Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 2.7, ed. Kühn, 1823, vol. 6, p. 124-133. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:2.7

17. Νυνὶ δὲ ἐπὶ τὴν ἐνεστῶσαν ὑπόθεσιν ἐπανελθόντες
1. ὑπὲρ τοῦ μέτρου τῆς τρίψεως ἐπισκεψώμεθα τὸν
2. αὐτὸν τρόπον, ὅνπερ ἀρτίως ἐπεσκεψάμεθα περὶ τῆς ποιότητος.
3. ἔοικε δὲ κᾀνταῦθα, πρὶν ὁρίζειν τὸ μέτρον, ἑτέρου
4. τινὸς ἐπιμνησθήσεσθαι σκέμματος, οὗ χωρὶς οὐδὲ τὸ μέτρον
5. ὀρθῶς οὔτε ὁρισθῆναι δυνατὸν οὔτε γνωρισθῆναι. τὸ δὲ
6. δὴ σκέμμα τοῦ περιέχοντος ἀέρος τὸν τριψόμενον ἡ κρᾶσίς
7. ἐστιν, ἣν δεῖξαι μὲν ἐπὶ ἔργου ἐγχωρεῖ, διελθεῖν δὲ τῷ
8. λόγῳ σαφῶς οὕτως, ὡς μηδὲν ἀπολείπεσθαι τὴν ἑρμηνείαν
9. ἐναργοῦς ἐνδείξεως, ἀμήχανόν ἐστι καὶ ἀδύνατον παντάπασιν.
10. ἀλλ’ εἰ μὴ πολὺ λείποιτο δείξεως ἐναργοῦς ὁ λόγος,
11. ἱκανὸν καὶ τοῦτο. προηγεῖται δὴ καὶ τῶνδε πάλιν ἑτέρα τις
12. ὑπόθεσις, ἐν τίνι μὲν ὥρᾳ τοῦ ἔτους, ἐν τίνι δὲ χώρᾳ τῆς
13. οἰκουμένης ὁ γυμνασόμενος ἔσται· μόνα γὰρ ἐπ’ αὐτῷ
14. διώρισται τό τε τῆς κατασκευῆς τοῦ σώματος καὶ τὸ τῆς
15. ἡλικίας. οὔτε δὲ ἐν ᾧτινι τέθραπται μέρει τῆς γῆς, οὔτε
16. ἐν ᾧ μέλλει γυμνάζεσθαι νῦν, οὔτε καθ’ ἥντινα τοῦ ἔτους
17. τὴν ὥραν, ἢ καὶ τῆς ἡμέρας, προσδιώρισται, καίτοι παρὰ
1. ταῦτα τὸ μέτρον τῆς τρίψεως ὑπαλλάττεται. προσδιοριστέον
2. οὖν αὐτὰ πάλιν, εἰρημένα μὲν ἤδη δυνάμει κατὰ τὴν ἀρχὴν
3. τοῦδε τοῦ γράμματος, οὐ μὴν τῇ γε ἑρμηνείᾳ σαφῶς δεδηλωμένα.
