12. Ταῦτ’ οὖν ἅπαντα γυμνασίων ἐστὶν εἴδη,
13. τάς τε νῦν εἰρημένας ἔχοντα διαφορὰς, καὶ πρὸς τούτοις
14. ἔτι τὸ τὰ μὲν ὀσφῦν μᾶλλον, ἢ χεῖρας, ἢ σκέλη διαπονεῖν,
15. τὰ δὲ τὴν ῥάχιν ὅλην, ἢ τὸν θώρακα μόνον, ἢ τὸν
16. πνεύμονα μόνον. βάδισις μέν γε καὶ δρόμος ἴδια σκελῶν
17. γυμνάσια, ἀκροχειρισμοὶ δὲ καὶ σκιομαχία ἴδια χειρῶν,
18. ὀσφύος δὲ τὸ ἐπικύπτειν τε καὶ ἀνακύπτειν συνεχῶς,
1. ἢ αἴροντά τι βάρος ἀπὸ τῆς γῆς, ἢ ἐν ταῖν χειροῖν βαστάζοντά
2. τι διαπαντός. ἔνιοι μὲν καταθέντες ἁλτῆρας ἐν τῷ
3. πρόσθεν διεστῶτας ἀλλήλων ὀργυιὰν, εἶτ’ ἐν μέσῳ στάντες
4. αὐτῶν, ἀναιροῦνται προκύπτοντες, τῇ μὲν δεξιᾷ χειρὶ τὸν
5. ἐν τοῖς ἀριστεροῖς, τῇ δὲ ἀριστερᾷ τὸν ἐν τοῖς δεξιοῖς,
6. καὶ αὖθις ἑκάτερον εἰς τὴν οἰκείαν κατατίθενται χώραν,
7. καὶ τοῦτο δρῶσιν ἐφεξῆς πολλάκις ἀτρεμίζοντες τῇ βάσει.
8. τὰ δὲ πλάγια μέρη τῆς ῥάχεως ἡ κίνησις ἥδε διαπονεῖ
9. μᾶλλον, ὥσπερ ἡ προειρημένη τὰ κατ’ εὐθύ. θώρακος δὲ
10. καὶ πνεύμονος αἱ μέγισται τῶν ἀναπνοῶν οἰκεῖα γυμνάσια,
11. καθάπερ καὶ αἱ μέγισται φωναὶ, πρὸς τοῖς εἰρημένοις ἁπάντων
12. τῶν φωνητικῶν ὀργάνων. εἴρηται δ’ ὁ κατάλογος αὐτῶν
13. ἐν τοῖς περὶ φωνῆς ὑπομνήμασι. ἐπεὶ δ’ ἐνταῦθα τοῦ
14. λόγου γεγόναμεν, οὐ χεῖρον ὑπὲρ ἁπάντων διελθεῖν τοῦ
15. ζώου τῶν μορίων, ὅσα τε κινήσεις τινὰς ἐναργεῖς ἔχει καὶ
16. ὅσα βραχείας τε καὶ ἀμαυρὰς, καὶ τίνα μὲν ἐξ ἑαυτῶν κινεῖται,
17. τίνα δὲ ὑφ’ ἑτέρων· ἡ γὰρ τοιαύτη διαίρεσις οὐ
18. σμικρὰν εὐπορίαν παρέξει τῷ γυμναστῇ πρὸς τὸ κινεῖν
1. ἅπαντα τοῦ ζώου τὰ μόρια, ποτὲ μὲν ἐξ ἑαυτῶν τε καὶ
2. κατὰ τὰς οἰκείας δυνάμεις, ἔστιν ὅτε δ’ ὑφ’ ἑτέρων τε καὶ
3. δι’ ἑτέρων. αἱ γὰρ κατὰ προαίρεσιν ἐνέργειαι πᾶσαι μυῶν
4. τε καὶ νεύρων καὶ τενόντων ἴδιαι κινήσεις εἰσίν· εἰ δὲ
