Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 1.8, ed. Kühn, 1823, vol. 6, p. 37-45. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.8

8. Ταῖς γοῦν τροφοῖς αἱ τῶν παιδίων κινήσεις
9. ἔν τε λίκνοις καὶ σκίμποσι καὶ ταῖς σφῶν αὐτῶν ἀγκάλαις
10. ἐξεύρηνται. καί πως τοῦθ’ ἕτερον ἡμῖν σκέμμα
11. πρὸς ὑγιείας τήρησιν ἀναγκαιότατον, Ἀσκληπιάδου μὲν ἄντικρυς
12. κᾀκ τοῦ φανερωτάτου κατεγνωκότος γυμνασίων,
13. Ἐρασιστράτου δὲ ἀτολμότερον μὲν ἀποφῃναμένου, τὴν δ’
14. αὐτὴν Ἀσκληπιάδῃ γνώμην ἐνδεικνυμένου, τῶν δ’ ἄλλων
15. σχεδὸν ἁπάντων ἰατρῶν ἐπαινούντων οὐ πρὸς εὐεξίαν μόνον,
16. ἀλλὰ καὶ πρὸς ὑγίειαν αὐτά. τριττὰ δ’ ἐστὶ γένη τά
17. γε πρῶτα τῶν γυμνασίων, ὅσαι περ καὶ αἱ τῶν κινήσεων
18. διαφοραί· ἢ γὰρ ἐξ ἑαυτῶν, ἢ ὑφ’ ἑτέρων, ἢ διὰ
1. φαρμάκων κινούμεθα. τὸ μὲν δὴ τρίτον εἶδος τῆς κινήσεως
2. οὐδαμῶς ὑγιαίνουσι πρέπον· ἡ δ’ ὑφ’ ἑτέρου κίνησις
3. ἐν τῷ πλεῖν, καὶ ἱππεύειν, καὶ ὀχεῖσθαι, καὶ, ὡς ἀρτίως
4. λέλεκται, διά τε λίκνων καὶ σκιμπόδων καὶ ἀγκαλῶν γίνεται.
5. τοῖς μὲν οὖν νεογενέσι παιδίοις οὔπω δεῖ κινήσεως
6. τηλικαύτης, ἡλίκη διά τε τῶν ὀχημάτων καὶ πλοίων
7. καὶ τοῖς ἱππαζομένοις γίνεται· τοῖς δ’ ἤδη τὸ τρίτον
8. ἢ τὸ τέταρτον ἔτος ἀπὸ τῆς πρώτης γενέσεως ἄγουσιν
9. ἐγχωρεῖ καὶ δι’ ὀχημάτων καὶ πλοίων κινεῖσθαι τὸ
10. μέτρια· ἑπταετῆ δὲ γινόμενα τὰ παιδία καὶ τῶν
11. ἰσχυροτέρων ἀνέχεται κινήσεων, ὥστε καὶ ἱππεύειν ἐθίζεσθαι.
