1. Ἐν τῇ δὲ παρασκευαζούσῃ πρὸς τὰ
2. γυμνάσια τρίψει, σκοπὸν ἐχούσῃ μαλάξαι τὰ σώματα, τὴν
3. μέσην σκληρᾶς καὶ μαλακῆς ἐπικρατεῖν χρὴ ποιότητα, καὶ
4. κατ’ ἐκείνην τυποῦσθαι τὸ σύμπαν. πολυειδεῖς δὲ ταῖς
5. ἐπιβολαῖς τε καὶ περιαγωγαῖς τῶν χειρῶν αἱ ἀνατρίψεις γιγνέσθωσαν,
6. οὐκ ἄνωθεν κάτω μόνον ἢ κάτωθεν ἄνω φερομένων
7. αὐτῶν, ἀλλὰ καὶ πλαγίων, καὶ λοξῶν, ἐγκαρσίων
8. τε καὶ σιμῶν. καλῶ δὲ ἐγκάρσιον μὲν τὸ ἐναντίον τῷ εὐθεῖ,
9. σιμὸν δὲ τὸ βραχὺ τούτου παρεγκλῖνον ἐφ’ ἑκάτερα,
10. καθάπερ γε καὶ τὸ τῆς εὐθύτητος ἑκατέρωσε πρὸς ὀλίγον
11. ἐκτρεπόμενον ὀνομάζω πλάγιον· ὅσον δ’ ἀκριβῶς μέσον
12. ἐστὶν εὐθείας τε καὶ ἐγκαρσίας φορᾶς, λοξὸν τοῦτο προσαγορεύω.
13. καὶ μὲν δὴ καὶ τρίψιν τε καὶ ἀνάτριψιν οὐ διοίσει
14. λέγειν, εἰδότας ὅτι τὸ τῆς ἀνατρίψεως ὄνομα συνηθέστερον
15. τοῖς παλαιοῖς ἐστι, τὸ δὲ τῆς τρίψεως τοῖς νέοις.
16. πολυειδεῖς δὲ κελεύω γίνεσθαι τὰς ἐπιβολὰς τε καὶ περιαγωγὰς
17. τῶν χειρῶν ἕνεκα τοῦ συμπάσας ὡς οἷόν τε τῶν
1. μυῶν τὰς ἶνας ἐκ παντὸς μέρους ἀνατρίβεσθαι. τὸ γὰρ
2. οἴεσθαι, τὴν μὲν ἐγκάρσιον ἀνάτριψιν, ἣν δὴ καὶ στρογγύλην
3. ὀνομάζουσιν ἔνιοι, σκληρύνειν καὶ πυκνοῦν καὶ σφίγγειν
4. καὶ συνδεῖν τὰ σώματα, τὴν δὲ εὐθεῖαν ἀραιοῦν τε
5. καὶ χαλᾷν καὶ μαλάττειν καὶ λύειν, ἐκ τῆς αὐτῆς ἐστιν
6. ἀγνοίας, ἐξ ἧσπερ καὶ τὰ ἄλλα, ἃ περὶ τῆς τρίψεως εἴρηται
7. τοῖς πλείστοις τῶν γυμναστῶν. πλεῖον γὰρ οὐδὲν οὐδεὶς ἔχει
8. περὶ δυνάμεων τρίψεως εἰπεῖν ὧν Ἱπποκράτης ἔγραψεν ἐν
9. τῷ κατ’ ἰητρεῖον, ὑπὸ μὲν τῆς σκληρᾶς δεῖσθαι τὸ σῶμα
10. λέγων, ὑπὸ δὲ τῆς μαλακῆς λύεσθαι, καὶ ὑπὸ μὲν τῆς
11. πολλῆς ἰσχναίνεσθαι, σαρκοῦσθαι δὲ ὑπὸ τῆς μετρίας.
