9. Ὁ τοίνυν γυμναστὴς τοῦ προκειμένου ἐν τῷ
10. λόγῳ μειρακίου, τοῦ τὴν ἀρίστην ἔχοντος κατασκευὴν, ἐπίσταται
11. μὲν ἁπάντων γυμνασίων τὰς δυνάμεις, ἐκλέγεται δὲ
12. καθ’ ἕκαστον εἶδος τὰ σύμμετρά τε καὶ μέσα τῶν ἀμετριῶν
13. ἑκατέρων. οὔτε γὰρ ὀξέος οὔτε βραδέος ἡ ἀρίστη κατασκευὴ
14. τοῦ σώματος, ἀλλὰ τοῦ μέσου τε καὶ συμμέτρου δεῖται
15. γυμνασίου· κατὰ δὲ τὸν αὐτὸν λόγον οὔτε βιαίου καὶ
16. σφοδροῦ, οὔτ’ ἐκλύτου καὶ ἀμυδροῦ, ἀλλὰ κᾀντεῦθεν τὸ
17. σύμμετρον ἄριστον. οὐ γὰρ ὑπαλλάττειν προσήκει τὴν ἀρίστην
18. κατασκευὴν τοῦ σώματος, ἀλλὰ φυλάττειν. εἴτ’ οὖν ἐν
1. ὅπλοις ἐθέλοι γυμνάζεσθαι τὸ τοιοῦτον μειράκιον, ὁ γυμναστὴς
2. αὐτοῦ τὸν ἐμπειρότατον τῆς ὕλης τῶν ὁπλομαχικῶν
3. ἐνεργειῶν παραλαβὼν, ἁπάσας αὐτῷ δειχθῆναι κελεύσει,
4. κᾄπειτ’ αὐτὸς ἐκλέξεται, καὶ διακρινεῖ, καὶ προστάξει,
5. κατὰ ποίας μὲν αὐτῶν ἐπὶ πλέον χρὴ γυμνάζεσθαι, κατὰ
6. ποίας δ’ ὀλιγάκις, ἢ συμμέτρως, ἢ οὐδ’ ὅλως, ἢ διαπαντός.
7. οὐ γὰρ δύναται λαθεῖν αὐτὸν, οὔθ’ ὅ τι μόριον
8. ἑκάστη διαπονεῖ μᾶλλον, οὔθ’ ἥτις αὐτῆς ἐστιν ἡ ποιότης
9. τε καὶ ἡ δύναμις. εἴτε διὰ σφαίρας ἐπιθυμήσειε γυμνάζεσθαι,
10. κᾀνταῦθα πάλιν ἐξευρήσει τό τε εἶδος τῶν ἐνεργειῶν
11. καὶ τὴν ποιότητα καὶ τὸ μέτρον, ὑπηρέτην λαβὼν τὸν
12. σφαιριστικὸν ὑπὲρ τοῦ τὴν ὕλην ἅπασαν θεάσασθαι τῶν
13. ἐνεργειῶν. αὐτῆς μὲν γὰρ τῆς κατὰ μέρος ὕλης ἑκάστης τῶν
14. τεχνῶν ἄπειρός ἐστιν ὁ γυμναστὴς, ᾗ γυμναστής ἐστιν·
15. εἰ δὲ ἅπαξ αὐτὴν θεάσαιτο, τήν τε ποιότητα καὶ τὴν
16. δύναμιν αὐτίκα γνωρίζει. μυρίους γοῦν ἡμεῖς ἀσθενέστερά
17. τινα μέρη τοῦ σώματος ἔχοντας, ὡς συνεχέστατα τοῖς
1. κατὰ ταῦτα νοσήμασιν ἁλίσκεσθαι, διὰ μόνης γυμναστικῆς
2. ἀνεῤῥώσαμεν, οὐκ ἀπαγαγόντες ἀπὸ τῶν οἰκείων γυμνασίων,
3. ἀλλ’ εἴτ’ ὀρχηστικὸς ἦν ὁ ἄνθρωπος, εἴθ’ ὁπλομαχικὸς,
4. εἴτε παγκρατιαστικὸς, εἴτε παλαιστρικὸς, εἴθ’
5. ὁτιοῦν ἄλλο, τὰς ἐν ἐκείνῃ τῇ τέχνῃ κινήσεις ἁπάσας αὐτὸν
6. ἐπιτάξαντες ἡμῶν παρόντων κινηθῆναι, κᾀξ αὐτῶν
7. ἐκλεξάμενοι τὰς ἐπιτηδειοτάτας ἅμα καιρῷ τε καὶ μέτρῳ.
