7. Φαίνεται τοίνυν ὁ Θέων ἢ μὴ δυνηθεὶς
8. συνιέναι τῆς Ἱπποκράτους ἐν τοῖσδε τέχνης, ἢ μὴ βουληθεὶς
9. ἐπαινεῖν τὸν ἄνδρα, διὰ βραχείας οὕτω ῥήσεως ἁπάσας
10. τε τὰς διαφορὰς τῶν τρίψεων εἰπόντα καὶ πρὸς ταῖς
11. διαφοραῖς ἑκάστης αὐτῶν ἐνέργειάν τε καὶ δύναμιν. ὡς
12. μὲν γὰρ ἄν τις οἰηθείη κατὰ τὴν πρόχειρον οὑτωσὶ φαντασίαν,
13. ὑπὲρ τεττάρων εἴρηκε μόνων· ἔχει δὲ οὐχ οὕτω τἀληθὲς,
14. ἀλλ’ ἑτέρας ἐνεδείξατο δύο ταῖς εἰρημέναις ἐξ ἀνάγκης
15. συνεπινοουμένας, ἐν μὲν τῇ κατὰ ποιότητα διαφορᾷ
16. τὴν μέσην τῆς σκληρᾶς τε καὶ μαλακῆς, ἥπερ δὴ καὶ σύμμετρός
17. ἐστιν, ἐν δὲ τῇ κατὰ ποσότητα τὴν ὀλίγην· ἀναγκαῖον
18. γὰρ τὴν ὀλίγην ἐναντίαν εἶναί τινα τῇ πολλῇ. τὸ δὲ
1. τῆς παλαιᾶς ἑρμηνείας εἶδος οὕτως ἐστὶ βραχυλόγον, ὡς
2. πολλὰ πολλάκις ὑπερβαίνειν δοκεῖν τῇ λέξει τῶν ἐξ ἀνάγκης
3. ἑπομένων τοῖς λεγομένοις. καὶ διὰ τοῦτ’, οἶμαι, γράφομεν
4. αὐτῶν ὑπομνήματα, ποδηγοῦντα τοὺς δι’ ἀγυμνασίαν
5. ἀδυνάτους ἕπεσθαι τάχει λέξεως παλαιᾶς, καθάπερ κᾀν
6. τῷδε τῷ λόγῳ ποιοῦμεν. εἰ γὰρ ἡ μὲν σκληρὰ δύναται
7. δεῖν, ἡ δὲ μαλακὴ λύειν, ὅσα μὲν ἐκλύεται πέρα τοῦ μετρίου
8. σώματα, σκληρῶς ἀνατριπτέον, ὅσα δ’ ἔσφιγκται,
9. μαλακῶς. εἰ δέ τι συμμέτρως ἔχει, τοῦτ’ εὔδηλον ὡς
10. οὔτε μαλακῶς, οὔτε σκληρῶς, ἀλλ’ ὅσον οἷόν τε μάλιστα
11. τὰς ὑπερβολὰς ἑκατέρας φυλαττόμενον. ὁ δὲ θαυμάσιος
12. Θέων εὐθὺς τὸ πρῶτον ἔσφαλται, μήτε τὴν δύναμιν εἰπών
13. ποτε τῆς συμμέτρου κατὰ ποιότητα τρίψεως, μήτε χρείαν,
14. ἀλλ’ ἀεὶ παρερχόμενος αὐτὴν, ὥσπερ οὐκ οὖσαν. περὶ μὲν
15. δὴ τοῦδε καὶ μικρὸν ὕστερον ἐροῦμεν. ὥσπερ δ’ ἐν ταῖς
16. κατὰ ποιότητα διαφοραῖς οὐ σκληρὰ καὶ μαλακὴ μόνον
17. ἐστὶν, ἀλλὰ καὶ σύμμετρος, οὕτω κᾀν ταῖς κατὰ τὸ
18. ποσὸν οὐ πολλὴ καὶ ὀλίγη μόνον, ἀλλὰ καὶ μετρία.