4. λέγοντες γὰρ οἷον κανόνα τινὰ πρῶτον ἐκτίθεσθαι
5. πάντων τῶν ἐφεξῆς εἰρησομένων τὸν ἄμεμπτον τῇ κατασκευῇ
6. τοῦ σώματος ἄνθρωπον, εὐθέως ἐν τούτῳ καὶ τὴν
7. χώραν αὐτοῦ διορισόμεθα δυνάμει. οὔτε γὰρ εὐκρατότατον,
8. οὔτε ἀμεμπτότατον τῇ κατασκευῇ γίνεσθαι σῶμα δυνατὸν ἐν
9. τοῖς ἀμέτρως κεκραμένοις χωρίοις, ὡς ὅ τε λόγος ὑπαγορεύει
10. καὶ ἡ πεῖρα δείκνυσι. ξηροὶ μὲν γὰρ καὶ ἰσχνοὶ καὶ
11. οἷον ἐσκελετευμένοι γίνονται κατὰ τὰς θερμὰς χώρας οἱ ἄνθρωποι,
12. ἀνώμαλοι δὲ ταῖς κράσεσιν, ὡς τὰ μὲν ἔξω
13. ψυχρὰ, τὰ δὲ ἔνδον τε καὶ κατὰ τὰ σπλάγχνα θερμὰ
14. περαιτέρω τοῦ προσήκοντος ἔχειν, οἱ τῶν ψυχρῶν
15. χωρίων οἰκήτορες. τὸ δ’ ἄριστον σῶμα, περὶ οὗ νῦν
16. ὁ λόγος, ὥσπερ ὁ Πολυκλήτου κανών ἐστιν· ᾧ κατὰ
17. μὲν τὴν ἡμετέραν χώραν, ὡς ἂν εὔκρατον ὑπάρχουσαν,
18. ὦπται πολλὰ παραπλήσια σώματα, παρὰ δὲ Κελτοῖς,
1. ἢ Σκύθαις, ἢ Αἰγυπτίοις, ἢ Ἄραψιν οὐδ’ ὄναρ ἰδεῖν
2. ἔστι τοιοῦτον σῶμα. καὶ αὐτῆς δὲ τῆς ἡμετέρας χώρας ἱκανὸν
3. ἐχούσης πλάτος, εὐκρατότατόν ἐστι τὸ μεσαίτατον, οἷόν
4. περ ὑπάρχει τὸ κατὰ τὴν Ἱπποκράτους πατρίδα· καὶ γὰρ
5. χειμῶνος αὕτη καὶ θέρους ἐστὶν εὔκρατος, ἔτι δὲ δή
6. μᾶλλον ἦρός τε καὶ φθινοπώρου. τοιαύτην οὖν τινα χώραν
7. ὑποθέμενοι τῷ προκειμένῳ σώματι, τὴν μὲν ὥραν τοῦ ἔτους
8. αὐτῷ προσυποθώμεθα τὸ μεσαίτατον τοῦ ἦρος· ἔστω δὲ
9. τῆς ἡμέρας ἐκείνης, ἐν ᾗ μέλλει πρὸς ἡμῶν γυμνάζεσθαι τὸ
10. πρῶτον, ὡς οἷόν τε τὸ μεσαίτατον· ἵνα κατὰ μηδένα τρόπον
11. ὑπὸ τοῦ περιέχοντος ἐξαλλαχθῇ πως ἡ φυσικὴ δύναμις
12. τῆς κράσεως αὐτοῦ. διὰ δὲ τὸν αὐτὸν λογισμὸν οὐδὲ τὸν
13. οἶκον, ἐν ᾧ γυμνάζεσθαι μέλλει, θερμότερον ἢ ψυχρότερον
14. εἶναι προσήκει κατά γε τὴν ἡμέραν ἐκείνην τοῦ
15. κοινοῦ τῆς πόλεως ὅλης ἀέρος. ἐν μέντοι χειμῶνι καὶ
16. θέρει τοιοῦτον αὐτῷ προσθετέον· ἐν μὲν χειμῶνι θερμότητα,
17. ἐν δὲ τῷ θέρει ψυχρότητα, ὡς εὔκρατον ἀκριβῶς
18. ἀποτελεσθῆναι τὸ σῶμα κατὰ τὸν τῆς τρίψεως καιρόν.