8. περὶ μὲν δὴ τῶν τοιούτων ἐπανορθώσεων ἐπὶ προήκοντι
9. τῷ λόγῳ διαλέξομαι κατ’ ἐκεῖνο τὸ μέρος τῆς πραγματείας,
10. ἐν ᾧ περὶ τῶν μοχθηρῶν κατασκευῶν τοῦ σώματος διέξειμι.
11. νυνὶ δὲ τὸ μὲν ἄριστον σῶμα πρόκειται φυλάττειν ἄριστον,
12. ἐξ ἁπάντων δ’ ἐκλεκτέον αὐτῷ τὸ σύμμετρον, ἐκ τρίψεων,
13. ἐκ γυμνασίων, ἐκ λουτρῶν, ἐκ τροφῶν, ἐξ ὕπνων, μήτε
14. μαλακωτέραν αὐτοῦ τὴν ἕξιν τοῦ σώματος ἐργαζομένους,
15. μήτε σκληροτέραν, (ἡ μὲν γὰρ εὐκίνητος ὑπὸ τῶν ἔξωθεν
16. αἰτίων, ἡ δὲ τὴν αὔξησιν κωλύει,) μήτε πυκνοτέραν, ὡς
17. ἴσχεσθαί τι τῶν κατὰ σάρκα περιττωμάτων, μήτε ἀραιοτέραν,
18. ὡς ἀποῤῥεῖν τι καὶ τοῦ χρηστοῦ. κατὰ δὲ τὸν αὐτὸν
1. τρόπον οὐδ’ ἰσχνότερον ἑαυτοῦ ποιητέον οὐδὲ παχύτερον,
2. εἴπερ ἄριστα διέκειτο, γινώσκοντας, ὡς τὸ μὲν ἰσχνότερον
3. εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων, τὸ δὲ παχύτερον
4. ὑπὸ τῶν ἔνδοθεν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμωμένων. ἢ τί
5. δεῖ λέγειν, ὡς οὐδὲ θερμότερον αὐτὸ, ἢ ψυχρότερον, ἢ ξηρότερον,
6. ἢ ὑγρότερον ἀποφαντέον, εἴπερ ἀμέμπτως ἐκέκρατο;
7. εἷς οὖν ἐπὶ τοῦ τοιούτου σώματος ὁ σκοπὸς ἐν
8. ἁπάσαις ταῖς ὑγιειναῖς ὕλαις τὸ σύμμετρόν τε καὶ μέτριον,
9. ὅπερ ἀκριβῶς ἐστι μέσον ἑκατέρων τῶν ἀμετριῶν. ὡς δ’
10. ἄν τις μάλιστα τοῦ σκοποῦ τυγχάνοι, λέλεκται μὲν ἤδη καὶ
11. πρόσθεν, ἀλλ’ οὐδὲν χεῖρον ὑπὲρ τῶν ἀναγκαιοτάτων ἀναμιμνήσκειν
12. πολλάκις. ἡ μὲν γὰρ πρώτη τῶν ἡμερῶν πλατὺν
13. ἔχει τὸν στοχασμὸν, ἡ δὲ δευτέρα, καὶ ἡ τρίτη, καὶ
14. ἡ τετάρτη, καὶ τῶν λοιπῶν ἑκάστη κατὰ τὸ ἑξῆς ἀκριβέστερον.
15. ἐν γὰρ τῇ πρώτῃ διὰ τῶν εἰρημένων σκοπῶν
16. ἅπαντά σοι πραττέσθω. ἀποδυέσθω μὲν ἐπὶ πεπεμμένοις
17. ἀκριβῶς τοῖς οὔροις, ὡς ὁ Αἰγίμιος ἐκέλευσεν.