1. τί ποτ’ οὖν ἐν μὲν ταῖς κατὰ ποιότητα τὴν μέσην παρέλιπεν
2. ὁ Ἱπποκράτης, ἐν δὲ ταῖς κατὰ ποσότητα τὴν ὀλίγην;
3. ἴσως ἄν τινι δόξειεν ἀλόγως τοῦτο πρᾶξαι· χρῆναι
4. γὰρ ἐν ταῖς βραχυλόγοις διδασκαλίαις ἀφορίζεσθαι μὲν ταῖς
5. ἄκραις ἐναντιότησι τὰ πράγματα παραλείπεσθαι δὲ τὸ μέσον
6. τε καὶ σύμμετρον ἐν αὐταῖς, ὡς ἐξ ἀνάγκης τοῖς ἄκροις
7. συνεπινοούμενον. ἐγὼ τοίνυν καὶ τοῦτο πειράσομαι διελθεῖν,
8. καὶ σαφηνίσαι τὴν τοῦ παλαιοῦ γνώμην· οὐκ
9. ἀναγκαῖον μὲν ἐνταῦθα, τὰ γὰρ τοιαῦτα ζητήματα διὰ
10. τῶν ἐξηγητικῶν ὑπομνημάτων εἰθίσμεθα λύειν, ἀλλ’ ἐπεὶ
11. ἅπαξ ἐν τῷδε τῷ λόγῳ κατέστην, ὡς ἀπολογεῖσθαι τοῖς
12. ἀγυμνάστοις ὑπὲρ Ἱπποκράτους, ἐν οἷς αὐτοὶ σφαλλόμενοι
13. κατηγοροῦσι τοῦ κατορθοῦντος, οὐκ ὀκνήσω προσθεῖναι καὶ
14. τοῦτο. δυοῖν οὖν ὄντων πραγμάτων ὅλῳ τῷ γένει κεχωρισμένων,
15. εἴ γε δὴ τὸ ποιοῦν τοῦ ποιουμένου τῷ γένει διενήνοχεν,
16. αἱ μὲν τρίψεις ἐκ τῶν ποιούντων εἰσὶν, αἱ δ’ ὑπ’
17. αὐτῶν ἀποτελούμεναι κατὰ τὰ σώμαθ’ ἡμῶν διαθέσεις ἐκ
18. τῶν ποιουμένων. ὥστε καὶ τὰς ἐναντιότητας ἀναγκαῖον
1. ἑτέρας μὲν ἐν τῷ τῶν τρίψεων, ἑτέρας δ’ ἐν τῷ τῶν διαθέσεων
2. γένει ὑπάρχειν· ἐν μὲν τῷ τῶν τρίψεων τήν τε μαλακὴν
3. καὶ τὴν σκληρὰν, καὶ τὴν πολλὴν καὶ τὴν ὀλίγην, ἐν δὲ
4. τῷ τῶν διαθέσεων τήν θ’ οἷον δέσιν τε καὶ λύσιν τῶν σωμάτων,
5. καὶ τὴν ἰσχνότητα καὶ σάρκωσιν. ἡ μὲν οὖν προτέρα
6. τῶν διαθέσεων ἐναντίωσις ὑπὸ τῆς προτέρας κατὰ
7. τὰς τρίψεις ἐναντιώσεως γίγνεται, ἡ δὲ δευτέρα οὐκέτι.
8. συμβαίνει γὰρ ἐπ’ αὐτῆς τὴν μὲν ἰσχνότητα πρὸς τῆς
9. πολλῆς γίγνεσθαι τρίψεως, τὴν δ’ ἀνάθρεψιν ὑπὸ τῆς μετρίας.