12. δι’ ἑαυτῶν δὲ κινεῖσθαι τὰ παιδία τηνικαῦτα
13. δύναται πρῶτον, ὅταν ἕρπειν ἀπάρξηται, καὶ μᾶλλον, ἐπειδὰν
14. βαδίζειν· μὴ βιάζεσθαι δὲ αὐτὰ πρὸ τοῦ δέοντος,
15. ὅπως μὴ διαστραφείη τὰ κῶλα. δηλοῖ δὲ κᾀν τῷδε τῆς
16. ἡλικίας, εἰς ὅσον ἡ φύσις ἡμῶν ᾠκείωται γυμνασίοις. οὐ
17. γὰρ ἂν, οὐδ’ εἰ κατακλείσαις παιδία, οἷός τε εἴης κωλύειν
18. διαθέειν τε καὶ σκιρτᾷν ὡσαύτως γε τοῖς πώλοις τε καὶ
1. τοῖς μόσχοις. ἱκανὴ γὰρ ἡ φύσις ἐν ἅπασι τοῖς ζώοις
2. ὁρμὰς οἰκείας ἐνθεῖναι πρὸς ὑγίειάν τε καὶ σωτηρίαν. ἀλλ’
3. οἱ περὶ τὸν Ἀσκληπιάδην οὐδὲν τούτων ἐννοήσαντες ἐπὶ
4. πολλῆς σχολῆς σοφίσματα πλέκουσιν, ἐπιδεικνύναι πειρώμενοι
5. τὰ γυμνάσια μηδὲν εἰς ὑγίειαν συντελοῦντα. πρὸς
6. ἐκείνους μὲν δὴ καὶ αὖθις εἰρήσεται τὰ εἰκότα, ὡς τῆς
7. ἀδολεσχίας ἐπὶ τέλους εἰρησομένης· πρόκειται γάρ μοι νῦν
8. οὐ σοφιστῶν ἀδολεσχίας ἐλέγχειν, ἀλλ’ αὐτὸ τὸ χρήσιμον
9. εἰς ὑγίειαν ἐκδιδάσκειν. ἐπὶ δὲ τοὺς παῖδας ἐπάνειμι
10. τοὺς ἄριστα κατεσκευασμένους τὰ σώματα. τούτους δὲ εἰκὸς
11. εἶναί που καὶ τὸ τῆς ψυχῆς ἦθος ἀμέμπτους· ὡς, ὅσοι γε θυμικώτεροι
12. τοῦ δέοντός εἰσιν, ἢ ἀθυμότεροι, ἢ εὐαισθητότεροι,
13. ἢ ἀναισθητότεροί τινες, ἢ λιχνότεροι τοῦ προσήκοντος, ἀνάγκη
14. τούτους οὐκ ὀρθῶς κεκρᾶσθαι τοῖς μέρεσιν ἐκείνοις τοῦ σώματος,
15. οἷς ἐνεργοῦμεν ἕκαστα τῶν εἰρημένων. γέγραπται
16. δὲ ὑπὲρ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ
17. Πλάτωνος δογμάτων ὑπομνήμασιν. ἀλλ’ ὅ γε νῦν ἡμῖν
18. προκείμενος ἐν τῷ λόγῳ παῖς ἄριστός ἐστι τὰ πάντα.
1. τούτου τοίνυν ἐπανορθοῦσθαι μὲν οὐδὲν χρὴ τῶν ἠθῶν
2. τῆς ψυχῆς, φυλάττειν δ’, ὅπως μὴ διαφθαρῇ. φυλάττεται
3. δὲ ἅπαν ὑπὸ τῶν αὐτῶν κατὰ γένος, ὑφ’ ὧν περ καὶ διαφθείρεται.
4. διαφθείρεται δὲ τὸ τῆς ψυχῆς ἦθος ὑπὸ
5. μοχθηρῶν ἐθισμῶν ἐν ἐδέσμασί τε καὶ πόμασι, καὶ γυμνασίοις,
6. καὶ θεάμασι, καὶ ἀκούσμασι, καὶ τῇ συμπάσῃ μουσικῇ.