5. καὶ σφοδρότεραι γίγνοιντο, τὰ μὲν εἰρημένα μόρια πρῶτά τε
6. καὶ μάλιστα γυμνάζουσι, κατὰ δὲ τὸ συμβεβηκὸς καὶ τὰς
7. ἀρτηρίας. ὀστᾶ δὲ καὶ φλέβες καὶ σάρκες καὶ σύνδεσμοι
8. καὶ τὰ ἄλλα σύμπαντα τοῦ ζώου μόρια συγκινοῦνται τοῖς
9. προειρημένοις. αἱ δ’ ἄλλαι κινήσεις ἐν τοῖς τῶν ζώων σώμασιν,
10. ὅσαι μὴ κατὰ κοινὴν προαίρεσιν, ἀλλ’ ἤτοι φυσικαί
11. τινες, ἢ κατὰ τὰ τῆς ψυχῆς γίγνονται πάθη, διτταὶ μέν εἰσι
12. κατὰ γένος· αἱ μὲν ἕτεραι καρδίας καὶ ἀρτηριῶν, αἱ δὲ
13. ἕτεραι φλεβῶν τε καὶ ἥπατος ἐνέργειαι, πρῶτον μὲν
14. τούτων καὶ μάλιστα, δεύτερον δὲ τῶν ἄλλων ἁπάντων μορίων,
15. ἐπειδὴ πάντα τέτταρσι φυσικαῖς διοικεῖται δυνάμεσιν.
16. ἡ μὲν δὴ τῶν ἀρτηριῶν τε καὶ τῆς καρδίας κίνησις οὐκ
17. ἔστιν ὅτ’ ἐκλείπει τὸ πάμπαν, ἐπιτείνεται μέντοι καὶ ἀνίεται
18. κατὰ μέγεθος καὶ σμικρότητα καὶ τάχος καὶ βραδυτῆτα
1. καὶ σφοδρότητα καὶ ἀμυδρότητα παρὰ πολλὰς αἰτίας, ἃς
2. συμπάσας μὲν ἐν τῇ περὶ τῶν ἐν τοῖς σφυγμοῖς αἰτιῶν
3. πραγματείᾳ διῆλθον, ἀρκεῖ δ’ ἐν τῷ παρόντι τὰ κεφάλαια
4. μόνον αὐτῶν εἰπεῖν τὰ πρῶτα. μία μὲν οὖν αἰτία
5. τῆς μεταβολῆς τῶν σφυγμῶν ἐστιν αὔξησίς τε καὶ μείωσις
6. τῆς ἐμφύτου θερμότητος, ἑτέρα δὲ ἡ κατὰ τὴν ποσότητα
7. τοῦ ψυχικοῦ πνεύματος ἀλλοίωσις, τρίτη δὲ ἡ κατὰ τὴν
8. τῆς δυνάμεως εὐρωστίαν τε καὶ ἀῤῥωστίαν, τετάρτη δὲ ἡ
9. κατὰ τὰ τῶν ὀργάνων πάθη. ἀλλὰ περὶ μὲν ταύτης οὐ
10. νῦν διδάσκειν καιρός· ἤδη γὰρ νοσεῖν ἀνάγκη τὸ ζῶον ἐν
11. τοῖς τοιούτοις πάθεσιν· αἱ δὲ ἄλλαι πᾶσαι τῶν σφυγμῶν
12. ἀλλοιώσεις καὶ ἐν τοῖς ὑγιαίνουσι γίγνονται. παρὰ μὲν τὴν
13. αὔξησίν τε καὶ μείωσιν τῆς ἐμφύτου θερμότητος ἥ τε παρὰ
14. τὰς ὥρας καὶ τροφὰς καὶ πόματα καὶ λουτρὰ καὶ τρίψεις
15. καὶ ὕπνους καὶ ἐγρηγόρσεις, ἔτι τε τὰ ψυχικὰ πάθη καὶ