10. ἡ γὰρ ὀλίγη σαρκοῦν οὐδέπω δυνατὴ, διότι δεῖται
11. μὲν τὸ σαρκωθησόμενον αἵματος παραθέσεως συμμέτρου
12. καὶ δυνάμεως εὐρώστου. καὶ ταῦτα ἄμφω καλῶς αὐτῷ πρὸς
13. τῆς συμμέτρου γίνεται τρίψεως, οὐδέτερον δὲ ἱκανῶς οὐδ’
14. αὔταρκες ἐπὶ τῆς ὀλίγης. ἐπεὶ τοίνυν οὐ συνέβαινον ἐς
15. ταὐτὸν αἱ τῶν τρίψεων ἐναντιώσεις ταῖς τῶν διαθέσεων,
16. ἠνάγκαζε δ’ αὐτὸν ἡ τῆς βραχυλόγου διδασκαλίας ἰδέα δι’
17. ἐναντιώσεων ἀφορίσασθαι τὸν λόγον, ἐπὶ τὴν χρησιμωτέραν
18. ἐναντίωσιν ἀφικόμενος ὑπερεῖδε τῆς ἀχρηστοτέρας. χρησιμωτέρα
1. δέ ἐστιν ἡ κατὰ τὰς διαθέσεις τῆς κατὰ τὰς τρίψεις·
2. ἑνὶ μὲν καὶ πρώτῳ λόγῳ τῷ κατὰ τὸ τέλος τῆς τέχνης.
3. ἐστοχασμέναι γάρ εἰσιν αἱ τρίψεις τῆς τοῦ σώματος διαθέσεως
4. ὡς τέλους· ἀεὶ γὰρ τὸ τέλος τοῦ πρὸ αὐτοῦ κυριώτερον,
5. ὅσῳ γε τοῦ διὰ τὶ γιγνομένου τὸ δι’ ὃ γίγνεται·
6. δευτέρῳ δὲ λόγῳ ἕνεκεν τῆς σαφηνείας. ἐκ μὲν γὰρ τοῦ
7. μαθεῖν ἡμᾶς τὰ τῆς πολλῆς καὶ τὰ τῆς μετρίας ἀνατρίψεως
8. ἔργα ῥᾷστόν ἐστιν ἐπινοῆσαι τὰ τῆς ὀλίγης· οὐ μένθ’
9. ὁμοίως εὐσύνοπτος ἡ τῆς συμμέτρου τρίψεως δύναμις. οὐ
10. μὴν ἀλλὰ καὶ τρίτον τῷδε τῷ λόγῳ κάλλιστα ἂν Ἱπποκράτης
11. εὑρίσκοιτο διδάσκων περὶ τρίψεως. ἡγεῖσθαι μὲν γὰρ χρὴ
12. τὴν τῶν ἐναργῶς ἀποτελουμένων διδασκαλίαν, ἕπεσθαι δὲ τὴν
13. τῶν ἀμυδρῶς, εἴτε γράφοι τις περὶ αὐτῶν ῥητῶς, εἴτε τοῖς
14. ἀναγνιώσκουσιν ἀπολείποι. ἔστι δ’ ἐναργὲς μὲν τὸ τῆς μετρίας
15. τρίψεως ἔργον, ἡ σάρκωσις τοῦ σώματος, οὐκ ἐναργὲς
16. δὲ τὸ τῆς ὀλίγης· οὔτε γὰρ σαρκοῦν, οὔτ’ ἰσχναίνειν, οὔθ’
17. ὅλως οὐδὲν ἐναργὲς φαίνεται ποιεῖν, ὅτι μὴ θερμαίνειν μόνον
1. ἐπὶ βραχύ. κοινὸν δ’ ἦν ἁπάσης τρίψεως τὸ θερμαίνειν. ὥστ’,
2. ἐπεὶ μήτ’ ἐναργὲς ἀποτελεῖ μηδὲν, καὶ ὅ τι φαίνεται ποιεῖν,
3. οὐδὲ τόδε ἴδιον αὐτῆς ἐστιν, ἀλλὰ τὸ κοινὸν ἁπάσης τρίψεως,
4. εὐλόγως παρελείφθη. τὸ μὲν οὖν, ὅτι κοινὸν ἁπάσης τρίψεως