12. ἔχει δὲ ἡ ῥῆσις ᾧδε. ἀνάτριψις δύναται λῦσαι, δῆσαι,
13. σαρκῶσαι, μινυθῆσαι· ἡ σκληρὰ δῆσαι, ἡ μαλακὴ λῦσαι,
14. ἡ πολλὴ μινυθῆσαι, ἡ μετρίη σαρκῶσαι. τέτταρες
15. γὰρ αὗται διαφοραὶ κατὰ γένος ἐπὶ τέσσαρσι δυνάμεσί τε
16. καὶ χρείαις ἁπασῶν τρίψεών εἰσιν. εἰ δὲ καὶ τὰς μέσας αὐτῶν
17. προσλογιζοίμεθα συνεμφαινομένας ταῖς εἰρημέναις, ἓξ αἱ
1. ἅπασαι διαφοραὶ γενήσονται. πόθεν οὖν ἐπῆλθε τοῖς πλείστοις
2. τῶν νεωτέρων γυμναστῶν οὕτω πολλὰς διαφορὰς
3. γράψαι τρίψεων, ὡς μηδὲ ἀριθμῆσαι ῥᾳδίως αὐτὰς δύνασθαι;
4. πόθεν ἄλλοθεν, ἢ ὅτι λογικῆς θεωρίας παντάπασιν
5. ἀγύμναστοι ὄντες οὐ συνεῖδον ἅμα ταῖς οἰκείαις τῆς
6. τρίψεως διαφοραῖς ἐνίοτε μὲν καὶ τῶν ἔξωθέν τινος μνημονεύοντες,
7. ἐνίοτε δὲ καὶ τὰς ἀπεργαζομένας ἑκάστην τρίψιν
8. αἰτίας ἀναγράφοντες, ἔστιν ὅτε δὲ καὶ πρὸς ἀλλήλας ἐπιπλέκοντες
9. αὐτάς τε τὰς γνησίας διαφορὰς καὶ ὅσας οὐκ
10. ὀρθῶς αὐταῖς προσέθεσαν. ὅταν μὲν γὰρ λέγωσι, τὰς
11. τρίψεις ἀλλήλων διαφέρειν τῷ τὰς μὲν ἐν ὑπαιθρίῳ γίγνεσθαι,
12. τὰς δὲ ἐν καταστέγῳ, τὰς δὲ ἐν ὑποσυμμιγεῖ σκιᾷ,
13. καὶ τὰς μὲν ἐν ἀνεμώδει χωρίῳ, τὰς δὲ ἐν γαληνῷ, καὶ τὰς
14. μὲν ἐν θερμῷ, τὰς δὲ ἐν ψυχρῷ, τὰς μὲν ἐν ἡλίῳ, τὰς
15. δὲ ἐν βαλανείῳ, τὰς δὲ πρὸ βαλανείου, τὰς δὲ ἐν παλαίστρᾳ,
16. καὶ τοιοῦτόν τινα ποιοῦντες κατάλογον, οὐκ οἰκείας
17. διαφορὰς τρίψεων λέγουσιν, ἀλλ’ ὧν οὐκ ἄνευ τινὸς ὁ τριβόμενός
18. ἐστιν. ἀνάγκη γὰρ πάντως αὐτὸν ἔν τινι χωρίῳ
1. τῶν κατὰ τὴν οἰκουμένην ὑπάρχειν, καὶ πρός γε τῷ χωρίῳ
2. χειμῶνος, ἢ θέρους, ἢ κατά τινα τῶν ἄλλων ὡρῶν. ἐπειδὰν
3. δὲ τὰς μὲν τῷ μετὰ πλείονος ἐλαίου, τὰς δὲ τῷ
4. μετὰ ἐλάττονος, ἢ παντάπασιν ἐλαίου χωρὶς, ἤτοι διὰ τῶν
5. χειρῶν μόνον, ἢ μετὰ κόνεως, ἢ διὰ σινδόνων, καὶ τούτων
6. ἤτοι σκληρῶν ἢ μαλακῶν γίγνεσθαι διαφέρειν ἀλλήλων λέγωσι
7. τὰς τρίψεις, αἰτίων καταρίθμησιν ποιοῦνται τῶν ἤτοι
8. σκληρὰν ἢ μαλακὴν ἀπεργαζομένων τὴν τρίψιν. ἐξ οὗ γένους
9. τῶν αἰτίων ἐστὶ καὶ τὸ τὰς χεῖρας τῶν τριβόντων
10. ἤτοι σκληρὰς ἢ μαλακὰς εἶναι, καὶ ἤτοι πιέζειν σφοδρῶς,
11. ἢ πρᾴως ἐφάπτεσθαι. τὸ δὲ τρίτον εἶδός ἐστι τῶν πολλὰς
12. τῆς τρίψεως οἰομένων εἶναι διαφορὰς ἐκ τοῦ κατὰ συζυγίας
13. τινὰς ἐπιπλέκειν ἀλλήλοις ἅπαντα τὰ νῦν εἰρημένα.