1. ἐφεξῆς δὲ τῆς μὲν ἀνατρίψεως ὁ σκοπὸς, ὡς μαλαχθῆναι
2. τὰ μόρια· δηλώσει δὲ τό τε ἐπιτρέχον ἄνθος αὐτοῖς, καὶ
3. τὸ ῥᾳδίως ἐπαλλάττειν τὰ κῶλα, καὶ τὸ πρὸς τὰς κινήσεις
4. ἁπάσας ἑτοίμως ἔχειν. μετὰ ταῦτα δὲ ἤδη γυμναζέσθω,
5. μέχρις ἂν εἰς ὄγκον αἴρηται τὸ σῶμα, καὶ εὐανθὲς
6. ὑπάρχῃ, καὶ αἱ κινήσεις ἕτοιμοί τε καὶ ὁμαλαὶ καὶ εὔρυθμοι
7. γίγνωνται. ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάσῃ θερμῷ
8. ἀτμῷ συμμιγῆ. παύσασθαι δὲ τηνικαῦτα πρῶτον, ἐπειδὰν
9. ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ. καὶ γὰρ εἰ φανείη σοι
10. συστελλόμενος ὁ τοῦ σώματος ὄγκος, αὐτίκα παύειν τὸ μειράκιον·
11. εἰ γὰρ ἐπὶ πλέον γυμνάζοις, ἐκκενώσεις τι καὶ τῶν
12. χρηστῶν, ὥστ’ ἰσχνότερον ἀποδείξεις τὸ σῶμα, καὶ ξηρότερον,
13. καὶ ἀναυξέστερον. ὡσαύτως δὲ καὶ εἰ τὸ τῆς χρόας
14. εὐανθὲς μαραίνοιτο, παύεσθαι· καὶ γὰρ καταψύξεις τὸ
15. σῶμα καὶ διαφορήσεις ἐπὶ πλέον, εἰ γυμνάζοις ἔτι. καὶ μὲν
16. δὴ καὶ τὸ κινήσεων ἕτοιμον ἢ εὔρυθμον ἢ ὁμαλὲς ἐπειδὰν
17. ἐνδιδόναι προφαίνηται, καὶ ὀκλάζειν κατά τι, παύειν
1. αὐτίκα, καὶ εἰ περὶ τὸν ἱδρῶτα γίγνοιτό τις ἢ κατὰ τὸ
2. πλῆθος ἢ κατὰ τὴν ποιότητα μεταβολή. πλέονα γὰρ ἀεὶ
3. καὶ μᾶλλον αὐτὸν γίγνεσθαι χρὴ καὶ θερμότερον, εἰς ὅσον
4. ἂν αἱ κινήσεις ἀνάγωνται πρὸς τὸ σφοδρότερον. ὅταν οὖν
5. ἢ ἐλάττων ἢ ψυχρότερος γίγνηται, διαφορεῖται ἤδη τὸ
6. σῶμα καὶ ψύχεται καὶ ξηραίνεται περαιτέρω τοῦ προσήκοντος.
7. ἀκριβῶς οὖν προσέχειν τὸν νοῦν τῷ γυμναζομένῳ
8. σώματι, καὶ διαπαύειν εὐθέως, ἐπειδὰν προφαίνηταί τι
9. τῶν εἰρημένων σημείων, οὐ μὴν αὐτίκα γε ἀπολύειν λουσόμενον,
10. ἀλλὰ τῆς μὲν ἀκμῆς τῶν γυμνασίων ἐπισχεῖν, καὶ
11. στῆναι κελεῦσαι, καὶ εἰ βουληθείης κατοχῇ πνεύματος πληρῶσαι
12. τὸν λαγόνα, περιχέοντα τοὔλαιον ἀποθεραπεύειν τοὐντεῦθεν.