7. τούτων τοίνυν ἁπάντων ἔμπειρον εἶναι χρὴ τὸν τὴν
8. ὑγιεινὴν μετιόντα, καὶ μὴ νομίζειν, ὡς φιλοσόφῳ μόνῳ
9. προσήκει πλάττειν ἦθος ψυχῆς· ἐκείνῳ μὲν γὰρ δι’ ἕτερόν
10. τι μεῖζον τὴν αὐτῆς τῆς ψυχῆς ὑγίειαν, ἰατρῷ δὲ
11. ὑπὲρ τοῦ μὴ ῥᾳδίως εἰς νόσους ὑποφέρεσθαι τὸ σῶμα. καὶ
12. γὰρ θυμὸς καὶ κλαυθμὸς, καὶ ὀργὴ, καὶ λύπη, καὶ πλεῖον
13. τοῦ δέοντος φροντὶς, ἀγρυπνία τε πολλὴ ἐπ’ αὐτοῖς γινομένη
14. πυρετοὺς ἀνάπτουσι, καὶ νοσημάτων μεγάλων ἀρχαὶ καθίστανται,
15. ὥσπερ καὶ τοὐναντίον ἀργία διανοίας, καὶ
16. ἄνοια, καὶ ψυχὴ παντάπασι ῥᾴθυμος ἀχροίας τε καὶ ἀτροφίας
17. ἐργάζεται πολλὰς ἀῤῥωστίᾳ τῆς ἐμφύτου θερμότητος.
18. χρὴ μὲν γὰρ φυλάττειν παντὸς μᾶλλον ἐν ὅροις ὑγιεινοῖς
1. τὴν σύμφυτον ἡμῖν θερμότητα. φυλάττεται δὲ ὑπὸ τῶν
2. συμμέτρων γυμνασίων, οὐ κατὰ τὸ σῶμα μόνον, ἀλλὰ κατὰ
3. τὴν ψυχὴν γιγνομένων. αἱ δ’ ἄμετροι κινήσεις ἐν διαλογισμοῖς
4. τε καὶ ἐπιθυμίαις καὶ θυμοῖς, αἱ μὲν ὑπερβάλλουσαι
5. χολωδέστερον ἀποφαίνουσι τὸ ζῶον, αἱ δ’ ἐλλείπουσαι
6. φλεγματικώτερον καὶ ψυχρότερον. καὶ δὴ καὶ ταῖς
7. μὲν προτέραις ἕξεσιν οἵ τε πυρετοὶ καὶ ὅσα θερμότερα
8. παθήματα, ταῖς δ’ ἑτέραις ἐμφράξεις καθ’ ἧπάρ τε καὶ
9. σπλάγχνα, ἐπιληψίαι τε καὶ ἀποπληξίαι, καὶ συνελόντι
10. φάναι, τὰ καταῤῥοϊκά τε καὶ ῥευματικὰ νοσήματα συμπίπτει
11. πάντα. καὶ οὐκ ὀλίγους δ’ ἡμεῖς ἀνθρώπους νοσοῦντας
12. ὅσα ἔτη διὰ τὸ τῆς ψυχῆς ἦθος ὑγιεινοὺς ἀπεδείξαμεν,
13. ἐπανορθωσάμενοι τὴν ἀμετρίαν τῶν κινήσεων.
14. οὐ σμικρὸς δὲ τοῦ λόγου μάρτυς καὶ ὁ πάτριος θεὸς ἡμῶν
15. Ἀσκληπιὸς, οὐκ ὀλίγας ᾠδάς τε γράφεσθαι καὶ μίμους γελοίων
16. καὶ μέλη τινὰ ποιεῖν ἐπιτάξας, οἷς αἱ τοῦ θυμοειδοῦς
17. κινήσεις σφοδρότεραι γινόμεναι θερμοτέραν τοῦ δέοντος
18. ἀπειργάζοντο τὴν κρᾶσιν τοῦ σώματος, ἑτέροις δέ τισιν,
1. οὐκ ὀλίγοις οὐδὲ τούτοις, κυνηγετεῖν, καὶ ἱππάζεσθαι, καὶ
2. ὁπλομαχεῖν. εὐθὺς δὲ τούτοις διωρίσατο τό τε τῶν κινήσεων
3. εἶδος, οἷς τοῦτο προσέταξε, καὶ τὸ τῆς ὁπλίσεως,
4. οἷς δι’ ὅπλων ἐκέλευσε τὰ γυμνάσια ποιεῖσθαι. οὐ γὰρ μόνον
5. ἐπεγείρειν αὐτὸ τὸ θυμοειδὲς ἐβουλήθη, ἀῤῥωστότερον
6. ὑπάρχον, ἀλλὰ καὶ μέτρον ὡρίσατο τῇ τῶν γυμνασίων ἰδέᾳ.