5. ἔργον ἐστὶ τὸ θερμαίνειν, οὐκ ἄξιον Ἱπποκράτους συγγράμματος·
6. ὁποῖον δέ τι πέφυκεν ἑκάστη τρίψις ἴδιον ἀποτελεῖν,
7. Ἱπποκράτει τε διδάσκειν ἀναγκαῖον ἦν, ἡμῖν τε μανθάνειν
8. χρηστόν. ἀναγαγὼν γὰρ, ὥσπερ εἰς στοιχεῖά τινα, τὰς ἁπλᾶς
9. διαφορὰς, ἅπαντα τὸν περὶ τῆς τρίψεως λόγον ἐδίδαξεν,
10. ὅπως ἀναθρέψεις, ἢ καθαιρήσεις, ἢ μαλάξεις, ἢ σφίγξεις τὸ
11. σῶμα. τούτοις δ’ εὐθέως συνεμφαίνεται τά τε μέσα τῶν
12. ἔργων καὶ τὰ κατὰ συζυγίαν ἀποτελούμενα· μέσα μὲν,
13. ὅταν μήτε δῆσαι τὸ σῶμα, μήτε λῦσαι, μήτε σαρκῶσαι,
14. μήτε μινυθῆσαι προελώμεθα, κατὰ συζυγίαν δὲ, ὅταν, εἰ
15. οὕτως ἔτυχε, ἅμα δῆσαι καὶ σαρκῶσαι. τίς γὰρ οὐκ ἂν
16. ἐπινοήσειεν, ὡς, ἐπειδὰν σκληρᾷ σαρκὶ σαρκῶσαι σῶμα
1. προαιρώμεθα, τὴν σκληρὰν ἡμῖν τρίψιν ἅμα ποσότητι
2. συμμέτρῳ παραληπτέον ἐστὶν, ὥσπερ κᾀπειδὰν μαλακῇ, τὴν
3. μαλακήν τε ἅμα καὶ σύμμετρον ἐν τῷ ποσῷ, καὶ κατὰ
4. τὰς ἄλλας συζυγίας ἀνάλογον; ἃς ἔνιοι τῶν γυμναστῶν
5. ὡς ἴδια γράφοντες εὑρήματα μετὰ τοῦ προσεγκαλεῖν Ἱπποκράτει
6. μεγάλως πλημμελοῦσιν, ὅτι τε τὸν πρῶτον ὑπὲρ
7. αὐτῶν διδάξαντα δικαίων ἐπαίνων ἀποστεροῦσι καὶ, τὸ
8. τούτου χεῖρον, ὅτι τὴν ἐκείνου γνώμην ἐς αὑτοὺς καταφέροντες
9. ἔτι καὶ διαβάλλειν αὐτὸν ἐπιχειροῦσιν, οὐδ’
10. οὖν οὐδὲ καλῶς ἐπαλλάττοντες ἀλλήλαις τὰς ἁπλᾶς διαφοράς.
11. ἐχρῆν γὰρ, οἶμαι, τόν γε κατὰ τρόπον ἐπὶ τὰς
12. ἐν μέρεσι συζυγίας ἔρχεσθαι βουλόμενον οὔτε τὰς συμπάσας
13. ἓξ ποιεῖν, ὥσπερ ὁ Θέων, οὔτε καταλιπεῖν τι
14. κατὰ ταύτας ἔργον ἢ ποιότητος ἢ ποσότητος ἴδιον,
15. ὥσπερ ἐπὶ μὲν τῆς μαλακῆς τε ἅμα καὶ πολλῆς τὸ
16. τῆς μαλακῆς, ἐπὶ δὲ τῆς σκληρᾶς τε ἅμα καὶ πολλῆς
17. τὸ τῆς πολλῆς ἴδιον ἐδείκνυτο παραλελοιπὼς,
1. ἀλλὰ καὶ ταῦτα προστιθέναι, καὶ τὰς κατὰ μέρος συζυγίας
2. ἐννέα ποιεῖν. αἱ γὰρ τρεῖς διαφοραὶ τῶν κατὰ
3. τὴν ποιότητα τρίψεων ἐπιπλεκόμεναι ταῖς τρισὶ διαφοραῖς
