Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 2.8, ed. Kühn, 1823, vol. 6, p. 133-137. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:2.8

13. Εἴδη δὲ γυμνασίων ὀνομάζω πάλην, παγκράτιον,
14. καὶ πυγμὴν, καὶ δρόμον, ὅσα τ’ ἄλλα τοιαῦτα,
15. τινὰ μὲν αὐτῶν τούτων γυμνάσια μόνον ὑπάρχοντα, τινὰ
16. δὲ οὐ γυμνάσια μόνον, ἀλλὰ καὶ ἔργα· γυμνάσια μὲν
17. αὐτά γε δὴ ταῦτα τὰ εἰρημένα, καὶ προσέτι τὸ πιτυλίζειν,
18. τὸ ἐκπλεθρίζειν, τὸ σκιομαχεῖν, τὸ ἀκροχειρίζεσθαι,
1. τὸ ἅλλεσθαι, τὸ δισκοβολεῖν, καὶ διὰ κωρύκου,
2. καὶ διὰ σφαίρας, ἢ μικρᾶς ἢ μεγάλης, καὶ δι’ ἁλτήρων
3. ἐκπονῆσαι τὸ σῶμα, γυμνάσια δ’ ἅμα καὶ ἔργα σκάπτειν,
4. ἐρέττειν, ἀροῦν, κλᾷν ἀμπέλους, ἀχθοφορεῖν, ἁμᾷν, ἱππεύειν,
5. ὁπλομαχεῖν, ὁδοιπορεῖν, κυνηγετεῖν, ἁλιεύειν, ὅσα
6. τ’ ἄλλα κατὰ μέρος πράττουσιν ἄνθρωποι τεχνῖται καὶ ἄτεχνοι
7. τῶν κατὰ τὸν βίον ἕνεκα χρειῶν, ἢ οἰκοδομοῦντες, ἢ χαλκεύοντες,
8. ἢ ναυπηγοῦντες, ἢ ἀροτρεύοντες, ἤ τι τοιοῦτον
9. ἕτερον πολέμιον ἢ εἰρηνικὸν ἐργαζόμενοι. τοῖς πλείστοις
10. δὲ τῶν τοιούτων ἔνεστί ποτε καὶ ὡς γυμνασίοις μόνον χρήσασθαι.
11. τριττὴ γάρ τις αὐτῶν ἡ σύμπασα χρεία· ποτὲ
12. μὲν γὰρ ὡς ἔργον μόνον αὐτὸ δὴ τοῦτο παραλαμβανόμενον,
13. ἐνίοτε δὲ ὡς ἀσκημάτων ἕνεκα τῆς τῶν μελλόντων
14. ἔργων χρείας, ἔστιν ὅτε δὲ καὶ ὡς γυμνασίων. κατ’ ἀγρὸν
15. γοῦν ποθ’ ἡμεῖς ληφθέντες ἐν χειμῶνι ξύλα τε σχίζειν
16. ἠναγκάσθημεν ἕνεκα τοῦ γυμνάζεσθαι, καὶ κριθὰς ἐμβάλλοντες
17. ὅλμῳ κόπτειν τε καὶ ἐκλεπίζειν, ἅπερ ἑκάστης ἡμέρας
18. οἱ κατ’ ἀγρὸν ἔπραττον ὡς ἔργα. περὶ μὲν δὴ τῆς ὡς
1. ἔργων αὐτῶν χρήσεως ἐν τῷ μετὰ ταῦτα λόγῳ διαιρήσομαι·
2. ἐν δὲ τῷ παρόντι περὶ τῆς ὡς γυμνασίων ἐροῦμεν.
3. ἅπαντα γὰρ τὰ τοιαῦτα γυμνάσια γίγνονται μήτε δι’
4. ὅλης ἡμέρας αὐτὰ πραττόντων, μήτ’ ἐν ἄλλῳ καιρῷ τοῦ
5. πρὸ τῶν σιτίων. φυλάττεσθαι δὲ δήπου προσήκει καὶ τὸ
6. μέτρον ἐπ’ αὐτοῖς τῶν γυμνασίων, καὶ τὴν καλουμένην ἀποθεραπείαν.