14. ὅσοι μὲν οὖν αὐτῶν ἢ τὰς ἔξω περιστάσεις τῶν πραγμάτων,
15. ἢ τὰς αἰτίας τῶν οἰκείων διαφορῶν ἀλλήλαις ἐπιπλέκουσιν,
16. εὐφωρατότεροι γίνονται μὴ γινώσκοντες ὀρθῶς·
17. ὅσοι δὲ κατὰ τὰς οἰκείας διαφορὰς ποιοῦνται τὰς συζυγίας,
18. ἧττον οὗτοι γνωρίζονται σφαλλόμενοι. εἰσὶ δὲ καὶ οἵ σοφίας
1. δόξαν ἀπηνέγκαντο, καὶ δοκοῦσι πλέον εὑρηκέναι τῶν
2. ὑφ’ Ἱπποκράτους εἰρημένων. ὧνπερ οὖν καὶ Θέων ὁ γυμναστής
3. ἐστιν, ὅστις ἔδοξε βέλτιον Ἱπποκράτους ἐγνωκέναι περὶ
4. τρίψεως. ἀφορισαμένου γὰρ ἐκείνου κατὰ τὴν προγεγραμμένην
5. ῥῆσιν, ἐν μὲν τῇ κατὰ ποιότητα διαφορᾷ τήν τε μαλακὴν
6. καὶ σκληρὰν, ἐν δὲ τῇ κατὰ ποσότητα τήν τε πολλὴν
7. καὶ τὴν μετρίαν, ὁ Θέων οὐκ ἀξιοῖ μνημονεύειν οὔτε
8. ποιότητος οὔτε ποσότητος ἰδίᾳ, γράφων ἐν ἄλλοις τέ τισι
9. καὶ τῷ τρίτῳ τῶν γυμναστικῶν ᾧδε. ἀρέσκει περὶ τρίψεως
10. παραγγέλλοντας, δεῖν ἀεὶ συναρμόττειν ταῖς ποιότησι τὰς
11. ποσότητας. καθ’ ἑαυτὰς μὲν γὰρ ἀτελεῖς εἶναι πρὸς τὴν
12. ἐν τοῖς ἔργοις κατόρθωσιν. τὴν γοῦν μαλακὴν τρίψιν
13. παρὰ τὴν ποσότητα τριῶν ἀποτελεσμάτων ποιητικὴν γίγνεσθαι·
14. τὴν μὲν γὰρ ὀλίγην ἀνιέναι ποσῶς τὴν σάρκα καὶ
15. εὐαφῆ ποιεῖν, τὴν δὲ πολλὴν διαφορεῖν καὶ τήκειν, τὴν
16. δ’ αὐτάρκη σαρκοῦν τὸ σῶμα πλαδαρᾷ καὶ κεχυμένῃ
17. σαρκί. ὁμοίως δὲ καὶ τὴν σκληρὰν τρίψιν παρὰ τὴν
18. ποσότητα καὶ ἴσον ἀριθμὸν ἀποτελεσμάτων ποιεῖν· πολλὴν
