8. Ἐπεὶ τοίνυν ἤδη διώρισται πάνθ’ ἡμῖν, ὧν
9. ἔμπειρον εἶναι χρὴ τὸν ὑγιεινὸν, ἐπὶ τὰ τῶν γυμνασίων εἴδη
10. καιρὸς ἰέναι, καὶ πρῶτον μὲν διελέσθαι, τί τὸ κοινὸν ἅπασιν
11. ὑπάρχει, καὶ τί καθ’ ἕκαστον ἴδιον, ἐφεξῆς δὲ τοὺς
12. καιροὺς τῆς τρίψεως ἀφορίσασθαι. τὸ μὲν δὴ κοινὸν ἁπάντων
13. γυμνασίων ἐστὶ θερμότητος αὔξησιν ἐξ αὐτῶν τοῖς
14. ζώοις ἐργάζεσθαι. θερμαίνεται γὰρ ἡμῶν τὰ σώματα κατὰ
15. τε τὰ βαλανεῖα, καὶ κατὰ θερμῶν ὑδάτων λουτρὰ, καὶ τὰς
16. θερμὰς ὥρας τοῦ ἔτους, ἡλιοθερούντων τε καὶ παρὰ πυρὶ
17. θαλπομένων, καὶ θερμοῖς φαρμάκοις ἀνατριβομένων. ἀλλ’
1. ἔξωθεν αἱ τοιαῦται πᾶσαι θερμότητος, οὐκ ἔνδοθεν, οὐδ’
2. ἐκ τῆς οἰκείας ἀρχῆς ἀνάπτονται καὶ αὐξάνονται. κατὰ δὲ
3. τὰ γυμνάσια τῆς ἐμφύτου θερμότητος τοῖς ζώοις αὔξησίς
4. ἐστιν, ἐξ αὐτῶν τῶν ἰδίων σωμάτων γιγνομένη. καὶ τοῦτο
5. κοινὸν μὲν ἁπάντων τῶν γυμνασίων, οὐ μὴν ἴδιόν γέ ἐστιν,
6. εἴ γε δὴ καὶ τοῖς θυμωθεῖσι, καὶ τοῖς ἀγωνιῶσι, καὶ τοῖς
7. αἰδεσθεῖσιν αὔξησις τῆς ἐμφύτου γίγνεται θερμότητος. ὁ
8. μέν γε θυμὸς οὐδ’ ἁπλῶς αὔξησις, ἀλλ’ οἷον ζέσις κατὰ
9. τὴν καρδίαν θερμοῦ· διὸ καὶ τὴν οὐσίαν αὐτοῦ τῶν φιλοσόφων
10. οἱ δοκιμώτατοι τοιαύτην εἶναί φασι. συμβεβηκὸς
11. γάρ τι καὶ οὐκ οὐσία τοῦ θυμοῦ ἐστιν ἡ τῆς ἀντιτιμωρήσεως
12. ὄρεξις. αὐξάνεται δὲ καὶ τοῖς αἰδεσθεῖσιν ἡ ἔμφυτος
13. θερμότης, εἴσω μὲν τὰ πρῶτα δραμόντος ἅπαντος τοῦ
14. θερμοῦ, μετὰ ταῦτα δὲ ἀθροισθέντος ἐν τῷ βάθει,
15. κᾄπειτα αὐξηθέντος, καὶ δι’ ἄθροισιν μὲν τὴν ἐνταῦθα,
16. καὶ διὰ τὴν κίνησιν δὲ τὴν συνεχῆ. οὐ γὰρ ἡσυχάζει
17. τὸ πνεῦμα τῶν αἰδουμένων, ἀλλ’ ἔνδοθέν τε καὶ περὶ
18. αὑτὸ μετὰ τοῦ σύμπαντος αἵματος κυκᾶται πολυειδῶς,
1. ὥσπερ καὶ τὸ τῶν ἀγωνιώντων. εἰρήσεται δ’ ἐπὶ πλέον
2. ὑπὲρ τῶν τοιούτων ἁπάντων παθῶν τῆς ψυχῆς ἐπὶ προήκοντι
3. τῷ λόγῳ. νυνὶ μὲν γὰρ διὰ τὸ κοινὸν ἕπεσθαι
4. σύμπτωμα τούτοις τε τοῖς πάθεσι καὶ τοῖς γυμνασίοις
5. ἠναγκάσθην αὐτῶν μνημονεῦσαι, δεικνὺς, ὡς ἁπάντων κοινὸν
6. γυμνασίων ἐστὶν ἡ τῆς ἐμφύτου θερμότητος αὔξησις
7. ἔνδοθέν τε καὶ ἐξ αὐτῆς, οὐ μὴν ὅτι γε μόνοις ὑπάρχει
8. τοῦτο γυμνασίοις, ἀλλὰ καὶ τοῖς εἰρημένοις ἄρτι πάθεσιν.
