Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 2.2, ed. Kühn, 1823, vol. 6, p. 83-91. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:2.2

17. Τίνα ποτ’ οὖν ἀρχὴν τίθεσθαι προσήκει
1. τῆς ὑγιεινῆς πραγματείας τῷ κάλλιστά τε κατεσκευασμένῳ
2. τὸ σῶμα καὶ τρίτης ἑβδομάδος ἐτῶν ἀρχομένῳ, καὶ μόνῃ
3. σχολάζοντι τῇ τοῦ σώματος ἐπιμελείᾳ, τὰ δ’ ἄλλα πάντα
4. πάρεργα τεθειμένῳ; ἐμοὶ μὲν δοκεῖ τὴν ὑφ’ Ἱπποκράτους
5. εἰρημένην ἔν τε τοῖς ἀφορισμοῖς, ἔνθα γράφει· πόνοι σιτίων
6. ἡγείσθωσαν ἔν τε τῷ ἐπιδημιῶν ἕκτῳ κατὰ τήνδε
7. τὴν ῥῆσιν· πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα
8. μέτρια. καὶ γὰρ καὶ τὸ ποσὸν ἀφώρισεν ἅπασι, προσθεὶς
9. τὸ κατὰ τὸ τέλος τῆς ῥήσεως ὄνομα, τὸ μέτρια, καὶ τὸν
10. καιρὸν ἐδίδαξε τῇ τάξει τοῦ λόγου. εἰς γὰρ τὴν τῆς
11. ὑγιείας φυλακὴν ἄρχειν μὲν χρὴ τοὺς πόνους, ἕπεσθαι
12. δὲ σιτία καὶ ποτὰ, εἶθ’ ἑξῆς ὕπνους, εἶτα ἀφροδίσια τοῖς
13. γε μέλλουσιν ἀφροδισίοις χρῆσθαι. τὰ μὲν γὰρ ἄλλα πάντα
14. κοινὰ πάσης ἡλικίας ἐστὶ, τὰ δ’ ἀφροδίσια μόνης τῆς τῶν
15. ἀκμαζόντων, ἡνίκα περ αὐτῶν ἡ χρεία, ὡς ταῖς γε πρόσθεν
16. τε καὶ ὄπισθεν ἡλικίαις ἢ οὐδ’ ὅλως σπερμαίνειν, ἢ οὐ
17. γόνιμον σπερμαίνειν, ἢ μοχθηρὸν γόνιμον ὑπάρχειν. ἀλλὰ
1. γὰρ ὁ μὲν περὶ ἀφροδισίων λόγος εἰς τὴν οἰκείαν ἀναβεβλήσθω
2. τάξιν. ἀπὸ δὲ τῶν πόνων ἀρκτέον, αὐτὸ τοῦτο
3. πρῶτον ἐν αὐτοῖς διελομένους, εἴτε ταὐτόν ἐστι πόνος τε
4. καὶ κίνησις καὶ γυμνάσιον, εἴτε πόνος μὲν καὶ κίνησις
5. ταὐτὸν, ἕτερον δέ τι τὸ γυμνάσιον, εἴτε κίνησις μὲν
6. ἕτερον, οὐδὲν δ’ ὁ πόνος τοῦ γυμνασίου διαφέρει. ἐμοὶ
7. μὲν δὴ δοκεῖ μὴ πᾶσα κίνησις εἶναι γυμνάσιον, ἀλλ’ ἡ
8. σφοδροτέρα μόνη. ἐπεὶ δ’ τῷ πρός τι τὸ σφοδρὸν, εἴη ἂν
9. ἡ αὐτὴ κίνησις ἑτέρῳ μὲν γυμνάσιον, ἑτέρῳ δ’ οὐ γυμνάσιον.
10. ὅρος δὲ τῆς σφοδρότητος ἡ τῆς ἀναπνοῆς ἀλλοίωσις·
11. ὡς, ὅσαι γε κινήσεις οὐκ ἀλλοιοῦσι τὴν ἀναπνοὴν, οὔπω
12. ταύτας ὀνομάζουσι γυμνάσια· εἰ δ’ ἤτοι μεῖζον, ἢ ἔλαττον,
13. ἢ πυκνότερον ἀναγκασθείη τις ἀναπνεῖν ἐπὶ κινήσει
14. τινὶ, γυμνάσιον ἡ τηλικαύτη κίνησις ἐκείνῳ γενήσεται.
