Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 2.6, ed. Kühn, 1823, vol. 6, p. 121-124. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:2.6

15. Ἀλλὰ περὶ τῶν διαθέσεων τούτων ἐν τοῖς
16. ἑξῆς ὑπομνήμασιν ὁ λόγος ἔσται· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον.
17. ἐπανιέναι χρὴ, καὶ πρότερον διορίσασθαι σαφέστερον
18. ἔτι περὶ τρίψεως. ὡς ἐνίοτε μὲν αὐτὴ καθ’ ἑαυτὴν ἐργάζεταί
1. τι περὶ τοῖς σώμασιν ἡμῶν χρηστὸν, ἐνίοτε δὲ τοῖς
2. ἐργαζομένοις ὑπηρετεῖ, καθάπερ Ἱπποκράτης ἔλεγε περὶ
3. ἐπιδέσεως, ὡς ἐπίδεσις τὸ μὲν αὐτὴ ἰῆται, τὸ δὲ τοῖς
4. ἰωμένοις ὑπηρετεῖ. αὐτὴ μὲν οὖν ἡ τρίψις ἐργάζεται τά τ’
5. ἀραιὰ πυκνὰ ποιοῦσα, καὶ τὰ μαλακὰ πυκνοῦσα· σκληρὰ δ’
6. ἂν εἴη πάντως ἡ τοιάδε τρίψις· καὶ μὲν δὴ καὶ τὰ σκληρὰ
7. μαλάττουσα, καὶ τὰ πυκνὰ διευρύνουσα· μαλακὴ δέ ἐστιν
8. ἡ τοιαύτη τρίψις. οὕτω δὲ καὶ ἡ τοῦ σαρκῶσαι χάριν ἢ
9. τοῦ λεπτῦναι παραλαμβανομένη καθ’ ἑαυτὰς ἐργάζονταί τι
10. χρηστὸν ἐν τοῖς σώμασιν. ἡ μέντοι παρασκευάζουσα πρὸς
11. τὰ γυμνάσια καὶ ἡ μετὰ ταῦτα παραλαμβανομένη τοῖς
12. γυμνασίοις ὑπηρετοῦσιν, ἡ μὲν ἐκ τοῦ θερμῇναι μετρίως
13. τοὺς πόρους ἀναστομοῦσα, καὶ τὰ κατὰ τὴν σάρκα περιττώματα
14. χέουσα, καὶ τὰ στερεὰ μαλάττουσα. καλεῖται δὲ
15. παρασκευαστικὴ τρίψις ἡ τοιαύτη. ἡ δὲ ἑτέρα προσαγορεύεται
16. μὲν ἀποθεραπευτική· γινομένη δὲ μετὰ ἐλαίου
17. πλέονος ἐπιτέγγει τε ἅμα τῷ λίπει, καὶ μαλάττει τὰ στερεὰ,
18. καὶ διαφορεῖ τὰ ἐν τοῖς πόροις περιεχόμενα. ἀλλὰ περὶ
1. μὲν τῆσδε καὶ αὖθις εἵπωμεν ἐφεξῆς τοῖς γυμνασίοις.
2. ἡ μέντοι παρασκευαστικὴ τρίψις ἐπὶ τῆς ἀρίστης φύσεως
3. ἕνεκα τοῦ διαθερμῇναι τὰ σώματα παραλαμβανομένη καθ’
4. ὃν εἴρηται τρόπον ὀλίγον ἔμπροσθεν γιγνέσθω, μαλακὴ μὲν
5. τὰ πρῶτα, προσαγόντων δὲ ἤδη τοῖς πόνοις σκληρά.
6. οὕτω γὰρ ἂν μάλιστα τό τε μαλάττειν ἔχοι καὶ τὸ πρὸς
7. τὰς ἐνεργείας ἐπεγείρειν, καὶ τὸ διαφυλάττειν ὁποίαν παρέλαβε
8. τὴν φύσιν τοῦ σώματος. εἰ μέντοι διαμαρτάνοιτο
9. κατά τι, πρὸς τὸ σκληρὸν ἐκτρεπέσθω μᾶλλον. αἱ γὰρ ἐπ’
10. ὀλίγον ὑπερβολαὶ τῆς συμμετρίας ἐν τῷ δέρματι καταπαύονται,
11. τῶν ἐντὸς οὐδὲν ἀλλοιοῦσαι, βλάπτοιεν δ’
12. ἂν ἧττον τὸ δέρμα πρὸς τὸ σκληρόν τε καὶ πυκνὸν ἐκτρεπόμεναι·
13. οὕτως γὰρ ἂν εἴη δυσπαθέστερον. ὡς, εἴ γε
14. καὶ διαπνεῖσθαι τὸ τοιοῦτον καλῶς ἠδύνατο, σκληρότατον ἂν
15. αὐτὸ καὶ πυκνότατον ἀπειργαζόμεθα. νυνὶ δὲ, ἐπειδὴ πρὸς
16. ἄμφω χρὴ παρασκευασθῆναι καλῶς αὐτὸ, καὶ πρὸς τὴν τῶν
17. ἔνδοθεν περιττωμάτων διαπνοὴν, καὶ τὴν τῶν ἔξωθεν ὁμιλούντων
18. βίαν, ἄριστον ἂν εἴη τὸ μέσον ἑκατέρων τῶν ὑπερβολῶν.
1. εἰ δ’ ἄρα ποτὲ μὴ φυλάττοιτο τοῦτο, βέλτιον τὸ
2. σκληρότερόν τε καὶ πυκνότερον τοῦ μαλακωτέρου καὶ
3. ἀραιοτέρου. τὸ μὲν γὰρ τῆς διαπνοῆς ἐλλιπὲς ἐπανορθώσασθαι
4. γυμνασίαις οἷόν τε· τὸ δὲ τῆς ἑτέρας διαθέσεως
5. εὐεπηρέαστον ὑπὸ τῶν ἔξωθεν αἰτίων οὔτ’ ἐπανόρθωσίν
6. τινα ἑτέραν ἑτοίμην ἔχει, καὶ πρόσεστιν αὐτῷ
7. βλάβη οὐ σμικρὰ, διαφερομένων πολλάκις οὐ τῶν περιττωμάτων
8. μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς τροφῆς. ἐν μὲν
9. δὴ ταῖς κατὰ ποιότητα διαφοραῖς ἐπὶ τὸ σκληρότερον
10. ἁμαρτάνειν χρὴ μᾶλλον, ἤπερ ἐπὶ τὸ μαλακώτερον· ἐν
11. μέντοι ταῖς κατὰ ποσότητα πρὸς τὸ ἔλαττον, ἐπὶ τῆς
12. προκειμένης δηλονότι φύσεώς τε καὶ ἡλικίας. ἀεὶ γὰρ χρὴ
13. τούτου μεμνῆσθαι κατὰ τὸν ἐνεστῶτα λόγον. αὐξάνεσθαί
14. τε γὰρ ἔτι βουλόμεθα τὸ τοιοῦτον σῶμα, καὶ ἥκιστα ξηραίνεσθαι.
15. τίνας μέντοι χρὴ φύσεις σωμάτων κατὰ διαθέσεις
16. ἐπὶ πλέον τρίβειν, αὖθις εἰρήσεται.

Cliquer un n° de page pour en afficher l’image