9. ἤδη δ’ ἐπὶ τὰ καθ’ ἕκαστα τῶν γυμνασίων ἴδια
10. τὸν λόγον ἄγειν καιρὸς, ἐπισημῃνάμενόν γε πρότερον, ὡς
11. καὶ κατὰ ταῦτα πλείους εἰσὶν αἱ διαφοραί. τὰ μὲν γὰρ
12. ἄλλοτε ἄλλο τι μέρος, ἕτερον ἑτέρου μᾶλλον γυμνάζει, καὶ
13. τὰ μὲν ἐλιννυόντων γίγνεται, τὰ δὲ ὀξύτατα κινουμένων,
14. καὶ τὰ μὲν εὐτόνως, τὰ δὲ ἀτόνως, καὶ πρὸς τούτοις γ’
15. ἔτι τὰ μὲν σφοδρῶς, τὰ δὲ ἀμυδρῶς. εὔτονον μὲν γυμνάσιον
16. ὀνομάζω τὸ βιαίως ἄνευ τάχους διαπονοῦν, σφοδρὸν
17. δὲ τὸ βιαίως τε καὶ σὺν τάχει· βιαίως δὲ ἢ ῥωμαλέως
1. λέγειν οὐ διοίσει. τὸ μὲν οὖν σκάπτειν εὔτονόν τε καὶ
2. ῥωμαλέον ἐστὶν, οὕτω δὲ καὶ τὸ τέτταρας ἵππους ἅμα κατέχειν
3. ἡνίαις εὔτονον μὲν ἱκανῶς γυμνάσιον, οὐ μὴν
4. ὠκύ γε. κατὰ δὲ τὸν αὐτὸν τρόπον, εἴ τις ἀράμενος ὁτιοῦν
5. μέγιστον φορτίον ἢ μένοι κατὰ χώραν, ἢ προβαίνοι σμικρὰ,
6. καὶ οἱ ἀνάντεις περίπατοι, τούτου τοῦ γένους εἰσίν.
7. ἀναφέρεται γοῦν καὶ ἀναβαστάζεται κατ’ αὐτοὺς ὑπὸ τῶν
8. πρώτων κινουμένων ὀργάνων ἅπαντα τὰ λοιπὰ μόρια τοῦ
9. σώματος, ὥσπερ τι φορτίον. οὕτω δὲ καὶ ὅς τις ἀναῤῥιχᾶται
10. διὰ σχοινίου, καθάπερ ἐν παλαίστρᾳ γυμνάζουσι τοὺς
11. παῖδας, εἰς εὐτονίαν παρασκευάζοντες. ὡσαύτως δὲ καὶ ὅς
12. τις ἢ σχοινίου λαβόμενος ἤ τινος ὑψηλοῦ ξύλου μέχρι
13. πλείστου κατέχει κρεμάμενος ἐξ αὐτοῦ, ῥωμαλέον μέν τι
14. καὶ ἰσχυρὸν γυμνάζεται γυμνάσιον, οὐ μὴν ὠκύ γε, καὶ ὅς
15. τις προτείνας ἢ ἀνατείνας τὼ χεῖρε πὺξ ἔχων ἀτρεμίζει
16. μέχρι πλείστου. εἰ δὲ καὶ παραστήσας τινὰ κελεύει καθέλκειν
17. κάτω τὼ χεῖρε, μὴ ἐνδιδοὺς αὐτὸς, ἔτι δὴ μᾶλλον οὗτος
18. εἰς εὐρωστίαν παρασκευάζει τούς τε μῦς καὶ τὰ νεῦρα·
1. τούτων γὰρ ἴδια τὰ τοιαῦτα μάλιστα ἅπαντα γυμνάσια·
2. πολὺ δὲ δὴ μᾶλλον, εἴ τι βάρος ταῖς χερσὶν ἄκραις περιλαβὼν
3. ἑκατέραις καταμόνας, οἷοί περ οἱ κατὰ παλαίστραν
4. εἰσὶν ἁλτῆρες, ἀτρέμας ἔχει προτείνας ἢ ἀνατείνας αὐτάς.