15. τοῦτο μὲν δὴ κοινὸν γυμνάσιον ὀνομάζεται, ἰδίᾳ δὲ,
16. ἀφ’ οὗπερ καὶ τὰ γυμνάσια προσαγορεύουσιν ἅπαντες, ἔν
17. τινι κοινῷ τῆς πόλεως οἰκοδομησάμενοι χωρίῳ, εἰς ὅπερ
18. καὶ ἀλειψόμενοί τε καὶ διατριψόμενοι, καὶ διαπαλαίσοντες,
1. ἢ δισκεύσοντες, ἤ τι τοιοῦτον ἄλλο πράξοντες, ἥκουσιν. ἡ
2. δὲ τοῦ πόνου προσηγορία ταὐτόν μοι δοκεῖ σημαίνειν θατέρῳ
3. τῷ ὑπὸ τοῦ γυμνασίου ὀνόματος εἰρημένῳ δηλοῦσθαι
4. τῷ κοινῷ. καὶ γὰρ οἱ σκάπτοντες, καὶ οἱ θερίζοντες, καὶ
5. ἱππαζόμενοι πονοῦσί τε καὶ γυμνάζονται κατὰ τὸ κοινὸν
6. τοῦ γυμνασίου σημαινόμενον. ἐμοὶ μὲν οὕτω διῃρήσθω
7. περὶ τῶν ὀνομάτων, καὶ κατὰ ταῦτα τὰ σημαινόμενα πᾶς
8. ὁ ἐφεξῆς λόγος ἀκουέσθω. εἰ δέ τις ἑτέρως βούλοιτο χρῆσθαι,
9. συγχωρῶ. οὐδὲ γὰρ ὑπὲρ ὀνομάτων ὀρθότητος ἥκω
10. σκεψόμενος, ἀλλ’ ὡς ἄν τις ὑγιαίνοι μάλιστα· καὶ πρὸς
11. τοῦτ’ αὐτὸ χρήσιμον ὑπάρχον μοι περί τε τῶν γυμνασίων
12. καὶ πόνων καὶ ξυλλήβδην εἰπεῖν ἁπάσης κινήσεως διελέσθαι,
13. τὰ σημαινόμενα τῶν ὀνομάτων ἠναγκάσθην ἀφορίσασθαι.
14. αἱ μὲν δὴ τοῦ γυμνασίου χρεῖαι καὶ διὰ τοῦ πρώτου
15. μὲν εἴρηνται λόγου, βέλτιον δ’ ἂν εἴη καὶ νῦν ἐπανελθεῖν
16. αὐτὰς διὰ βραχέων, ἐπειδὴ σκοπός τε ἅμα καὶ
17. κριτήριον αὗται τυγχάνουσιν οὖσαι πάντων τῶν κατὰ μέρος
1. ἐν τῇ περὶ τὰ γυμνάσια τέχνῃ πραττομένων. ἦσαν δὲ, ὡς
2. οἶμαι, διτταὶ κατὰ γένος, αἱ μέν τινες εἰς τὴν τῶν περιττωμάτων
3. κένωσιν, αἱ δὲ εἰς αὐτὴν τῶν στερεῶν σωμάτων
4. τὴν εὐεξίαν διαφέρουσαι. ἐπειδὴ γάρ ἐστι κίνησις σφοδρὰ
5. τὸ γυμνάσιον, ἀνάγκη τρία μόνον ταῦτα γενέσθαι πρὸς αὐτὴν
6. κατὰ τὸ γυμναζόμενον σῶμα, τήν τε σκληρότητα τῶν
7. ὀργάνων ἀλλήλοις παρατριβομένων, τήν τε τῆς ἐμφύτου
8. θερμότητος αὔξησιν, τήν τε τοῦ πνεύματος κίνησιν βιαιοτέραν,
9. ἕπεσθαι δὲ τούτοις ἄλλα σύμπαντα κατὰ μέρος
10. ἀγαθὰ τοῖς σώμασιν ἐκ γυμνασίων γινόμενα, διὰ μὲν τὴν
11. σκληρότητα τῶν ὀργάνων τήν τε δυσπάθειαν αὐτῶν καὶ
12. πρὸς ἐνεργείας εὐτονίαν, διὰ δὲ τὴν θερμότητα τήν τε
13. τῶν ἀναδιδομένων ὁλκὴν ἰσχυρὰν, καὶ τὴν ἀλλοίωσιν ἑτοιμοτέραν,
14. καὶ τὴν θρέψιν βελτίονα, καὶ χύσιν ἁπάντων τῶν
15. σωμάτων, ἐφ’ ᾗ χύσει τὰ μὲν στερεὰ μαλάττεσθαι, τὰ δὲ
16. ὑγρὰ λεπτύνεσθαι, τοὺς πόρους δ’ εὐρεῖς γίνεσθαι συμβαίνει,
17. διὰ δὲ τὴν τοῦ πνεύματος ἰσχυρὰν κίνησιν ἐκκαθαίρεσθαι
18. τοὺς πόρους ἀναγκαῖόν ἐστι, καὶ κενοῦσθαι τὰ περιττώματα.