7. οὐ γὰρ ὡσαύτως θήγεται τὸ θυμοειδὲς εἰς ἀγρίους σῦς, ἢ
8. ἄρκτους, ἢ ταύρους, ἤ τι τῶν οὕτως ἀλκίμων θηρίων, ἢ
9. ἐπὶ λαγωοὺς, ἢ δορκάδας, ἤ τι τῶν οὕτως δειλῶν, οὐδ’
10. ὡσαύτως ἐπί τε τῆς κούφης ὁπλίσεως καὶ τῆς βαρείας,
11. ὥσπερ οὐδὲ ἐν τῷ θέειν ὠκέως, ἢ μετρίως κινεῖσθαι, καὶ
12. μετὰ τοῦ φιλονεικεῖν ἑτέροις, ἢ καθ’ ἑαυτόν. οὕτως καὶ
13. τὸ μὲν κεκραγότων τῶν ἐγκελευομένων τε καὶ παροξυνόντων
14. ἐπὶ τοὺς πόνους ἢ σιωπώντων οὐκ ὀλίγον διαφέρει. ἀλλὰ
15. περὶ μὲν τούτων ἐν τοῖς ἔπειτα λόγοις ἐπὶ πλέον εἰρήσεται.
16. τὰ δὲ σμικρὰ παιδία, τὰ τὴν ἀρίστην ἔχοντα κρᾶσιν, (ὑπὲρ
17. τούτων γὰρ ὁ λόγος ἦν,) οὐκ ὀλίγης ἐπιμελείας δεῖται πρὸς
18. τὸ μηδεμίαν ἐν αὐτοῖς τῆς ψυχῆς ἄμετρον γίνεσθαι κίνησιν·
1. ἅτε γὰρ οὐδέπω λόγῳ χρώμενα, τῷ κλαίειν τε καὶ κεκραγέναι,
2. καὶ θυμοῦσθαι, καὶ κινεῖν ἀτάκτως ἑαυτὰ διασημαίνει
3. τὴν ἀνίαν. ἡμᾶς οὖν χρὴ στοχαζομένους, ὅτου δεῖται,
4. παρέχειν ἑκάστοτε τοῦτο, πρὶν αὐξηθῆναι αὐτῶν τὴν
5. λύπην, εἰς σφοδροτέραν τε καὶ ἄτακτον κίνησιν ὅλην ἐμβαλεῖν
6. τὴν ψυχὴν ἅμα τῷ σώματι· ἤτοι γὰρ ἐξ ἑαυτῶν
7. ὀδαξούμενα, ἢ πρός τινος ἔξωθεν ἀνιώμενα, ἢ ἀποπατεῖν
8. ἢ οὐρεῖν, ἢ ἐσθίειν ἢ πίνειν ἐθέλοντα κλαίει τε καὶ κινεῖται
9. πλημμελῶς, ὥσπερ σφαδάζοντα. γένοιτο δ’ ἄν ποτε
10. καὶ θάλπους ἐπιθυμεῖν αὐτὰ κρύει ταλαιπωρούμενα, καὶ
11. ἀναψύξεώς τινος ὑπὸ θάλπους ἀμέτρου διοχλούμενα, καί
12. ποτε μὴ φέροντα τὸ πλῆθος τῶν ἐπιβεβλημένων ἱματίων·
13. ἀνιᾷ γὰρ δὴ καὶ τοῦτο πολλὰ οὐ σμικρὰ, καὶ μάλιστα
14. κατὰ τὰς ἐπιστροφὰς ὅλου τοῦ σώματος, ἢ τὰς τῶν κώλων
15. κινήσεις. ἀλλὰ καὶ αὐτὸ τὸ ἡσυχάζειν ἐπὶ πλέον οὐ σμικρῶς
16. λυπηρόν· οὐδενὸς γὰρ ἀμετρίᾳ χαίρει ζῶον οὐδὲν,