1. γὰρ προσαχθεῖσαν σφίγγειν τὰ σώματα καὶ συνδεῖν, καὶ
2. φλεγμονῇ τι παραπλήσιον ἀπεργάζεσθαι, τὴν δὲ αὐτάρκη
3. σαρκοῦν μεμειωμένῃ καὶ εὐπεριγράπτῳ σαρκὶ, τὴν μέντοι
4. γε ὀλίγην ἐνερευθῆ πρὸς ὀλίγον χρόνον τὴν ἐπιφάνειαν
5. ποιεῖν. οὐκ ἀξιοῖ δὲ περὶ τῆς σκληρᾶς τρίψεως ἰδίᾳ καθ’
6. ἑαυτὴν οὐδὲν παραγγέλλειν τὸν γυμναστὴν, ἀλλὰ συναρμόζειν
7. αὐτῇ τὸ ποσὸν, εἴπερ τι μέλλοι τότε κατόρθωμα πλέον
8. ἐν τοῖς ἔργοις τῆς τέχνης ἔσεσθαι. κατὰ δὲ τὸν αὐτὸν τρόπον
9. οὐδὲ περὶ τῆς μαλακῆς ἰδίᾳ καθ’ ἑαυτὴν οὐδὲν ἡγεῖται
10. νῦν ὑποτίθεσθαι· μὴ γὰρ δύνασθαί ποτε γενέσθαι μαλακὴν
11. τρίψιν αὐτὴν καθ’ ἑαυτὴν μόνην ἄνευ τοῦ πολλὴν, ἢ
12. ὀλίγην, ἢ σύμμετρον ὑπάρχειν. εἶθ’ ἑξῆς διηγεῖται κατὰ
13. συζυγίαν, ὅσα περὶ τοῖς σώμασιν ἡμῶν ἐργάζεσθαι πεφύκασιν·
14. τὴν μὲν ὀλίγην τε ἅμα καὶ μαλακὴν ἀνιέναι ποσῶς
15. τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν, ἀποφαινόμενος οὐδὲν ἢ τὸ
16. λῦσαι πρὸς Ἱπποκράτους εἰρημένον, ἑτέροις ὀνόμασιν
17. ἑρμηνεύων· τὸ γὰρ ἀνιέναι τὴν σάρκα καὶ εὐαφῆ ποιεῖν
18. τί ἄλλο ἢ λύειν ἐστὶ τὰ συνδεδεμένα καὶ συνημμένα;
1. προσέθηκε δὲ τῷ λόγῳ τὸ ποσῶς, οὐ τὸ γένος τῆς ἐνεργείας
2. ὑπαλλάττων, ἀλλὰ τὸ ποσὸν ἐν αὐτῷ διορίζων. μαλάττει
3. γὰρ ἐπ’ ὀλίγον ἡ τοιαύτη τρίψις, ὡς, εἴ γ’ ἐπὶ πλεῖον
4. γένοιτο, μαλάξει μὲν ἔτι καὶ νῦν, ἀλλὰ μειζόνως, ἢ πρόσθεν.