1. ἀλλ’ εἴπερ ταῦτα ποιεῖ τὸ γυμνάσιον, οὐ χαλεπὸν
2. ἔτι τὸν καιρὸν τῆς χρήσεως ἐξευρεῖν. διότι μὲν γὰρ
3. ἀναδόσεσι συνεργεῖ, οὐ χρὴ πλῆθος ὠμῶν καὶ ἀπέπτων
4. οὔτε σιτίων οὔτε χυμῶν ἢ κατὰ τὴν κοιλίαν ἢ ἐν τοῖς
5. ἀγγείοις περιέχεσθαι· κίνδυνος γὰρ αὐτοῖς ἑλχθῆναι πρὸς
6. ἅπαντα τοῦ ζώου τὰ μόρια, πρὶν χρηστοῖς γενέσθαι πεφθεῖσι
7. σχολὴ ᾖ. διότι δὲ ἐκκαθαίρει τοὺς πόρους, καὶ κενοῖ
8. τὰ περιττώματα, κάλλιον αὐτὸ πρὸ τῶν σιτίων ἀναλαμβάνεσθαι.
9. τὰ μὲν γὰρ μὴ καθαρὰ τῶν σωμάτων, ὁκόσον
10. ἂν θρέψῃς, μᾶλλον βλάψεις. ὥστε ἐκ τῶν εἰρημένων εὔδηλον,
11. ὡς οὗτος ἄριστός ἐστι γυμνασίων καιρὸς, ἡνίκα ἡ
12. μὲν χθιζινὴ τροφὴ τελέως ᾖ κατειργασμένη τε καὶ πεπεμμένη
13. τὰς δύο πέψεις, τήν τε ἐν τῇ γαστρὶ καὶ τὴν ἐν
14. τοῖς ἀγγείοις, ἑτέρας δ’ ἐφεδρεύῃ τροφῆς καιρός. εἰ δ’
15. ἢ τὸ πρόσθεν ἢ ὄπισθεν γυμνάζοις, ἢ χυμῶν ἀπέπτων
16. ἐμπλήσεις τὸ ζῶον, ἢ τὴν ὠχρὰν χολὴν ἐπιτρέψεις γεννᾶσθαι
17. πλείονα. γνωρίσματα δὲ τοῦ τοιούτου καιροῦ
1. τῶν οὔρων ἡ χροιά. τὸ μὲν οὖν ὑδατῶδες ἄπεπτον
2. ἔτι σημαίνει τὸν ἐκ τῆς γαστρὸς ἀναδιδόμενον χυμὸν ἐν τοῖς
3. ἀγγείοις περιέχεσθαι· τὸ δὲ πυῤῥὸν καὶ χολῶδες, ἐκ πολλοῦ
4. κατειργάσθαι· τὸ δὲ μετρίως ὠχρὸν ἄρτι τῆς δευτέρας
5. πέψεως γενομένης ἐστὶ σημεῖον. ὅταν γὰρ μηδέπω χρώζηται
6. τῇ χολῇ τὸ οὖρον, ὑδατῶδές τε καὶ λευκὸν φαίνεται· ὅταν
7. δὲ πλέον ἀναδέξηται τοῦ προσήκοντος, πυῤῥόν. ἐπειδὰν
8. γὰρ συμμέτρως ᾖ πυῤῥὸν, ἢ μετρίως ὠχρὸν, τηνικαῦτα
9. ἄγειν ἐπὶ τὰ γυμνάσια, προαποθέμενον ὅσον ἂν ἐν τῇ κύστει
10. καὶ τοῖς ἐντέροις τοῖς κάτω περιεχόμενον ᾖ περίττωμα·
11. κίνδυνος γὰρ κᾀκ τῶν τοιούτων εἰς τὴν ἕξιν τοῦ
12. σώματος ἐνεχθῆναί τι τῇ ῥύμῃ τῆς ἐν τοῖς γυμνασίοις θερμότητος
13. ἀναρπασθέν. εἰ μὲν οὖν εὐθέως ἀποδυσάμενός τις
14. ἐπὶ τὰς ἰσχυροτέρας ἔρχοιτο κινήσεις, πρὶν μαλάξαι σύμπαν
15. τὸ σῶμα, καὶ λεπτῦναι τὰ περιττώματα, καὶ τοὺς πόρους
16. εὐρῦναι, κίνδυνος μὲν καὶ ῥῆξαί τι καὶ σπάσαι τῶν στερεῶν
17. σωμάτων, κίνδυνος δὲ καὶ τὰ περιττώματα τῇ τοῦ
1. πνεύματος ῥύμῃ κινήσαντος τοὺς πόρους ἐμφράξαι. εἰ δὲ