17. ἀλλ’ ἀεὶ τοῦ συμμέτρου χρῄζει. σύμμετρον δὲ οὐχ ἓν ἅπασιν,
1. ἀλλ’ ἐν τῷ πρός τι πᾶσα συμμετρία. διὸ χρὴ τὸν
2. ἐπιμελούμενον ἀνατροφῆς παιδίων, στοχαστικὸν ἀκριβῶς
3. ὑπάρχοντα τοῦ συμμέτρου τε καὶ οἰκείου, παρέχειν ἑκάστοτε
4. τοῦτο, πρὶν αὐξηθεῖσαν αὐτῷ τὴν λύπην εἰς ἀμετρίαν
5. κινήσεως ἐμβαλεῖν τό τε σῶμα καὶ τὴν ψυχήν· εἰ δ’ ἄρα ποτὲ
6. καὶ λάθοι τὸ λυποῦν αὐξηθὲν, ἐπανορθοῦσθαι πειρᾶσθαι
7. τὴν λύπην αὐτῷ τε τῷ παρέχειν αὐτίκα τὸ ἐπιθυμηθὲν,
8. ἢ ἐκκόπτειν τὸ ἀνιῶν, ἔτι τε τῇ κινήσει τῇ διὰ τῶν ἀγκαλῶν
9. καὶ τοῖς μέλεσι τῆς φωνῆς, οἷς εἰώθασιν αἱ σοφώτεραι
10. τῶν τροφῶν χρῆσθαι. ἔγωγ’ οὖν ποτε, δι’ ὅλης ἡμέρας
11. παιδίου κλαίοντός τε καὶ θυμουμένου, καὶ σφοδρῶς καὶ
12. ἀτάκτως ἑαυτὸ μεταβάλλοντος, ἐξεῦρον τὸ λυποῦν, ἀπορουμένης
13. τῆς τροφοῦ· ὡς γὰρ οὔτε πρὸς τὸν τιτθὸν ἐντεθειμένον,
14. οὔτε προϊσχομένης αὐτὸ τῆς τρεφούσης, εἰ ἀποπατεῖν
15. ἢ οὐρεῖν ἐθέλοι, καθίστατο, παρηγορεῖτο δ’ οὐδὲν,
16. οὐδ’ ὁπόταν ἐν ταῖς ἀγκάλαις ἐνθεμένη κατακλίνειν ἐπιχειρήσειεν,
17. ἐθεασάμην δὲ τὴν στρωμνὴν αὐτοῦ καὶ τὰ
1. περιβλήματά τε καὶ ἀμφιέσματα ῥυπαρώτερα, καὶ αὐτὸ τὸ
2. παιδίον ἤδη ῥυπῶν τε καὶ ἄλουτον, ἐκέλευσα λοῦσαί τε
3. καὶ ἀποῤῥύψαι, καὶ τὴν στρωμνὴν ὑπαλλάξαι, καὶ πᾶσαν
4. τὴν ἐσθῆτα καθαρωτέραν ἐργάσασθαι· καὶ τούτων γινομένων,
5. αὐτίκα μὲν ἐπαύσατο τῶν ἀμέτρων κινήσεων, αὐτίκα
6. δὲ καθύπνωσεν ἥδιστόν τε καὶ μακρότατον ὕπνον. εἰς δὲ
7. τὸ καλῶς ἐστοχάσθαι πάντων τῶν ἀνιώντων τὸ παιδίον οὐκ
8. ἀγχινοίας μόνον, ἀλλὰ καὶ τῆς περὶ τὸ τρεφόμενον αὐτὸ
9. συνεχῶς ἐμπειρίας ἐστὶ χρεία.

Cliquer un n° de page pour en afficher l’image