7. εἰ δὲ καὶ προανατριψάμενός τις αὐτάρκως ἐπ’
8. αὐτὰ παραγίγνοιτο, νῦν μὲν ἂν ἀκριβῶς ἅπαντας ἔχοι τοὺς
9. ἀριθμοὺς τῶν γυμνασίων. ὑπέρ τε οὖν τούτων ἁπάντων,
10. ἃ δὴ καὶ γυμνασίων εἴδη καλοῦμεν, ἐπίστασθαι χρὴ τὸν
11. τὴν ὑγιεινὴν μετιόντα, καλεῖν δ’ ἔξεστιν αὐτὸν, ὡς ἔμπροσθεν
12. εἶπον, ἢ ὑγιεινὸν, ἢ γυμναστὴν, ἢ ἰατρόν, κυριωτάτης
13. μὲν ἐσομένης τῆς πρώτης προσηγορίας, ἐκ καταχρήσεως
14. δὲ τῶν ἄλλων. εἴπερ γὰρ ἅπαντες οἱ τεχνῖται παρωνύμως
15. ὀνομάζονται τῶν τεχνῶν, ἃς μεταχειρίζονται, πρόδηλον,
16. ὡς ὁ τὴν ὑγιεινὴν τέχνην μετερχόμενος ὑγιεινὸς ἂν
17. εὐλόγως προσαγορεύοιτο, καθάπερ καὶ ὁ περὶ τὰ γυμνάσια
18. μόνον γυμναστὴς, καὶ| ὁ περὶ τὰς ἰάσεις ἰατρός. εἰ δέ
1. τις ἢ γυμναστὴν, ἢ ἰατρὸν ὀνομάζει τὸν ὑγιεινὸν τοῦτον,
2. ἀπὸ μέρους τε προσαγορεύει τὸ σύμπαν καὶ οὐ κυρίως, ἀλλ’
3. ἐκ καταχρήσεως, ἢ ἐπιδιστάσεως, ἢ ὅπως ἄν τις ἐθέλῃ
4. καλεῖν, οὕτω ποιήσεται τὴν προσηγορίαν. αἴτιον δὲ τούτου
5. τὸ, μιᾶς οὔσης τῆς περὶ τὸ σῶμα τέχνης, ἐφ’ ὅλης αὐτῆς
6. ὄνομα μηδὲν τετάχθαι κύριον, ὑπὲρ ὧν ἐπὶ πλεῖον ἐν ἑνὶ
7. βιβλίῳ τὸν λόγον ἐποιησάμην, ὃ Θρασύβουλος ἐπιγράφεται.
8. εἴδη μὲν γυμνασίων τὰ εἰρημένα. ποιότης δὲ ἢ διαφορὰ
9. (καὶ γὰρ οὖν καὶ ταῦτ’ ἔξεστιν ἑκατέρως ὀνομάζειν)
10. ὀξύτης τε κινήσεώς ἐστι καὶ βραδύτης, εὐτονία τε καὶ, ὡς
11. ἂν εἴποι τις, ἀτονία, καὶ πρὸς τούτοις ἔτι σφοδρότης
12. ἔσται καὶ ἀμυδρότης. τρόποι δὲ τῆς χρήσεως ἁπάντων τῶν
13. εἰρημένων εἰδῶν ἅμα ταῖς οἰκείαις διαφοραῖς οἱ τοιοίδε
14. εἰσίν. ἤτοι συνεχὴς ἡ κίνησίς ἐστιν, ἢ διαλείπουσα· καὶ
15. εἰ μὲν συνεχὴς, ἤτοι ὁμαλὴ, ἢ ἀνώμαλος, εἰ δὲ διαλείπουσα,
16. ἢ τεταγμένη, ἢ ἄτακτος. οὗτοι μὲν οὖν οἱ κατ’
17. αὐτὸ τὸ πρᾶγμα τρόποι τῆς χρήσεως· οἱ δ’ ἀπὸ τῶν ἔξωθεν
18. αὐτῷ προσιόντες τοιοίδε. ἢ ἐν ὑπαίθρῳ χωρίῳ γίγνεται
1. τὸ γυμνάσιον, ἢ ἐν καταστέγῳ, ἢ ἐν ὑποσυμμιγεῖ σκιᾷ.
2. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἢ θερμόν ἐστι τὸ χωρίον, ἢ
3. ψυχρὸν, ἢ εὔκρατον, καὶ ἤτοι ξηρὸν ἀκριβῶς, ἢ ὑγρὸν,
4. ἢ μέτριον. οὕτω δὲ καὶ τὸ μετὰ κόνεως, ἤτοι πλέονος, ἢ
5. ἐλάττονος, ἐλαίου τε, καὶ κατὰ τὸν αὐτὸν λόγον ἢ πλέονος,
6. ἢ ἐλάττονος, ἢ καὶ χωρὶς ἑκατέρου, τρόπος ἐστὶ χρήσεως
7. γυμνασίου.

Cliquer un n° de page pour en afficher l’image