2. κατὰ μικρὸν προθερμῄνας προμαλάξειε μὲν τὰ στερεὰ,
3. προλεπτύνειε δὲ τὰ ὑγρὰ, καὶ τοὺς πόρους εὐρύνειε, κίνδυνος
4. οὐδεὶς οὔτε τοῦ ῥῆξαί τι μόριον οὔτε τοῦ τοὺς πόρους
5. ἐμφράξαι ἂν καταλάβοι τὸν γυμναζόμενον. ὅπως οὖν
6. ταῦτα γένοιτο, χρὴ προθερμῇναί τε μετρίως ἀνατρίψαντα τῷ
7. σινδόνι τὸ σύμπαν σῶμα, κᾄπειτα δι’ ἐλαίου τρίβειν. οὐ
8. γὰρ δὴ εὐθέως τὸ χρῆσθαι τῷ λίπει συμβουλεύω, πρὶν
9. θερμανθῆναί τε τὸ δέρμα, καὶ τοὺς πόρους εὐρυνθῆναι,
10. καὶ συλλήβδην εἰπεῖν εὐτρεπισθῆναι τὸ σῶμα πρὸς τὸ καταδέξασθαι
11. τὸ ἔλαιον. ἱκαναὶ δ’ εἰς τοῦτο παντάπασιν
12. ὀλίγαι περιαγωγαὶ τῶν χειρῶν ἄλυποί τε καὶ μετρίως ταχεῖαι,
13. σκοπὸν ἔχουσαι θερμῇναι τὸ σῶμα χωρὶς τοῦ θλίψαι·
14. καὶ γὰρ καὶ φανεῖταί σοι, τούτων γιγνομένων, ἔρευθος
15. εὐανθὲς ἐπιτρέχον ἅπαντι τῷ δέρματι. τότ’ οὖν ἤδη τὸ
16. λίπος ἐπάγειν αὐτῷ, καὶ τρίβειν γυμναῖς ταῖς χερσὶ συμμέτρως
17. ἐχούσαις σκληρότητός τε καὶ μαλακότητος, ὅπως μήτε
18. συνάγηται καὶ σφίγγηται τὸ σῶμα, μήτε ἐκλύηται καὶ
1. χαλᾶται περαιτέρω τοῦ δέοντος, ἀλλ’ ἐν τῇ φύσει φυλάττηται.
2. τρίβειν δὲ κατὰ μὲν τὰς πρώτας ἐπιβολὰς ἀτρέμα,
3. τοὐντεῦθεν δ’ ἤδη κατὰ βραχὺ παραύξαντα, καὶ μέχρι γε
4. τοσούτου τὴν τρίψιν ἐπὶ τὸ ῥωμαλεώτερον ἄγειν, ὡς θλίβεσθαι
5. μὲν ἤδη σαφῶς τὴν σάρκα, μὴ θλᾶσθαι δέ· μὴ
6. πολλῷ δὲ χρόνῳ τὴν οὕτως ἰσχυρὰν τρίψιν ἐπάγειν, ἀλλ’
7. ἅπαξ ἢ δὶς ἐφ’ ἑκάστου μέρους. οὐ γὰρ, ὥστε σκληρῦναι
8. τὸ σῶμα τοῦ παιδὸς, οὕτω τρίβομεν, ὃν ἤδη τοῖς πόνοις
9. προσάγομεν, ἀλλ’ ὑπὲρ τοῦ προτρέψαι τε εἰς τὰς ἐνεργείας,
10. καὶ συστρέψαι τὸν τόνον, καὶ τὴν ἐκ μαλακῆς τρίψεως
11. ἀραιότητα σφίγξαι. σύμμετρον γὰρ αὐτοῦ τὸ σῶμα φυλάττεσθαι
12. χρὴ, καὶ οὐδαμῶς οὔτε σκληρὸν οὔτε ξηρὸν ἀποτελεῖσθαι,
13. μή πως ἐπίσχωμέν τι τῆς κατὰ φύσιν αὐξήσεως.
14. τοῦ δὲ χρόνου προϊόντος, ὅταν ἤδη μειράκιον ἡμῖν γίγνηται,
15. τότε καὶ τῇ σκληροτέρᾳ τρίψει χρησόμεθα, καὶ ταῖς
16. μετὰ τὰ γυμνάσια ψυχρολουσίαις. ἀλλὰ περὶ μὲν τούτων
17. αὖθις εἰρήσεται.

Cliquer un n° de page pour en afficher l’image