4. τῶν κατὰ ποσότητα τρίψεων συζυγίας ἀποτελοῦσιν
5. ἐννέα· ἓξ μὲν τὰς ὑπὸ Θέωνος εἰρημένας ἐν ᾗ παρεθέμην
6. ὀλίγον ἔμπροσθεν ῥήσει, τρεῖς δ’ ἄλλας, ἃς
7. ἐκεῖνος παρέλιπε, τὴν μέσην σκληρᾶς τε καὶ μαλακῆς ὑπερβάς·
8. καίτοι οὐδ’ ἐπινοῆσαι δυνατόν ἐστιν οὔτε σκληρὰν
9. οὔτε μαλακὴν τρίψιν ἄνευ τοῦ προσεπινοῆσαι τὴν σύμμετρον·
10. ᾗ τὰς τρεῖς διαφορὰς τῆς ποσότητος εἴπερ ἔζευξεν,
11. ἐννέα τὰς πάσας ἂν οὕτως ἀπειργάσατο συζυγίας τρίψεων,
12. οὐχ ἐξ. ἐκθήσομαι δὲ αὐτὰς ἐπὶ διαγράμματος, ἐν ᾧ τὸν
13. μὲν πρότερον στοῖχον ἄνωθεν κάτω ποιοτήτων χρὴ νοεῖν,
14. τὸν δὲ δεύτερον ποσοτήτων.
ποιότητες |
ποσότητες |
|
σκληρὰ |
ὀλίγη πολλὴ σύμμετρος |
|
Διαγραμμα . |
μαλακή |
ὀλἰγη πολλὴ σύμμετρος |
σύμμετρος |
ὀλίγη πολλὴ σύμμετρος. |
1. τῶν ἐν τούτῳ τῷ διαγράμματι γεγραμμένων ἐννέα συζυγιῶν
2. ἓξ τὰς πρώτας εἰπὼν ὁ Θέων, οὐκέτ’ ἐμνημόνευσεν τῶν
3. ὑπολοίπων τριῶν, αὐτὸς ἑαυτῷ περιφανῶς μαχόμενος.
4. εἴπερ γάρ ἐστι τῆς ὀλίγης καὶ πολλῆς μέση τρίψις, ἣν μετρίαν
5. τε καὶ σύμμετρον ὀνομάζομεν, εἴη ἂν δηλονότι καὶ
6. σκληρᾶς καὶ μαλακῆς ἑτέρα τις μέση, σύμμετρός τε καὶ μετρία
7. προσαγορευομένη. μεμνῆσθαι δὲ ἡμᾶς χρὴ παρὰ πάντα
8. τὸν λόγον, ὡς πάντα ταῦτα κατὰ τὸ πρός τι λέγεται. καὶ
1. γὰρ ἡ σκληρὰ τῷδέ τινι μαλακὴ γένοιτ’ ἂν ἑτέρῳ τινὶ,
2. καὶ ἡ σύμμετρος ἀσύμμετρος, ἥ τ’ ὀλίγη πολλὴ, καὶ
3. ἡ πολλὴ τῷδέ τινι τοῖς ἄλλως πως διακειμένοις ὀλίγη.
4. τοῦτο μὲν δὴ καὶ ὁ Θέων βούλεται, καὶ οὐκ ἔστιν ὅστις
5. ὑπερβὰς τὴν σύμμετρον ἐν ποιότητι τρίψιν οὐ μακρῶς ἁμαρτάνει.
6. καί μοι δοκεῖ περιπεσεῖν ὁ Θέων αὑτῷ, διότι παραλέλειπται
7. κατὰ τὴν Ἱπποκράτους ῥῆσιν. ὥστε κᾀκ
8. τούτου κατάφωρον γίγνεσθαι τὸν ἄνδρα, μηδὲν μὲν ἴδιον
9. ὑπὲρ τρίψεως ἐξευρηκότα, τὰ δ’ Ἱπποκράτους οὐκ ὀρθῶς
10. μεταχειριζόμενον. οὐ γὰρ ἀνέγνω τὰ συγγράμματα τοῦ παλαιοῦ
11. παρὰ διδασκάλοις εὐθὺς ἐκ παίδων ὁρμώμενος.