5. ὅτι τοίνυν οὐ μεγάλως, οὐδ’ ἱκανῶς, ἀλλὰ καὶ βραχέως
6. ἡ ὀλίγη καὶ μαλακὴ τρίψις ἀνίησί τε καὶ μαλάττει
7. τὰ σώματα, διὰ τῆς τοῦ ποσῶς προσθήκης ἐδήλωσεν·
8. οὐδέπω κατὰ γε τοῦτο τῶν ὑφ’ Ἱπποκράτους εἰρημένων διδάσκων
9. περιττότερον, ὥσπερ οὐδ’ ἐν τῷ φάναι, τὴν αὐτάρκη
10. καὶ μαλακὴν σαρκοῦν τὸ σῶμα πλαδαρᾷ καὶ κεχυμένῃ
11. σαρκί. διότι μὲν γὰρ αὐτάρκης, σαρκώσει, διότι δὲ
12. μαλακὴ, λύσει, τοῦτ’ ἔστι μαλάξει, ὅπερ ἴσον ἐστὶ τῷ
13. πλαδαρὰν καὶ κεχυμένην ἐργάσασθαι τὴν σάρκα. ἐχρῆν δ’
14. αὐτὸν, ὥσπερ ὑπὲρ τούτων εἶπεν ὀρθῶς, οὕτως καὶ ὁπότε
15. περὶ τῆς πολλῆς τε ἅμα καὶ μαλακῆς διαλέγεται, μὴ τοῦτο
16. μόνον εἰπεῖν, ὅτι διαφορεῖν καὶ τήκειν πέφυκεν, ἀλλὰ καὶ
17. ὁποίαν τινὰ τὴν ὑπόλοιπον ἐργάζεται σάρκα. οὐ γὰρ δή
1. πᾶσαν τὴν οὐσίαν διαφορεῖ καὶ τήκει, καθάπερ τὸ πῦρ,
2. ἀλλά τι καὶ καταλείπει πάντως. τοῦτο οὖν τὸ καταλειπόμενον
3. ὁποῖόν τι τὴν ἰδέαν ἐστὶν, ἐχρῆν, οἶμαι, προσκεῖσθαι
4. τῷ λόγῳ, καὶ μὴ μόνον τὸ τῆς πολλῆς τρίψεως ἴδιον
5. ἔργον εἰπόντα τὸ τῆς μαλακῆς παραλιπεῖν. ὅτι μὲν ἡ
6. πολλὴ διαφορεῖ, καὶ πρὸς Ἱπποκράτους εἴρηται πρόσθεν·
7. ἀλλ’ οὐχ ἁπλῶς ὑπὲρ τῆς πολλῆς ἐνεστήσατο τὸν λόγον ὁ
8. Θέων, ἀλλὰ κατὰ συζυγίαν ἠξίωσε διδάσκειν, ἀπὸ τῆς
9. πρώτης μὲν ἀρξάμενος τῆς τε ὀλίγης τε ἅμα καὶ μαλακῆς,
10. ἐπὶ δευτέραν δὲ μεταβὰς τὴν μαλακήν τε ἅμα καὶ πολλὴν,
11. εἶθ’ ἑξῆς τρίτης μνημονεύσας τῆς μαλακῆς τε ἅμα καὶ
12. συμμέτρου. ὥσπερ οὖν ἐπί τε τῆς πρώτης καὶ τρίτης συζυγίας
13. οὐκ ἐσιώπησε τὸ τῆς ποιότητος ἔργον, οὕτως ἐχρῆν
14. αὐτὸν οὐδὲ ἐπὶ τῆς δευτέρας παραλιπεῖν, ἀλλὰ κᾀνταῦθα
15. φάναι, τὴν πολλήν τε ἅμα καὶ μαλακὴν τρίψιν διαφορεῖν
16. τε ἅμα καὶ μαλακὴν ἀπεργάζεσθαι τὴν σάρκα· πλὴν εἰ τὸ
17. τήκειν ἀντὶ τοῦ μαλάττειν χρὴ δέξασθαι, καὶ οὕτως
18. ἀληθὲς μένει τὸ εἰρημένον. οὐχ ὅπως δὲ διαβάλλει τὴν
1. Ἱπποκράτους διδασκαλίαν, ἀλλὰ καὶ παντὸς μᾶλλον ὁμολογεῖ
2. αὐτήν. εἴπερ γὰρ ἡ μαλακὴ τρίψις ἀεὶ μὲν ἁπαλὸν
