1. Μεταβαίνειν δὲ καιρὸς ἐπὶ τὰ ταχέα χωρὶς
2. εὐτονίας καὶ βίας. δρόμοι δ’ εἰσὶ ταῦτα, καὶ σκιομαχίαι,
3. καὶ ἀκροχειρισμοὶ, καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆς σμικρᾶς
4. σφαίρας γυμνάσιον, ὅταν ἐκ διεστώτων τε καὶ διαθεόντων
5. γίγνηται. τοιοῦτον δέ τι καὶ τὸ ἐκπλεθρίζειν, καὶ
6. τὸ πιτυλίζειν. τὸ δὲ ἐκπλεθρίζειν ἐστὶν, ἐπειδάν τις ἐν
7. πλέθρῳ πρόσω τε ἅμα καὶ ὀπίσω διαθέων ἐν μέρει πολλάκις
8. ἐφ’ ἑκάτερα χωρὶς καμπῆς ἀφαιρῇ τοῦ μήκους ἑκάστοτε
9. βραχὺ, καὶ τελευτῶν εἰς ἓν καταστῇ βῆμα· τὸ δὲ πιτυλίζειν,
10. ἐπειδὰν ἐπ’ ἄκρων τῶν ποδῶν βεβηκὼς, ἀνατείνας
11. τὼ χεῖρε, κινῇ τάχιστα, τὴν μὲν ὀπίσω φέρων, τὴν δὲ
12. πρόσω. μάλιστα δὲ τοίχῳ προσιστάμενοι γυμνάζονται τοῦτο
13. τὸ γυμνάσιον, ἵν’, εἰ καί ποτε σφάλλοιντο, προσαψάμενοι
14. τοῦ τοίχου ῥᾳδίως ὀρθῶνται· καὶ οὕτω δὲ γυμναζομένων
15. λανθάνει τε τὰ σφάλματα καὶ ἀσθενέστερον γίνεται τὸ
16. γυμνάσιον. ὠκεῖαι δὲ κινήσεις εἰσὶν, οὐ μὴν βίαιοί γε, καὶ
17. ὅσαι κατὰ παλαίστραν ἐπιτελοῦνται κυλινδουμένων ὀξέως
1. καθ’ ἑτέρων τε καὶ καταμόνας. ἐγχωρεῖ δὲ καὶ ὀρθοὺς ἐνειλουμένους
2. τε ἅμα καὶ μεταβάλλοντας ἐν τάχει τὸν πέλας
3. ὀξὺ γυμνάσασθαι γυμνάσιον. ἐγχωρεῖ δὲ καὶ διὰ τῶν σκελῶν
4. μόνων ὀρθὸν ἐφ’ ἑνὸς χωρίου γυμνάσασθαι γυμνάσιον
5. ὀξὺ, πολλάκις μὲν εἰς τοὐπίσω μόνον ἀφαλλόμενον, ἔστιν
6. ὅτε δὲ καὶ εἰς τοὔμπροσθεν ἀναφέροντα τῶν σκελῶν ἑκάτερον
7. ἐν μέρει. καὶ μὲν δὴ καὶ διὰ τῶν χειρῶν ἔνεστιν ὀξὺ
8. γυμνάσιον ὁμοιόῤῥοπον γυμνάσασθαι χωρὶς τοῦ κατέχειν
9. ἁλτῆρας, ἐπισπεύδοντα τὰς κινήσεις αὐτῶν εἰς πυκνότητά
10. τε ἅμα καὶ τάχος, εἴτε πὺξ ἐθέλοι τις, εἴτε χωρὶς πυγμῆς
11. ἀναχθήσειεν ἁπλῶς. τοιοῦτον μὲν δὴ καὶ τὸ ταχὺ γυμνάσιόν
12. ἐστιν, ἐν οἷς εἴπομεν εἴδεσιν ἀφωρισμένον. ἐπὶ δὲ τὸ
13. σφοδρὸν ἰέναι καιρός. ἔστι δ’, ὡς εἴρηται, τοῦτο σύνθετον
14. ἐξ εὐτόνου τε καὶ ταχέος. ὅσα γὰρ εὔτονα τῶν
15. γυμνασίων εἴρηται, τούτοις ἅπασιν ὡς σφοδροῖς ἄν τις
16. χρῷτο, κινήσεις ταχείας προστιθείς. οὐχ ἥκιστα δὲ καὶ τὰ
17. τοιαῦτα γυμνάσια σφοδρὰ, σκάψαι, καὶ δισκεῦσαι, καὶ κινῆσαι,
18. καὶ πηδῆσαι συνεχῶς, ἄνευ τοῦ διαναπαύσασθαι.
1. οὕτω δὲ καὶ τὸ ἀκοντίζειν ὁτιοῦν τῶν βαρέων βελῶν συνείροντα
2. τὴν ἐνέργειαν, ἢ βαρέσιν ὅπλοις ἐσκεπασμένον ἐνεργεῖν
3. ὀξέως. ἀμέλει καὶ οἱ γυμναζόμενοι διά τινος τῶν
4. τοιούτων ἀναπαύονται κατὰ βραχύ. καί σοι ἡ κατὰ τὸ
5. συνεχές τε καὶ διαλεῖπον γυμνάσιον ἤδη πως γινωσκέσθω
6. διαφορά. τὰ γὰρ εἰρημένα νῦν δὴ πάντα διαλείποντες μᾶλλον
7. εἰς χρείαν ἄγουσι, καὶ μάλισθ’ ὅσα πόνοι τινές εἰσι καὶ
8. ἔργα, μὴ μόνον γυμνάσια, καθάπερ τὸ ἐρέσσειν τε καὶ
9. σκάπτειν. ὅσα δ’ ἀσθενέστερα τῶν γυμνασίων ἐστὶν, ἄνευ
10. τοῦ διαναπαύεσθαι γίνεται μᾶλλον, ὥσπερ δολιχός τε καὶ αἱ
11. ὁδοιπορίαι.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 2.10, ed. Kühn, 1823, vol. 6, p. 144-146. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:2.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