10. Ταῦτ’ οὖν ἅπαντα περὶ τὸ παιδίον εἰς τρίτον
11. ἔτος ἀπὸ τῆς πρώτης γενέσεως ἀξιῶ πραγματεύεσθαι,
12. καὶ πρὸ τούτων ἔτι τῆς τρεφούσης αὐτὸ οὐ σμικρὰν ποιεῖσθαι
13. πρόνοιαν, ἐδεσμάτων τε πέρι καὶ πομάτων, ὕπνων
14. τε καὶ ἀφροδισίων, καὶ γυμνασίων, ὡς ἄριστον εἴη τὴν
15. κρᾶσιν τὸ γάλα. γένοιτο δ’ ἂν τοιοῦτον, εἰ τὸ αἷμα χρηστότατον
16. εἴη. ἔστι δὲ χρηστότατον τὸ μήτε πικρόχολον, μήτε
17. μελαγχολικὸν, μήτε φλεγματῶδες, μήτ’ ὀῤῥώδει τινὶ μήθ’
18. ὑδατώδει συμμιγὲς ὑγρότητι. γεννᾶται δὲ τοιοῦτον ἐπί τε
1. τοῖς συμμέτροις γυμνασίοις καὶ τροφαῖς εὐχύμοις ἅμα καὶ
2. κατὰ καιρὸν τὸν προσήκοντα καὶ κατὰ μέτρα τὰ
3. δέοντα λαμβανομέναις, ὥσπερ οὖν καὶ ἐν πόμασίν ἐστιν
4. εὐκαίροις τε καὶ μετρίοις· ὑπὲρ ὧν ἁπάντων ἐν τοῖς ἔπειτα
5. λόγοις ἀκριβῶς διορισθήσεται. ἀφροδισίων τε παντάπασιν
6. ἀπέχεσθαι κελεύω τὰς θηλαζούσας παιδία γυναῖκας. αἵ τε
7. γὰρ ἐπιμήνιοι καθάρσεις ἐρεθίζονται μιγνυμέναις ἀνδράσι,
8. καὶ οὐκ εὐῶδες ἔτι μένει τὸ γάλα. καί τινες αὐτῶν ἐν γαστρὶ
9. λαμβάνουσιν, οὗ βλαβερώτερον οὐδὲν ἂν εἴη παιδίῳ
10. γάλακτι τρεφομένῳ. δαπανᾶται γὰρ ἐν τῷδε τὸ χρηστότατον
11. τοῦ αἵματος εἰς τὸ κυούμενον. ἅτε γὰρ ἀρχὴν ζωῆς ἐν
12. ἑαυτῷ ἰδίαν περιέχον, ὑπὸ ταύτης τε διοικεῖται καὶ διὰ
13. παντὸς ἐπισπᾶται τὴν οἰκείαν τροφὴν, ὡσανεὶ ἐνεῤῥιζωμένον
14. τε τῇ μήτρᾳ καὶ ἀχώριστον ὑπάρχον ἀεὶ, νύκτωρ τε ἅμα
15. καὶ μεθ’ ἡμέραν. ἔλαττόν τε εἰκότως ἐν τῷδε καὶ φαυλότερον
16. ἀποτελεῖται τὸ τῆς κυούσης αἷμα, καὶ διὰ τοῦτο καὶ
17. τὸ γάλα μοχθηρότερόν τε καὶ ὀλίγον ἐν τοῖς τιτθοῖς ἀθροίζεται.
18. ὥστε ἔγωγε συμβουλεύσαιμι ἂν, εἰ κυήσειεν ἡ
1. θηλάζουσα τὸ παιδίον, ἑτέραν ἐξευρίσκειν τροφὸν, ἐπισκεπτομένους
2. τε καὶ δοκιμάζοντας αὐτῆς ἀκριβῶς τὸ γάλα
3. γεύσει, καὶ ὄψει, καὶ ὀσφρήσει. καὶ γὰρ γευομένοις καὶ
4. ὀσμωμένοις ἡδὺ, λευκόν τε καὶ ὁμαλὸν καὶ μέσως ἔχον
5. ὑγρότητός τε καὶ πάχους ὀφθήσεται τὸ ἄριστον γάλα· τὸ
6. δὲ μοχθηρὸν ἤτοι παχὺ, καὶ τυρωδέστατον, ἢ ὑγρὸν, καὶ
7. ὀῤῥῶδες, καὶ πελιδνὸν, καὶ ἀνώμαλον ἐν συστάσει καὶ
8. χροιᾷ, καὶ γευομένοις πικρότατον, καὶ ἅλμης ἤ τινος
9. ἑτέρας ἀλλοκότου ποιότητος ἔμφασιν ἕξει· τὸ δὲ τοιοῦτον
10. οὐδὲ πρὸς τὴν ὀσμὴν ἡδύ. ταῦτα μὲν ἔστω σοι γνωρίσματα
11. μοχθηροῦ τε καὶ χρηστοῦ γάλακτος, οἷς τεκμαιρόμενος,
12. ὅταν ἤτοι κύησις, ἢ καὶ νόσημά τί ἐστι περὶ τὴν μητέρα
13. γενόμενον, ἐφ’ ἑτέραν τροφὸν ἰέναι, τὴν κρίσιν τε καὶ τὴν
14. αἵρεσιν ποιεῖσθαι.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 1.9, ed. Kühn, 1823, vol. 6, p. 45-47. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:1.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