12. ὁμολογεῖ γοῦν αὐτὸς ἀθλητὴς γενέσθαι τὰ πρῶτα, καταλύσας
13. δὲ τὴν ἄσκησιν ἐπὶ τὴν γυμναστικὴν ἀφίκετο τέχνην.
14. καὶ ταῦτα, μὰ τοὺς θεοὺς, οὐχ ὑπὲρ τοῦ ψέξαι τὸν ἄνδρα
15. προεθέμην εἰπεῖν· ἀποδέχομαι γὰρ αὐτὸν οὐδενὸς ἧττον τῶν
16. ἀρίστων γυμναστῶν· ἀλλ’ ὑπὲρ τοῦ τοῖς ἀναγνωσομένοις
17. τήνδε τὴν πραγματείαν ἐνδείξασθαι τὸ μὴ ῥᾴδιον εἶναι
18. παρακολουθεῖν βιβλίοις παλαιοῖς ἄνευ τῶν ἐπιμελῶς ἐξηγουμένων
19. αὐτά. διότι μὲν γὰρ ἔπρεπε βραχυλογίᾳ παλαιᾷ
1. τὴν μέσην σκληρᾶς τε καὶ μαλακῆς ὑπερβῆναι τρίψιν ἔν γε
2. τῇ τῆς λέξεως ἑρμηνείᾳ, ἔμπροσθεν εἴρηταί μοι· διότι δ’
3. ἡμᾶς οὐ χρὴ παρορᾷν τά γε τοιαῦτα, καὶ πρόσθεν μὲν ἐπέδειξα,
4. καὶ νῦν οὐδὲν ἧττον ἐπιδείξω. εἴπερ γὰρ ἡ μαλακὴ
5. καὶ ἡ σκληρὰ τρίψις ἐν τῷ πρός τι τήν θ’ ὕπαρξιν ἔχουσι
6. καὶ τὴν νόησιν, ἀνάγκη καὶ τὴν σύμμετρον ἐν τῷ πρός τι
7. συνίστασθαι. τίθεσο δή μοι σῶμα τοιοῦτον, οἷον καὶ τὸ
8. τοῦ παιδὸς ὑπεθέμεθα τοῦ προκειμένου κατὰ τόνδε τὸν
9. λόγον, ἀκριβῶς ὑγιαῖνόν τε καὶ σύμμετρον πάντη, ὡς μήτε
10. μαλακώτερον ἐθέλειν ἡμᾶς αὐτὸ, μήτε σκληρότερον ἐργάσασθαι,
11. μήτε προσθεῖναί τι τῇ σαρκώσει, μήτ’ ἀφελεῖν. ἆρ’
12. οὖν ἐπὶ τοῦ τοιούτου σώματος ἢ τὴν σκληρὰν τρίψιν, ἢ
13. τὴν μαλακὴν προσάξομεν, ἢ τὴν πολλὴν, ἢ τὴν μετρίαν;
14. ἐγὼ μὲν οὐδαμῶς ἡγοῦμαι συμφέρειν. ὑπὸ μὲν γὰρ τῆς
15. σκληρᾶς σκληρότερον, ὑπὸ δὲ τῆς μαλακῆς μαλακώτερον,
16. ὥσπερ γε καὶ ὑπὸ μὲν τῆς πολλῆς ἰσχνότερον, ὑπὸ δὲ τῆς
17. μετρίας παχύτερον ἀπεργασθήσεται τὸ τοιοῦτον σῶμα. χρὴ
1. δ’ οὐδὲν τούτων, ἀλλὰ τὴν ἀρχαίαν ἀκριβῶς αὐτῷ φυλάττεσθαι
2. συμμετρίαν. ὥστε οὔτε σκληρῶς, οὔτε μαλακῶς αὐτὸ
3. τρίψομεν, οὔτε πολλαῖς, οὔτε ὀλίγαις, ἀλλὰ μετρίαις ἀνατρίψεσιν
4. αὐτὸ τρίψομεν, οὐδὲν πλέον ἐργαζόμενοι τοῦ παρασκευάζειν