3. ἐργάζεται τὸ σῶμα, κᾂν ὀλίγη, κᾂν πολλὴ, κᾂν σύμμετρος
4. ὑπάρχῃ, προσέρχεται δ’ αὐτῇ οὐδέν τι παρὰ τῆς ποσότητος
5. ἕτερον, ἀχώριστον ἔσται τῆς μαλακῆς τρίψεως τὸ μαλάττειν,
6. ὥσπερ, οἶμαι, καὶ τῆς σκληρᾶς τὸ σκληρύνειν, ἢ συνάγειν,
7. ἢ σφίγγειν, ἢ δεῖν, ἢ πυκνοῦν, ἢ δυσαφῆ τὴν σάρκα
8. ποιεῖν, ἢ ὡς ἄν τις ἑτέρως ἑρμηνεύειν ἐθέλοι ταὐτὸν
9. πρᾶγμα. πρῶτον μὲν γὰρ καὶ κύριον ὄνομα τῆς οὕτως
10. διατιθεμένης σαρκός ἐστι τὸ σκληρὸν, ὥσπερ καὶ τῆς ἐναντίας
11. αὐτῇ τὸ μαλακόν. οὐ μὴν ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον,
12. ὡς εἶπον, ἐγχωρεῖ λέγειν. καὶ διὰ τίνα μὲν τὴν αἰτίαν
13. οὕτω πολλοῖς ὀνόμασιν οἷόν τε χρῆσθαι καθ’ ἑνὸς
14. πράγματος, ὀλίγον ὕστερον εἰρήσεται· νῦν δὲ, ὡμολόγηται
15. γὰρ τοῦτο, τὴν μὲν αἰτίαν αὐτοῦ λέγειν ἔν γε τῷ παρόντι
16. παραλίπωμεν. ὅτι δ’ ἐξ ἀνάγκης ἕπεται τῇ μαλακῇ τρίψει
17. τὸ μαλακὰ ποιεῖν τὰ σώματα, πρόδηλον ἐκ τῶν εἰρημένων.
18. εἰ γὰρ μὴ πολλὴν, μήτ’ ὀλίγην, μήτε σύμμετρον
1. τὴν τοιαύτην τρίψιν παραλαβὼν σκληρὸν ἐργάσασθαί ποτε
2. δυνήσῃ τὸ σῶμα, δῆλον ὡς ἀχώριστον αὐτῆς ἐστι τὸ μαλάττειν,
3. ὥσπερ γε καὶ τῆς σκληρᾶς τὸ συνδεῖν τε καὶ σκληρύνειν.
4. καὶ γὰρ καὶ ταύτην ἄν τ’ ὀλίγην, ἄν τε πολλὴν, ἄν τε
5. σύμμετρον παραλάβῃς, οὐδέποτε μαλάξεις τὸ σῶμα κατ’
6. οὐδεμίαν ποσότητα, διὰ παντὸς δὲ σκληρὸν ἀπεργάσῃ μᾶλλον,
7. ἢ ἧττον, ἐπὶ πλέον τρίβων μᾶλλον, ἐπ’ ἔλαττον δὲ
8. ἧττον· εἰ δὲ καὶ παντελῶς ὀλίγας τὰς σκληρὰς ἐπιβολὰς
9. ποιησάμενος ἀρκεσθείης, ἀνάλογον τῇ τούτων βραχύτητι
10. καὶ σκληρότης ἀπαντήσεται, καθάπερ καὶ ὁ πυρὶ πλησιάζων
11. ἀεὶ μὲν θερμαίνεται, κᾂν ἐπὶ πολὺν χρόνον αὐτῷ
12. τύχῃ πλησιάζων, κᾂν ἐπ’ ὀλίγον, ἀλλὰ μᾶλλον μὲν τοῦθ’
13. ὁ πολυχρονίως ὁμιλῶν, ἧττον δὲ ὁ μέχρι βραχέος, ἐπ’
14. ἐλάχιστον δὲ ὁ ψαύσας μόνον. οὕτω κᾀν ταῖς τρίψεσιν
15. ὁμοιοῦται διαπαντὸς τὸ σῶμα, πρὸς μὲν τῆς μαλακῆς
16. μαλαττόμενον, ὑπὸ δὲ τῆς σκληρᾶς σκληρυνόμενον,
17. οὐ μὴν ἴσῳ γε τῷ μέτρῳ διαπαντὸς, ἀλλ’ ὑπὸ μὲν