13. οἷον δέ τι πρᾶγμά ἐστιν ἡ ἀποθεραπεία, καὶ τίνες
14. ἐν αὐτῇ σκοποὶ, καὶ τί τὸ μέτρον, ἐξ ὧν τε συμπληροῦνται
15. κινήσεών τε καὶ τρίψεων, ἐν τῷ μετὰ ταῦτα λόγῳ
16. δηλωθήσεται. νυνὶ μὲν γάρ μοι δοκῶ καταπαύειν ἤδη τὸν
17. ἐνεστῶτα, αὔταρκες ἔχοντα μέτρον, ἐκεῖνο μόνον ἔτι
18. προσθεὶς, ὡς καὶ τὸ λουτρὸν, τὸ ἀκριβῶς εὔκρατον, ἐπὶ
1. τῆς προκειμένης ἡλικίας τε καὶ φύσεως ἐκλέγεσθαι προσήκει.
2. πρόκειται δ’, εἴ τι μεμνήμεθα, τρίτη τις ἑβδομὰς ἐτῶν ἀπὸ
3. τῆς γενετῆς, τουτέστιν ἡ μετὰ τὸ τεσσαρεσκαιδέκατον ἔτος
4. ἡλικία μέχρι τοῦ πρώτου καὶ εἰκοστοῦ, καθ’ ἣν οὐδέπω
5. κελεύω ψυχρολουτεῖν τὸ μειράκιον, ἵν’ ἐπὶ πλεῖστον αὔξοιτο.
6. τελειωθέντος δὲ κατὰ μέγεθος, ἐπισκεψόμεθά τι καὶ περὶ τῆς
7. ψυχρολουσίας. ὡσαύτως δὲ καὶ περὶ τῶν ἐν κόνει γυμνασίων
8. ἀκριβέστερον ἐπισκεψόμεθα κατὰ τὸν ἑξῆς λόγον. ἐν
9. δέ γε τῷ παρόντι τοῦτο εἰπεῖν ἀρκέσει, τὸ μηδὲ κόνεως
10. χρῄζειν τὸ μειράκιον, εἰ τὸν οἶκον, ἐν ᾧ γυμνάζεται, καθ’
11. ὃν ἐν ἀρχῇ τρόπον ἐκέλευσα παρεσκευασμένον ἔχοι. εἰ δέ
12. γε θερμότερος εἴη, καὶ κόνει χρηστέον. εἰ μὲν δὴ κονίσεται,
13. πάντως λουστέον· εἰ δὲ μὴ κονίσαιτο, δυνατόν καὶ
14. μὴ λούσασθαι, καὶ μάλιστα χειμῶνος. ἐφεξῆς δέ καὶ ὅσα
15. περὶ τροφὴν, ἢ ποτὸν, ἢ ὕπνον, ἢ περίπατον ἐστοχάσθαι
16. χρὴ τὸν ἐπιστάτην τοῦ μειρακίου, καὶ λεχθήσεται μὲν ἐν
17. τοῖς ἑξῆς· ἀδύνατον δ’ ἀκριβῶς ἐπιτυχεῖν αὐτῶν ἐν τῇ
1. πρώτῃ τῶν ἡμερῶν, ἀλλὰ κατὰ τὴν δευτέραν, ἐπὶ πόσοις
2. γυμνασίοις ὅπως διῃτήθη γινώσκων, εἰ μὲν ἀκριβῶς φαίνοιτο
3. διαφυλάττων τὴν ἑαυτοῦ φύσιν, ἐν τοῖς αὐτοῖς μέτροις
4. διαιτήσει τε καὶ διαγυμνάσει, μὴ φυλάττοντα δὲ,
5. καθότι ἂν ἐξίστηται τῶν ἀρχαίων, ἐπανάγειν πειράσεται μεταβάλλων
6. τὰ μέτρα. καὶ τοῦτο οὐ παύσεται ποιῶν, ἄχρι
7. περ ἂν ἐφ’ ἑκάστῳ τῶν πραττομένων ἀκριβὲς ὁρίσῃ τὸ μέτρον.
8. ὁπόσαι δ’ εἰσὶ καὶ τίνες αἱ εἰς τὸ παρὰ φύσιν ἐκτροπαὶ,
9. καὶ πῶς ἑκάστην χρὴ διαγινώσκειν τε καὶ θεραπεύειν,
10. ὁ ἐφεξῆς λόγος ἐξηγήσεται.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 2.12, ed. Kühn, 1823, vol. 6, p. 156-163. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:2.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