5. τε πρὸς τὰ γυμνάσια, καὶ αὖθις ἀποθεραπεύειν,
6. ἐπειδὰν ἱκανῶς γυμνάσηται. καλείσθω γὰρ οὖν δὴ καὶ ἡμῖν,
7. ὥσπερ καὶ τοῖς νεωτέροις γυμνασταῖς, ἀποθεραπεία τὸ
8. μετὰ τὰ γυμνάσια μέρος τῆς τρίψεως. ὁ δέ γε Θέων οὐδεμίαν
9. ὧν εἶπε κατὰ τὰς τρίψεις συζυγιῶν ἐφαρμόσαι δύναται
10. τῇ τοιαύτῃ φύσει τοῦ σώματος, ἓξ εἰπὼν τὰς πάσας,
11. τρεῖς. μὲν τὰς πρώτας τῆς μαλακῆς, ἑτέρας δὲ τρεῖς τῆς
12. σκληρᾶς. οὔτε δὲ τῶν μαλακῶν οὐδὲ μιᾶς τὸ τοιοῦτον σῶμα
13. φαίνεται δεόμενον, οὔτε τῶν σκληρῶν, ἀλλὰ τῆς τούτων
14. ἀμφοτέρων μέσης, ἣν σύμμετρον ὀνομάζειν χρὴ κατὰ ποιότητα.
15. καὶ δῆλον ἤδη γέγονεν, ἡλίκον ὁ Θέων ἔσφαλται τὴν
16. μέσην σκληροτέρας καὶ μαλακῆς ὑπερβὰς τρίψιν. ἐπὶ γοῦν
17. τῆς ἀρίστης κατασκευῆς τοῦ σώματος οὐδεμίαν ὧν εἶπε
18. συζυγιῶν ἐφαρμόσαι δυνατὸν, οὔθ’ ὑγιαίνοντος ἀκριβῶς,
1. οὔτ’ ἐπανορθώσεως δεομένου τοῦ τοιούτου σώματος. εἰ μὲν
2. γὰρ ἀκριβῶς ὑγιαίνει, μόνης τῆς παρασκευαστικῆς δεῖται
3. τρίψεως, ἣν ὀλίγην τε ἅμα καὶ μέσην σκληρᾶς καὶ μαλακῆς
4. ἐδείξαμεν ὑπάρχειν· εἰ δ’ ἤτοι τοῦ δέοντος ἰσχνότερον ἢ
5. παχύτερον γίγνοιτό ποτε, μὴ μέντοι κατὰ ποιότητα τῆς
6. σαρκὸς ὑπαλλαγείη μηδὲν, εἰς τὸ μέσον δ’ ἀκριβῶς φυλάττοιτο
7. μαλακοῦ τε καὶ σκληροῦ, τηνικαῦτα τὴν πολλὴν μὲν
8. ἅμα καὶ σύμμετρον ἐν ποιότητι προσάξομεν ἰσχναίνειν
9. βουλόμενοι, σαρκοῦν δὲ τὴν ὀλίγην τε ἅμα καὶ σύμμετρον
10. κατὰ ποιότητα. ταύτας τὰς τρεῖς συζυγίας ὑστάτας ἐπὶ
11. ταῖς ἓξ ὀλίγον ἔμπροσθεν ἐξεθέμην ἐν τῷ διαγράμματι, δεικνὺς
12. ὡς ἁπάσας αὐτὰς ὁ Θέων παρέλιπεν. ἐπειδὴ τοίνυν
13. οὐ μόνον ὅτι παρέλιπεν, ἀλλὰ καὶ ὅτι χρησιμωτάτας
14. ὑπαρχούσας, ὁ λόγος ἀπέδειξεν, ἑξῆς ἂν εἴη καιρὸς ἐπὶ τὰ
15. ὀλίγον ἔμπροσθεν ἀναβληθέντα ἰέναι· καὶ πρῶτόν γε, ὡς ἡ