1. εἰ γὰρ ἤτοι θερμότερος ἢ ψυχρότερος εἴη περαιτέρω τοῦ
2. προσήκοντος, ἐν μὲν τῷ θερμοτέρῳ φθάσειεν ἂν ἱδρῶσαι,
3. πρὶν αὐτάρκως μαλαχθῆναι· κατὰ δὲ τὸν ψυχρότερον οὐδ’
4. ἂν ἐκθερμανθείη τὴν ἀρχὴν, οὐδὲ μαλαχθείη ποτὲ καλῶς,
5. οὐδ’ ἐπανθήσειεν ἔρευθος εὐανθὲς, οὐδ’ εἰς ὄγκον ἀρθείη
6. τὸ σῶμα. ταῦτα γὰρ δὴ τὰ γνωρίσματα συμμέτρου τρίψεώς
7. ἐστιν ἐν ἀέρι συμμέτρῳ περὶ τὴν εὔκρατον ἔξιν τοῦ σώματος,
8. ἔρευθός τε καὶ ὄγκος. ὥσπερ γὰρ ἐν τῷ καταχεῖν
9. ὕδωρ θερμὸν εἰς ὄγκον μὲν τὸ πρῶτον ἐξαίρεται τὰ σώματα,
10. πλεοναζόντων δὲ καθίσταται, καὶ διὰ τοῦθ’ Ἱπποκράτης
11. ἐπ’ αὐτῶν εἶπε· τὸ μὲν γὰρ πρῶτον ἀείρεται, ἔπειτα
12. δ’ ἰσχναίνεται· οὕτως καὶ ἡ τρίψις ἐξαίρει μὲν πρῶτον,
13. αὖθις δὲ συστέλλει τε καὶ καθαίρει τὸ σῶμα. τοὺς μὲν δὴ
14. σαρκώσεως ἕνεκα τριβομένους τηνικαῦτα παύεσθαι προσήκει,
15. ὅταν τὸ σῶμα πλησίον ἥκῃ τοῦ καθίστασθαι· τοὺς δ’ εἰς
16. τὰ γυμνάσια παρασκευαζομένους οὐχὶ τοῦτον ἀναμένειν
17. τὸν καιρὸν, ἀλλὰ πολὺ πρόσθεν παύεσθαι, καὶ μάλισθ’
18. ὅταν ἄριστοι τὴν κρᾶσιν ὦσι, καὶ παῖδος ἔτι τὴν ἡλικίαν.
1. ὑγρὰ γὰρ δὴ τούτων τὰ σώματα, καὶ μαλακά, καὶ βραχείαις
2. τρίψεσι μαλαττόμενα, σκοπὸς δέ ἐστι καὶ τέλος τῆς
3. παρασκευαστικῆς τρίψεως τὸ μαλαχθῆναι μὲν τὰ στερεὰ,
4. λυθῆναι δὲ τὰ ὑγρὰ, τοὺς πόρους δ’ εὐρυνθῆναι. ὁπόσον
5. δέ τι τὸ πλῆθος ἔσται τῶν ἀνατρίψεων, οὐχ οἷόν τε λόγῳ
6. δηλῶσαι, ἀλλὰ χρὴ τὸν ἐπιστατοῦντα, τρίβωνα τῶν τοιούτων
7. ὑπάρχοντα, κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐκ ἀκριβεῖ
8. στοχασμῷ χρήσασθαι, κατὰ δὲ τὴν ἑξῆς, ἐμπειρίαν ἤδη
9. τινὰ τῆς τοῦ σώματος ἐκείνου φύσεως ἔχοντα, τὸν στοχασμὸν
10. ἀεὶ καὶ μᾶλλον ἐξακριβοῦν. καὶ μὲν δὴ καὶ κατὰ
11. τὰ γυμνάσια τῇ μὲν πρώτῃ τῶν ἡμερῶν οὐ δυνατὸν ἀκριβῶσαι
12. τὸ μέτρον, ἐν δὲ ταῖς μετὰ τήνδε καὶ πάνυ δυνατόν.