18. τῆς πλείονος μᾶλλον, ὑπὸ δὲ τῆς ἐλάττονος ἧττον, ὥσπερ
19. γε καὶ ὑπὸ μὲν τῆς πλείστης μάλιστα, ὑπὸ δὲ τῆς ἐλαχίστης
1. ἥκιστα. τοίνυν ὁ Θέων, ὁπότε περὶ τῆς μαλακῆς τε
2. καὶ πολλῆς τρίψεως διαλεγόμενος διαφορεῖν καὶ τήκειν εἶπεν
3. αὐτὴν, εἰ μὲν τὸ κενοῦν διὰ τοῦ τήκειν δηλοῖ, πλέον
4. οὐδὲν σημαίνει τοῦ διαφορεῖν· ὥστε δὶς μὲν ἂν εἴη ταὐτὸν
5. εἰρηκὼς, παραλελοιπὼς δὲ προσθήκην ἀναγκαίαν τῆς γινομένης
6. περὶ τὸ σῶμα διαθέσεως ἐκ τῆς μαλακῆς τρίψεως·
7. εἰ δὲ τὸ μαλάττειν, ἢ λύειν, ἢ χαλᾷν, ἢ ὅπως ἂν ἑτέρως
8. ὀνομάζειν ἐθέλῃ, παραλείψεται μὲν οὕτως οὐδὲν αὐτῷ, τὰ
9. δ’ Ἱπποκράτους λέγων φωραθήσεται διὰ μοχθηροτέρου
10. τρόπου διδασκαλίας. ὅτι μὲν ὁ τοιοῦτος τρόπος τῆς διδασκαλίας
11. μοχθηρότερός ἐστιν ἧς Ἱπποκράτης ἔγραψεν, ὀλίγον
12. ὕστερον ἐπιδείξομεν· ὅτι δὲ, εἴπερ τὸ τήκειν ἀντὶ τοῦ
13. μαλάττειν εἴρηκεν, οὐδὲν τῶν Ἱπποκράτους λέγει περιττότερον,
14. ἄντικρυς δῆλον. εἰπόντος γὰρ ἐκ εἴνου, τὴν μὲν μαλακὴν
15. λύειν, τὴν δὲ πολλὴν ἰσχναίνειν, εὔδηλον ἂν εἴη
16. παντί γε τῷ νοῦν ἔχοντι συλλογίσασθαι, τὴν ἐκ τῆς μαλακῆς
17. τε ἅμα καὶ πολλῆς σύνθετον ἰσχναίνειν τε ἅμα καὶ
1. μαλάττειν. ἀλλ’ οὐχ ὁ Θέων ἔοικεν οὕτω γινώσκειν, ἀλλ’
2. ὅπερ ἐν τῷ πρώτῳ τῶν γυμναστικῶν ἰσχναίνειν εἶπε δι’
3. ἑνὸς ῥήματος, τοῦτ’ ἐν τῷ τρίτῳ διὰ δυοῖν, τοῦ τε διαφορεῖν
4. καὶ τήκειν. ἔχει γὰρ οὖν δὴ καὶ ἡ ἐν τῷ πρώτῳ
5. ῥῆσις ᾧδε. ἐκ δὲ τῶν ἐναντίων τὴν μαλακὴν τρίψιν, πολλὴν
6. μὲν γενομένην, ἰσχναίνειν τὰ σώματα, αὐτάρκη δὲ, σαρκοῦν
7. τρυφερᾷ καὶ κεχυμένῃ σαρκί. φανερῶς γὰρ ἐνταῦθα
8. τὴν μαλακήν τε ἅμα καὶ πολλὴν τρίψιν ἰσχναίνειν ἔφησε
9. τὰ σώματα. ὅτι δ’ ἀναγκαῖον ἦν οὐ μόνον τὸ τῆς πολλῆς
10. ἴδιον, ἀλλὰ καὶ τὸ τῆς μαλακῆς εεἰπεῖνἶπεῖν, καὶ αὐτὸς ὁ Θέων
11. ἐνεδείξατο διὰ τῆς ἑξῆς ῥήσεως, ἐν ᾗ περὶ τῆς σκληρᾶς
12. τρίψεως διδάσκων τὴν πολλὴν σφίγγειν τὰ σώματα καὶ
13. συνδεῖν καὶ φλεγμονῇ τι παραπλήσιον ἐργάζεσθαί φησιν.