16. τὰς κατὰ προαίρεσιν ἐνεργείας· ἡ δὲ παρὰ τὴν τοῦ ψυχικοῦ
17. πνεύματος ἀλλοίωσιν ἐν ταῖς τῶν καθ’ ὁρμὴν κινήσεων
18. διαφοραῖς ἡ δὲ παρὰ τὴν τῆς δυνάμεως εὐρωστίαν τε καὶ
1. ἀῤῥωστίαν ἐν ταῖς εὐκρασίαις τε καὶ δυσκρασίαις αὐτοῦ τοῦ
2. σώματος τῆς τε καρδίας καὶ τῶν ἀρτηριῶν. αἱ δὲ τῶν
3. φλεβῶν ἐνέργειαι σὺν καὶ τοῖς ἄλλοις ἅπασιν ὀργάνοις,
4. ὅσα περὶ τὴν τῆς τροφῆς οἰκονομίαν ὑπὸ τῆς φύσεως ἐγένετο,
5. κατὰ τὰς ἐδωδάς τε καὶ πόσεις, ἀναδόσεις τε καὶ
6. πέψεις καὶ θρέψεις ἀλλοιοῦνται· μέρος δέ τι ταύταις ἐστὶν
7. κᾀν ταῖς ἀρτηρίαις. ὅσαι δὲ τῶν κινήσεων οὐκ εἰσὶν ἐνέργειαι,
8. τριττὴ τούτων ἡ διαφορά· τινὲς μὲν γὰρ ἐξ ἑαυτῶν
9. τοῖς ζώοις ἐγγίνονται, τινὲς δὲ ἔξωθεν προσέρχονται, τινὲς
10. δὲ ὑπὸ φαρμάκων καταναγκάζονται. ἐξ ἑαυτῶν μὲν, ἃς ἔμπροσθεν
11. εἶπον· ἔξωθεν δὲ κατὰ τοὺς πλοῦς, καὶ τὰς
12. ἱππασίας, καὶ τὰς αἰωρήσεις, ὅσαι τ’ ἐκ τῶν ὀχημάτων
13. γίγνονται, καὶ ὅσαι διὰ σκιμπόδων ἐκκρεμαμένων, ἢ
14. λίκνων σειομένων, ἢ ἐν ταῖς τροφῶν ἀγκάλαις τοῖς βρέφεσιν.
15. ἐκ δὲ τῶν ἔξωθεν κινήσεων εἴη ἂν καὶ ἡ ἀνάτριψις,
16. εἴθ’ οὕτως τις αὐτὴν ὀνομάζειν ὁμοίως τοῖς παλαιοῖς,
17. εἴτε καὶ χωρὶς τῆς ἀνά προθέσεως ὡσαύτως τοῖς
18. νεωτέροις βούλοιτο· διαφέρει γὰρ οὐδὲν εἰς τὰ παρόντα.
1. ἔνιαι μέντοι κινήσεις εἰσὶ μικταὶ, καθάπερ καὶ αἱ ἱππασίαι.
2. οὐ γὰρ, ὥσπερ ἐν τοῖς ὀχήμασι, καὶ μάλιστα ἐν οἷς κατακλίναντες
3. ἀτρεμίζομεν, οὕτω κᾀν τοῖς τῶν ἵππων ὀχήμασι συμπίπτει
4. σείεσθαι μόνον ὑπὸ τοῦ φέροντος, ἐνεργοῦντα μηδὲν,
5. ἀλλὰ τὴν ῥάχιν ὄρθιον ἀπευθύνειν χρὴ, καὶ τοῖς
6. μηροῖς ἀμφοτέροις ἀκριβῶς ἔχεσθαι τῶν πλευρῶν τοῦ ἵππου,
7. καὶ τετάσθαι τὰ σκέλη, καὶ προορᾶσθαι τὰ πρόσθεν· ἐν
8. τούτῳ γὰρ καὶ ἡ ὄψις γυμνάζεται, καὶ ὁ τράχηλος πονεῖ.