13. ἔστω δὴ κᾀνταῦθα γνωρίσματα, κατὰ μὲν τὴν πρώτην
14. ἡμέραν, ὅταν ἐγκελευομένῳ καὶ παρορμῶντι γυμνάσασθαι
15. μηκέθ’ ὁμοίως ὑπακούῃ, ἀλλὰ βραδυτέρας τε καὶ
16. ἀραιοτέρας, καὶ ἀσθενεστέρας, καὶ, τὸ σύμπαν εἰπεῖν, ἀτονωτέρας
17. ποιῆται τάς τε λαβὰς τῶν προσπαλαιόντων καὶ
18. τὰς κινήσεις. εἶναι δὲ δηλονότι χρὴ τὸν γυμναζόμενον οὔτε
1. θυμικὸν, ὡς ἔτι προθυμεῖσθαι γυμνάζεσθαι, καμνούσης ἤδη
2. τῆς δυνάμεως, οὔτ’ ἄθυμον, ὡς ἀπαγορεύειν ἔτι
3. πονεῖν δυνάμενον. ἔστι δὲ δή που τοιοῦτος οὐ τὸ σῶμα
4. μόνον, ἀλλὰ καὶ τὴν ψυχὴν, ὁ νῦν ἡμῖν ὑποκείμενος ἄνθρωπος·
5. ὡς, ὅσοι γε ψυχροὺς ἔχουσι χυμοὺς ἐν τῇ γαστρὶ
6. περιεχομένους, ἢ κατὰ τὴν ὅλην ἕξιν ἠθροισμένους, ἀργότεροι
7. πρὸς τὰς κινήσεις εἰσίν. ὡσαύτως δὲ καὶ οἱ πληθωρικῶς
8. διακείμενοι καὶ οἱ προσφάτῳ κρύει καταπονηθέντες
9. ἄθυμοί τέ εἰσι καὶ ὀκνηροὶ κινεῖσθαι, καὶ τούτων ἔτι
10. μᾶλλον, ὅσοι φύσει ψυχρότεροι, καὶ πολὺ δὲ δὴ μᾶλλον,
11. εἰ τῇ ψυχρότητι καὶ ὑγρότης προσείη. οὗτοι μὲν γὰρ νοθεύουσι
12. τὰ τοῦ μέτρου τῶν γυμνασίων γνωρίσματα, καθάπερ
13. γε καὶ οἱ θερμότεροι τὴν κρᾶσιν, ἢ διὰ τὴν οἰκείαν
14. φύσιν, ἢ δι’ ἐπίκτητόν τινα διάθεσιν, εὔθυμοί τέ εἰσι καὶ
15. φιλόνεικοι, καὶ πρὸς τὰς ἐνεργείας ἕτοιμοι περαιτέρω τοῦ
16. δέοντος. ὅσοι δὲ μήτε τὸ σῶμα θερμότερον ἢ ψυχρότερον
17. ἔχουσι, μήτ’ ἄθυμοι τὴν ψυχήν εἰσι τὸ πάμπαν, ἢ φιλόνεικοί
18. τε καὶ φιλότιμοι καὶ θυμικοὶ, τούτοις ἀκριβῆ διαφυλάττεται
1. τοῦ μέτρου τῶν γυμνασίων τὰ γνωρίσματα, καὶ
2. κατὰ τὴν πρώτην μὲν ἡμέραν εὐθὺς, ἀτὰρ οὖν ἔτι δὴ καὶ
3. μᾶλλον ἐπὶ προήκοντι τῷ χρόνῳ. εἰ γάρ τι καὶ παρέλαθεν
4. κατὰ τὴν ἀρχὴν, ἀκριβωθήσεται τοῦτο τῇ πείρᾳ διδαχθέν.
5. οὕτως οὖν εἰς ἀκριβῆ στοχασμὸν ἔρχεται καὶ τὸ τῶν σιτίων
6. μέτρον, οὐδενὶ τρόπῳ κατ’ ἀρχὰς γνωρισθῆναι δυνάμενον·
7. ἀλλ’ ἡ καθ’ ἑκάστην ἡμέραν πεῖρα καὶ μνήμη τοῦ ποδοῦ
8. τῶν σιτίων τε καὶ γυμνασίων, οὐδὲ ἀργῶς ὁρῶντος τοῦ προεστῶτος,
9. ἀλλ’ ἀεὶ μεμνημένου, ὅπως ἔπεψεν ἐπὶ τοσοῖσδε
10. γυμνασίοις τὰ τοσάδε σιτία, πλησίον ἀκριβοῦς ἐπιστήμης
11. ἄγει τὴν διάγνωσιν ἐν τῷ χρόνῳ. ταυτὶ μὲν οὖν ἤδη πρὸς
12. ἅπαντα κοινὰ καὶ ταῖς μοχθηροτέραις ὑπάρχει κατασκευαῖς
13. τοῦ σώματος, ὑπὲρ ὧν οὐδέπω πρόκειται λέγειν. ἡ δ’
14. ἀρίστη φύσις, ἡ νῦν ἡμῖν προκειμένη, τὰ μέτρα πάντων
15. εὔδηλα κέκτηται, μήτε τοῖς τῆς ψυχῆς ἤθεσι μήτε ταῖς
16. τοῦ σώματος δυσκρασίαις ἐπιθολοῦσά τε καὶ νοθεύουσα
17. τῶν εἰρημένων μηδὲν, ἀλλὰ καὶ τρίψεων, καὶ γυμνασίων,
18. καὶ σιτίων, καὶ ὕπνων ἐναργῶς ἐνδεικνυμένη τὰ μέτρα,
1. καὶ τηνικαῦτα πρῶτον ἀπαγορεύουσα πρὸς ἕκαστον, ὅταν
2. μηκέτι δέηται, ὥστε εἶναι καὶ τοῦτο τῷ προεστῶτι τοιούτου
3. σώματος οὐ μικρὸν γνώρισμα μέτρου. λέγω δὲ τὴν
4. περὶ ἕκαστον ὧν ἂν πράττῃ προθυμίαν, αὐτῆς τῆς φύσεως
5. ἑαυτῇ τὸ μέτρον εὑρισκούσης ἐν ταῖς ἀρίσταις κατασκευαῖς.
