ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Β.
1. Τὰ μὲν δὴ κεφάλαια καὶ τοὺς σκοποὺς
2. τῆς ὑγιεινῆς τέχνης ὁ πρόσθεν λόγος εἴρηκεν· τὰ δὲ κατὰ
3. μέρος ἅπαντα πειρᾶσθαι χρὴ διελθεῖν, ἀρξαμένους αὖθις
4. ἀπ’ ἐκείνων, εἰς ἅπερ ἐτελεύτησε τὸ πρῶτον γράμμα. ὑποκείσθω
5. δή τις ἡμῶν τῷ λόγῳ παῖς ὑγιεινότατος φύσει, τῆς
6. τρίτης ἑβδομάδος ἐτῶν ἀρχόμενος, ἐφ’ οὗ πλάττειν τε καὶ
7. κοσμεῖν τὸ σῶμα προκείσθω καθ’ ὅσον οἷόν τε κάλλιστα.
8. καὶ πρῶτον τοῦτ’ αὐτὸ διοριστέον, τί ποτε βούλεται τῷ
9. λόγῳ τὸ κάλλιστα προσκείμενον. βούλεται δὲ τόδε. ὥσπερ
1. αὐτῶν τῶν σωμάτων ἐδείχθη παμπόλλη τις οὖσα διαφορὰ,
2. κατὰ τὸν αὐτὸν τρόπον καὶ τῶν βίων, οὓς βιοῦμεν, εἴδη
3. πάμπολλά ἐστιν. οὐκ οὖν ἐγχωρεῖ τὴν ἀρίστην τοῦ σώματος ἐπιμέλειαν
4. ἐν ἅπαντι τῷ προχειρισθέντι βίῳ συστήσασθαι, ἀλλὰ
5. τὴν μὲν ἑκάστῳ βελτίστην οἷόν τε, τὴν δ’ ἁπλῶς ἀρίστην
6. οὐκ ἐγχωρεῖ κατὰ πάντας τοὺς βίους ποιήσασθαι. πολλοῖς
7. γὰρ τῶν ἀνθρώπων μετὰ περιστάσεως πραγμάτων ὁ βίος
8. ἐστί. καὶ βλάπτεσθαι μὲν ἀναγκαῖόν ἐστιν αὐτοῖς ἐξ ὧν
9. πράττουσιν, ἀποστῆναι δ’ ἀδύνατον. ἔνιοι μὲν γὰρ ὑπὸ
10. πτωχείας εἰς τοὺς τοιούτους ἐμπίπτουσι βίους, ἔνιοι δ’ ὑπὸ
11. δουλείας, ἤτοι πατρόθεν εἰς αὐτοὺς καθηκούσης, ἢ αἰχμαλώτοις
12. ληφθεῖσιν, ἢ ἁρπαχθεῖσιν, ἅσπερ καὶ μόνας δουλείας
13. ὀνομάζουσιν οἱ πολλοὶ τῶν ἀνθρώπων. ἐμοὶ δὲ
14. δοκοῦσι καὶ ὅσοι διὰ φιλοτιμίαν ἢ δι’ ἐπιθυμίαν ἡντιναοῦν
15. εἵλοντο βίον ἐν περιστάσεσι πραγμάτων, ὡς ὀλίγιστα
16. δύνασθαι σχολάζειν τῇ τοῦ σώματος ἐπιμελείᾳ, καὶ
17. οὗτοι δουλεύειν ἑκόντες οὐκ ἀγαθαῖς δεσποίναις. ὥστε
18. τούτοις μὲν οὐκ ἐγχωρεῖ γράψαι τὴν ἁπλῶς ἀρίστην ἐπιμέλειαν
1. τοῦ σώματος· ὅστις δὲ ἀκριβῶς ἐλεύθερος ὑπάρχει
2. καὶ τύχῃ καὶ προαιρέσει, δυνατὸν ὑποθέσθαι τῷδε, ὡς
3. ἂν ὑγιαίνοι μάλιστα, καὶ ἥκιστα νοσήσειε, καὶ γηράσειεν
4. ἄριστα. καὶ μέν γε καὶ ἡ ὑγιεινὴ μέθοδος, καθάπερ
5. οὖν καὶ ἄλλη πᾶσα μέθοδος, ἀρχὴν διδασκαλίας τοιαύτην
6. ἐπιζητεῖ. τὸ γὰρ ἁπλοῦν καὶ ἄμεμπτον ἐν ἑκάστῳ
7. γένει, καθάπερ τις κανὼν, ἁπάντων ἐθέλει· προτετάχθαι
8. τῶν οὐχ ἁπλῶν οὐδ’ ἀμέμπτων. ἁπλοῦν δὲ καὶ ἄμεμπτον
9. ἐν μὲν τοῖς σώμασι τὸ κατεσκευασμένον ἄριστά ἐστιν, ἐν
10. δὲ τοῖς βίοις τὸ ἀκριβῶς ἐλεύθερον. ταῦτ’ οὖν ἄμφω
11. πρῶτα συζευγνύσθω κατὰ τόνδε τὸν λόγον· εἶθ’ ἑξῆς
12. ἑκάστῃ κατασκευῇ σώματος μοχθηρᾷ βίος ἐλεύθερος μιγνύσθω·
13. κᾄπειθ’ ἑξῆς ἀρίστῃ κατασκευῇ σώματος ἕκαστος
14. τῶν ἐν δουλείᾳ τινὶ βίων· ἐπὶ δὲ τοῖσδε τὰς μοχθηρὰς
15. τῶν σωμάτων κατασκευὰς ἐπαλλάξωμεν τοῖς μοχθηροῖς βίοις,
16. εἰ μέλλει τέλειος ἡμῖν ὁ λόγος ἔσεσθαι.