9. μάλιστα δ’ ἐν τῷ τοιούτῳ γυμνασίῳ σείεται τὰ σπλάγχνα·
10. σείεται μὴν οὐδὲν ἧττον τὰ σπλάγχνα καὶ τοῖς ἁλλομένοις,
11. ἐν μέντοι ταῖς ἐπὶ τῶν ὀχημάτων αἰωρήσεσιν ἧττον.
12. ὥστε, εἴ τις ἐθέλοι τὰ κάτω φρενῶν σπλάγχνα κινῆσαι
13. βιαιότερον, ἐπί τε τοὺς εἰρημένους ἡκέτω πόνους
14. καὶ πρὸς τούτοις ὅσα διὰ τῆς τῶν ἁμμάτων
15. περιθέσεως τρίβουσι. χρὴ δ’ ὄπισθεν εἶναι τὸν τρίβοντα,
16. περιφέροντα τὼ χεῖρε ποτὲ μὲν ἐπ’ ἀριστερὰ, ποτὲ
17. δ’ ἐπὶ δεξιὰ, συνεπικλινόμενα πρὸς ταῦτα καὶ τριβόμενα.
18. συγκινοῦσι μέν πως τὰ κάτω τῶν φρενῶν σπλάγχνα
1. καὶ αἱ μέγισται τῶν ἀναπνοῶν τε καὶ φωνῶν, ὥσπερ
2. γε καὶ αἱ ἐκφυσήσεις αἵ τε καταμόνας γιγνόμεναι καὶ αἱ
3. μετὰ καταλήψεως ἐν αὐλήσεσί τε καὶ φωναῖς, καὶ αὐτὴ δ’
4. ἡ κατάληψις τοῦ πνεύματος γυμνάσιόν ἐστιν οὐχ ἧττον
5. τῶν κατ’ ἐπιγάστριον ἢ τῶν κατὰ θώρακα μυῶν. ἀλλὰ
6. περὶ μὲν ταύτης αὖθις εἰρήσεται· πρὸς γὰρ ταῖς εἰρημέναις
7. ἄρτι καὶ ἄλλην οὐ σμικρὰν χρείαν ἔχει, ἧς ἕνεκεν ἐπὶ
8. τελευτῇ τῶν γυμνασίων αὐτὴν παραλαμβάνομεν. ἐπὶ δὲ τὸ
9. προκείμενον ἐπανιτέον, ὡς πολλαὶ τῶν ἐγγινομένων κινήσεων
10. τοῖς τοῦ ζώου μορίοις οὔτ’ ἐνέργειαι τῶν μορίων αὐτῶν
11. εἰσιν, οὔτ’ ἐνεργείαις ἀκολουθοῦσιν, ἀλλ’ ὑφ’ ἑτέρων
12. τε καὶ δι’ ἑτέρων ἀποτελοῦνται, ὡς ἐπὶ τῶν ὀχουμένων
13. γίγνονται, καὶ πλεόντων, καὶ τριβομένων, καὶ καθαιρομένων
14. ὑπὸ φαρμάκων ἐμετηρίων τε καὶ ὑπηλάτων. ἀλλ’ ἡ τοιαύτη
15. κίνησις οὐκ ἔστι τῆς ὑγιεινῆς πραγματείας, αἱ δ’
16. ἄλλαι πᾶσαι, καὶ μάλιστα ἡ διὰ τρίψεως ἀναγκαιοτάτη
17. γινώσκεσθαι τοῖς ὑγιεινοῖς. τῆς γὰρ τούτων τέχνης ἐστὶν
1. ἁπασῶν τῶν κινήσεων ἐπίστασθαι τὰς δυνάμεις, ὥσπερ, οἶμαι,
2. τῶν τεχνικῶν αὐτῶν ἁπάσας τὰς κατὰ μέρος· ἐκεῖνοι
3. μὲν γὰρ τῆς κατὰ τὴν ὕλην ποικιλίας, ὁ γυμναστὴς δὲ τῆς
4. δυνάμεως αὐτῶν ἔχει τὴν γνῶσιν. εἰ γοῦν τίς με κελεύσειεν