6. καὶ γὰρ ἀνατριβόμενοι τηνικαῦτα πρῶτον ἐξιᾶσιν ἐπὶ τὸ
7. γυμνάσιον οἱ ἄριστα πεφυκότες, ὅταν ἱκανῶς ἔχωσι μαλακότητός
8. τε ἅμα καὶ θερμότητος ἅπαντι τῷ σώματι· καὶ
9. γυμναζόμενοι τότε πρῶτον ὀκνήσουσιν, ὅταν αὐτάρκως γυμνασθῶσιν·
10. καὶ δὴ καὶ σιτίων καὶ πομάτων ἀποστήσονται τότε
11. πρῶτον, ὅταν ἱκανῶς ἐμπλησθῶσιν· ὡς οὐδεὶς φόβος,
12. οὔτε ὑπερπονῆσαι τὸν τοιοῦτον ἄνθρωπον, οὔθ’ ὑπερεμπλησθῆναι,
13. ταῖς ὁρμαῖς τῆς φύσεως οἰακιζόμενον. οὔκουν οὐδὲ
14. τοῦ προεστῶτος εἰς ἄκρον ἥκοντος ἐπιστήμης ὁ τοιοῦτος
15. ἄνθρωπος δεῖται, καθάπερ οἱ μετὰ ταῦτα λεχθησόμενοι
16. πάντες, οἱ μοχθηρῶς κατεσκευασμένοι. αὐτὸ γὰρ ἑαυτῷ
17. πάντ’ ἐξευρίσκει τὸ ὑγιεινὸν σῶμα, ταῖς τῆς φύσεως ὁρμαῖς
1. ἐπιτροπευόμενον, καὶ μάλιστα εἰ καλῶς εἴη τὰ τῆς ψυχῆς
2. αὐτῷ πεπαιδευμένα. πολλοὶ γὰρ ἔθεσι μοχθηροῖς ἐντραφέντες,
3. ἀκολαστότερον ἢ ἀργότερον διαιτώμενοι, διαφθείρουσι
4. φύσεις χρηστὰς, ὥσπερ αὖ πάλιν ἔνιοι, μοχθηρῶς
5. φύντες τὸ σῶμα, βίῳ σώφρονι καὶ γυμνασίοις εὐκαίροις
6. ἐπανωρθώσαντο τὰ πολλὰ τῶν ἐλαττωμάτων.
7. ἀλλὰ τούτων μὲν γυμνασίων τε καὶ ἔργων ὁ μετὰ ταῦτα
8. λόγος ἅπας σύγκειται· περὶ δὲ τῶν ἄριστα κατεσκευασμένων
9. τὸ σῶμα καὶ τὸν νοῦν προσεχόντων ἐπιστάταις ὑγιεινοῖς
10. ἐν τῷδε τῷ γράμματι πρόκειται διελθεῖν. ὁ μὲν οὖν
11. ἔμπροσθεν λόγος ὑπὲρ αὐτῶν εἰς τὸ μέτρον ἐτελεύτα τῶν γυμνασίων·
12. ἐφεξῆς δ’ ἂν εἴη καιρὸς ὑπὲρ τῶν εἰδῶν διελθεῖν.

Cliquer un n° de page pour en afficher l’image