1. ἓν μὲν τὸ νῦν δὴ λεγόμενον, ἕτερα δὲ δύο,
2. κίνησίς τε μετρία καὶ φωνῆς ἐμμέλειά τις, οἷς χρώμεναι
3. διαπαντὸς οὐ καταπραΰνουσι μόνον, ἀλλὰ καὶ εἰς ὕπνοι
4. αὐτὰ ἀπάγουσι, δηλούσης αὖ κᾀν τῷδε τῆς φύσεως, ὅτι
5. πρὸς μουσικὴν καὶ γυμναστικὴν οἰκείως διάκεινται. καὶ
6. ὅς τις οὖν ἱκανός ἐστι καλῶς χρῆσθαι ταῖς τέχναις ταύταις,
7. οὗτος καὶ σῶμα καὶ ψυχὴν παιδεύσει κάλλιστα.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 1.7, ed. Kühn, 1823, vol. 6, p. 31-37. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.7
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