5. ὁπλομαχικὰς κινήσεις ἢ ἕτερον διδάσκειν, ἢ αὐτὸν
6. εὐρύθμως κινεῖσθαι, οὐκ ἂν δυναίμην καλῶς ἐνεργῆσαι
7. μίαν ἐξ αὐτῶν τὴν ἐπιτυχοῦσαν· εἰ μέντοι παρείην
8. τινὶ τῶν ὁπλομαχικῶν ἐνεργοῦντι, καὶ τίνα δύναμιν ἑκάστη
9. τῶν ἐνεργειῶν ἔχει, καὶ τί μάλιστα μόριον ἐκπονεῖ, πάντων
10. ἄν ἐκείνων ἀκριβέστερον εἰδείην. μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς
11. εἰπεῖν, ὁ μὲν ὁπλομαχικὸς οὐδὲν ἂν εἴποι τῆς δυνάμεως
12. αὐτῶν, ὁ δὲ τὴν περὶ τὰ γυμνάσια τέχνην ἐπιστάμενος
13. ἀκριβῶς ἁπάσας διαγνώσεται, πρὸς ὡρισμένους σκοποὺς
14. ἀναφέρων. ἢ γὰρ βίαιοί τινές εἰσι, καὶ βαρεῖαι, καὶ εὔτονοι,
15. ἢ κοῦφαι, καὶ ταχεῖαι, καὶ σύντονοι, ἢ βίαιοί τε
16. ἅμα καὶ ὀξεῖαι. ταῦτα οὖν γνωρίσεις ῥᾳδίως ἐν αὐτῷ
17. τῷ θεάσασθαι γινόμενα, καὶ πρὸς τούτοις ἔτι, τίνες
18. μὲν ἐνέργειαι σκέλη μᾶλλον, ἢ χεῖρας, ἢ θώρακα,
1. τίνες δ’ ὀσφῦν, ἢ κεφαλὴν, ἢ ῥάχιν, ἢ γαστέρα, τίνες
2. δ’ ὁτιοῦν ἄλλο μέρος ὑπὲρ τἄλλα διαπονοῦσιν. ὁ μὲν
3. γὰρ ὁπλομαχικὸς εὐρύθμως μὲν ἐνεργήσει κινήσεις ταχείας,
4. εἰ οὕτως ἔτυχεν, εὐτόνους τε ἅμα καὶ βαρείας,
5. οὐ μὴν ὅτι γε πυκνοῦσιν καὶ ἰσχναίνουσιν αἱ τοιαῦται κινήσεις
6. οἶδεν, ὥσπερ οὐδ’ ὅτι σαρκοῦσί τε καὶ ἀραιοῦσιν
7. αἱ βραδύτεραι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐνεργήσει μέν
8. ποτε κινήσεις εὐτόνους τε ἅμα καὶ βραδείας καὶ βαρείας,
9. οὐ μὴν ὅτι γε ῥώμην αὗται καὶ βάρος σώματος κατασκευάζουσιν
10. οἶδεν. οὕτω δὲ καὶ ὁ ἡνίοχος ἐνεργήσει μὲν
11. ἁπάσας τὰς κατὰ μέρος ἐνεργείας εὐρυθμότατά τε ἅμα
12. καὶ τῇ χρείᾳ συμφορώτατα, ποῖαι δ’ αὐτῶν ἤτοι λεπτύνουσιν,
13. ἢ σαρκοῦσιν, ἢ ῥώμην ἢ συντονίαν ἀποτελοῦσιν,
14. ἢ μαλακὸν, ἢ σκληρὸν, ἢ πυκνὸν, ἢ ἀραιὸν ἐργάζονται
15. τὸ σῶμα, παντάπασιν ἀγνοεῖ. κατὰ δὲ τὸν αὐτὸν τρόπον
16. ὁ σφαιριστικὸς ἁπάσας μὲν ἐπίσταται τὰς τῆς σφαίρας βολάς
17. τε καὶ λήψεις, οὐ μὴν ἥντινά γε διάθεσιν ἑκάστη