14. ὃ γὰρ εἶχε συμμέτρως ὑπάρχουσα τῇ ποσότητι, τοῦτο πλεονασθεῖσα
15. μᾶλλον ἐπεκτήσατο. πάντες οὖν ὁμολογοῦσι, τὴν
16. σύμμετρον σκληρὰν σαρκοῦν τὸ σῶμα σκληρᾷ σαρκὶ, καθάπερ
17. γε καὶ τὴν σύμμετρον μαλακὴν σαρκοῦν μὲν καὶ
18. αὐτὴν, ἀλλὰ μαλακῇ τῇ σαρκί. κινδυνεύει δὲ ὁ Θέων, ἡνίκα
1. ὑπὲρ τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς τρίψεως ὁ λόγος ἦν
2. αὐτῷ, μηδὲν τῆς μαλακῆς ἔργον εἰρηκέναι, ὁπότε δὲ περὶ
3. τῆς σκληρᾶς τε ἅμα καὶ πολλῆς, μηδὲν τῆς πολλῆς. εἰ γὰρ
4. τὸ τήκειν ταὐτὸν τῷ κενοῦν καὶ διαφορεῖν ὑπολάβοιμεν,
5. ὑπὲρ μὲν τῆς πολλῆς ἔσται τι λεγόμενον αὐτῷ, περὶ δὲ
6. τῆς μαλακῆς οὐδὲν, ὥσπερ γε κᾀν τῷ περὶ τῆς σκληρᾶς τε
7. καὶ πολλῆς ὑπὲρ μὲν τῆς σκληρᾶς εἴρηται τὸ σφίγγειν
8. καὶ δεῖν καὶ φλεγμονῇ τι παραπλήσιον ἀπεργάζεσθαι,
9. περὶ δὲ τοῦ πλήθους οὐδέν· καίτοι δίκαιον ἦν τι καὶ
10. περὶ τῆς ποσότητος εἰπεῖν. ἀπεφῄνατο γοῦν, ὡς, εἰ σύμμετρος
11. εἴη τῇ ποσότητι, παχύνει. τί ποτ’ οὖν ἡ πολλὴ ποιήσει
12. μετὰ τὴν σύμμετρον ὑπάρχουσα; πάντως γὰρ ἤτοι φυλάξει
13. τὸ ταύτης ἔργον, ἢ ἀλλοιώσει. ἀλλ’ εἰ μὲν φυλάξει,
14. τὸ πλῆθος μετὰ τῆς συμμετρίας τῶν τρίψεων οὐδὲν ἐργάσεται
15. περιττότερον· εἰ δέ τι δράσει πλέον, ἤτοι καθαιρήσει
16. τῆς σαρκώσεως, ἢ προσθήσει. καθαιροῦσα μὲν οὖν
17. λεπτυνεῖ, προστιθεῖσα δὲ σαρκώσει. ἀλλὰ μὴν οὐ σαρκοῖ·
18. λεπτύνειν γοῦν ἀναγκαῖον αὐτήν. οὐ μὴν εἶπέ γε ὁ Θέων
1. οὐδὲν ὑπὲρ τῆς κατὰ τοῦτο διαφορᾶς, ἀλλ’ ὅλως ἐσιώπησε,
2. μήτ’ εἰ λεπτύνει, μήτ’ εἰ παχύνει, μήτ’ εἰ φυλάττει τὴν ἐκ
3. τῆς συμμέτρου τρίψεως σάρκωσιν ἡ σκληρὰ πλεονασθεῖσα,
4. μηδὲν ὅλως ἀποφῃνάμενος, ἀλλὰ μόνον ὅτι σφίγγει καὶ
5. συνδεῖ παραπλησίως φλεγμονῇ. ἐχρῆν δ’ οὐ ταῦτα μόνον
6. εἰπεῖν, ἀλλ’ ὅτι καὶ λεπτύνει.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 2.3, ed. Kühn, 1823, vol. 6, p. 92-105. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:2.3
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