16. κατὰ τὰ στοιχεῖα τῶν πραγμάτων διδασκαλία χρησιμωτέρα
17. τῶν ἄλλων ἐστίν· εὐσύνοπτόν τε γὰρ ἐργάζεται τὸ πᾶν
18. πρᾶγμα, καὶ τῇ μνήμῃ παρατιθέμενον, εἰς ἀνάμνησίν τε
1. ῥᾳδίως ἐρχόμενον, ἁπάντων τε τῶν κατὰ μέρος ἐπιδέξιον
2. χρῆσιν ἑτοίμως δεικνύμενον, ὡς ἂν εἰς ὀλίγα καὶ ὡρισμένα
3. στοιχεῖα τῆς ἀναφορᾶς γιγνομένης αὐτῶν. τίς γὰρ οὐκ ἂν
4. ἐξεύροι ῥᾳδίως πάσας τὰς κατὰ μέρος ἐν ταῖς τρίψεσι διαφοράς
5. τε καὶ χρείας καὶ δυνάμεις, εἰ μόνον ἅπαξ ἐκμαθὼν
6. τὴν γνώμην τοῦ παλαιοῦ μετὰ ταῦτα πρόχειρον ἔχει τῇ
7. μνήμῃ τὴν ῥῆσιν αὐτοῦ, δι’ ἧς ἡμᾶς ἐδίδαξεν, ὡς δῆσαι
8. μὲν ἡ σκληρὰ, λῦσαι δὲ ἡ μαλακὴ, μινυθῆσαι δὲ ἡ πολλὴ,
9. σαρκῶσαι δ’ ἡ μετρία δύναται τρίψις; ἐκ γὰρ τοῦ ταῦτα
10. νοῆσαί τε καὶ μνημονεῦσαι πρώτας μὲν τὰς ἐν τῇ ῥήσει
11. παραλειφθείσας διαφορὰς εὑρήσομεν, εἶθ’ ἑξῆς ἐπιπλέκοντες
12. ἀλλήλαις ἁπάσας ἐννέα συζυγίας ἀπεργασόμεθα, τὰς
13. ὀλίγον ἔμπροσθεν ἐπὶ τοῦ διαγράμματος ἐγκειμένας, ἃς οὔθ’
14. εὑρεῖν οὔτε μνημονεῦσαι δυνατὸν ἄνευ τοῦ προηγήσασθαι
15. τὴν στοιχειώδη διδασκαλίαν, ἣν Ἱπποκράτης ἐποιήσατο,
16. σύμπαντα τὸν περὶ τῆς τρίψεως λόγον εἰς τὰς πρώτας ἀρχὰς
17. ἀναγαγὼν, ἐξ ὧν ἀκριβῶς εὑρημένων οὐ μόνον τὰ νῦν
18. εἰρημένα περιγίγνοιντο ἂν ἡμῖν, ἀλλὰ καὶ τὸ κρίνειν ἁπάσας
1. τὰς μοχθηρὰς διδασκαλίας. ἴδιον γὰρ μάλιστα μεθόδου
2. τοῦτο, τὸ διὰ βραχείας ἀρχῆς στοιχειώδους ἐπὶ τὰ πάντα
3. δύνασθαι τὰ κατὰ μέρος ἰέναι, καὶ κρίνειν ἅπαντα τὰ μοχθηρῶς
4. εἰρημένα, καθάπερ κανόνι τινὶ τοῖς ἐπιστημονικοῖς
5. θεωρήμασι τὰς οὐκ ὀρθὰς δόξας δοκιμάζοντα. περὶ μὲν δὴ
6. τοῦ μήτ’ ἄλλον τινὰ περὶ τρίψεως ὀρθῶς ἐγνωκέναι, μήτε
7. τὸν γυμναστὴν Θέωνα, καίτοι τῶν ἄλλων κάλλιον ὑπὲρ αὐτῆς
8. ἀποφῃνάμενον, ἀλλ’ Ἱπποκράτην τε καὶ ὅσοι τούτῳ
9. παρηκολούθησαν, ἱκανὰ καὶ ταῦτα.