18. τῷ σώματι περιποιεῖ. οὕτω καὶ ὁ παιδοτρίβης ἁπασῶν
19. μὲν τῶν κατὰ παλαίστραν ἐνεργειῶν ἐπιστήμων ἐστὶν, ὅ τι
1. δὲ ἑκάστη πέφυκε δρᾷν, ἀγνοεῖ. καὶ συλλήβδην εἰπεῖν
2. ἅπαντες ἄνθρωποι τεχνῖταί τε καὶ ἄτεχνοι, διὰ τῶν σωμάτων
3. ἐνεργοῦντες, ἀγνοοῦσι τῶν ἐνεργειῶν τὰς δυνάμεις, ὀρχησταὶ,
4. ναυτίλοι, τέκτονες, ἁλιεῖς, γεωργοὶ, χαλκεῖς, οἰκοδόμοι,
5. σκυτοτόμοι, πάντες ἁπλῶς οἵ τι πράττοντες. ἀλλ’
6. ὁ γυμναστικὸς, ἀφ’ ὧν εἶπον ὀλίγον ἔμπροσθεν ὁρμώμενος,
7. εἰ καὶ νῶν πρῶτον εἴη θεώμενος ἡντιναοῦν ἐνέργειαν, οὐκ
8. ἀγνοήσει τὴν δύναμιν αὐτῆς. οἷον αὐτίκα τῶν ὀρχηστῶν αἱ
9. σύντονοι κινήσεις, ἐν αἷς ἅλλονται μέγιστα, καὶ περιδινοῦνται
10. στρεφόμενοι τάχιστα, καὶ ὀκλάσαντες ἐξανίστανται,
11. καὶ προσσύρουσι, καὶ διασχίζουσιν ἐπὶ πλεῖστον τὰ σκέλη,
12. καὶ ἁπλῶς εἰπεῖν ἐν αἷς ὀξύτατα κινοῦνται, λεπτὸν καὶ
13. μυῶδες καὶ σκληρὸν καὶ πυκνὸν ἔτι τε σύντονον ἀποτελοῦσι
14. τὸ σῶμα. κατὰ δὲ τὰς ἐκλύτους τε καὶ βραδείας
15. καὶ μαλακὰς κινήσεις οὐ μόνον οὐκ ἂν γένοιτο τὸ σῶμα
16. τοιοῦτον, οἷον εἴρηται νῦν, ἀλλ’ εἰ καὶ φύσει μυῶδές
17. τε καὶ σύντονον ὑπάρχει, τὴν ἐναντίαν ἀμείψει διάθεσιν.
18. ὅπερ οὖν ὀλίγον ἔμπροσθεν ἔλεγον, ὡς ὁ παιδοτρίβης
1. ὑπηρέτης ἐστὶ τοῦ γυμναστοῦ τοιοῦτος, οἷός περ ὁ μάγειρος
2. ἰατροῦ, τοῦτο καὶ νῦν ἐπιδέδεικται. σκευάζει γὰρ ὁ
3. μάγειρος ἢ τεῦτλον ἢ φακῆν ἢ πτισάνην ἄλλοτε ἀλλοίως,
4. οὔτε τὸ σκευαζόμενον ὁποῖόν τι τὴν δύναμίν ἐστιν
5. ἐπιστάμενος, οὔθ’ ἥτις τῶν σκευασιῶν βελτίστη· ὁ δ’
6. ἰατρὸς οὐδὲν μὲν τούτων ὁμοίως τῷ μαγείρῳ παρασκευάσαι
7. δυνατός ἐστιν, παντὸς δὲ τοῦ παρασκευασθέντος ἐπίσταται
8. τὴν δύναμιν.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 2.11, ed. Kühn, 1823, vol. 6, p. 146-156. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:2.11
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