5. εἰ δὲ δὴ καὶ κελεύσειάς τινι καθέλκειν τε καὶ κάμπτειν
6. βιαίως, αὑτὸν ἀκίνητόν τε καὶ ἄκαμπτον, οὐ ταῖς χερσὶ
7. μόνον, ἀλλὰ καὶ τοῖς σκέλεσι καὶ τῇ ῥάχει διαφυλάττων,
8. οὐ σμικρὸν γυμνάσεται γυμνάσιον εἰς εὐτονίαν ὀργάνων.
9. οὕτω τοι λόγος ἔχει κᾀκεῖνον τὸν Μίλωνα γυμνάζειν ἑαυτὸν,
10. ἐνίοτε μὲν ἀποσαλεῦσαί τε καὶ μετακινῆσαι τῆς ἕδρας ἐπιτρέποντα
11. τῷ βουλομένῳ, (ἀλλὰ τοῦτο μὲν σκελῶν ἂν εἴη
12. μάλιστα γυμνάσιον,) ἐνίοτε δὲ, εἰ τὰς χεῖρας γυμνάζειν βούλοιτο,
13. τὴν πυγμὴν διαλύειν κελεύοντα· αὖθις δ’ ἂν, ὥς
14. φασιν, ἐν ταῖς χερσὶν ἔχων ἢ ῥοιὰν, ἤ τι τοιοῦτον
15. ἕτερον, ἀφαιρεῖσθαι τῷ βουλομένῳ παρεῖχε. ταυτὶ μὲν
16. οὖν τὰ γυμνάσια μεγίστης ἰσχύος ἐπίδειξίν τε ἅμα καὶ
17. ἄσκησιν ἔχει. τόνον δὲ μορίων γυμνάζει τε καὶ ῥώννυσι,
18. κᾀπειδὰν, ἤτοι διαλαβὼν ἕτερόν τινα μέσον, ἢ διαληφθεὶς
1. αὐτὸς, ἐπηλλαγμένων πρὸς ἀλλήλας τῶν χειρῶν
2. τε καὶ τῶν δακτύλων, ἤτοι τῷ κρατουμένῳ προστάξειε διαλύειν,
3. ἢ αὐτὸς λύοι τοῦ κρατοῦντος· οὕτω δὲ κᾀπειδὰν,
4. ἑτέρου προσνεύσαντος, ἐκ πλαγίων αὐτῷ προσελθὼν, ἐν
5. κύκλῳ τοῖς λαγόσι περιβαλὼν τὰς χεῖρας, ὥσπερ τι φορτίον
6. ἀράμενος ἀναφέροι τε ἅμα καὶ προφέροι τὸν ἀρθέντα, καὶ
7. μᾶλλον εἰ ἐπινεύοι τε καὶ ἀνανεύοι βαστάζων· ᾧδε γὰρ ἂν
8. ἀκριβῶς τις ἅπασαν τὴν ῥάχιν εἰς ῥώμην παρασκευάσειεν.
9. οὕτω δὲ καὶ ὅσοι τὰ στέρνα πρὸς ἀλλήλοις ἀπερεισάμενοι
10. βιαίως ὠθοῦσιν εἰς τοὐπίσω, καὶ ὅσοι τῶν αὐχένων ἐκκρεμάμενοι
11. κατασπῶσιν, εἰς εὐτονίαν παρασκευάζουσιν.
12. ἀλλὰ τὰ μὲν τοιαῦτα καὶ χωρὶς παλαίστρας ἢ βαθείας
13. κόνεως δύναται γίγνεσθαι καθ’ ὁτιοῦν χωρίον ἐπίκροτον,
14. ὀρθῶν καὶ ἑστώτων· ὅσα δὲ παλαίοντες εἰς ἀλλήλους
15. δρῶσιν ἀσκοῦντες τὸν τόνον, ἤτοι κόνεως βαθείας,
16. ἢ παλαίστρας δεῖται. ἔστι δὲ τὰ τοιαῦτα τοιάδε· περιπλέξαντες
17. τοῖς ἑαυτῶν δυοῖν σκέλεσι τὸ ἕτερον σκέλος τοῦ
18. προσπαλαίοντος, ἔπειθ’ ἅψαντες πρὸς ἀλλήλας τὼ χεῖρε,
1. τὴν μὲν ἐπὶ τὸν αὐχένα βιαίως ἐρείδειν, ἥ τις ἂν ᾖ κατ’
2. εὐθὺ τοῦ κατειλημμένου σκέλους, τὴν δ’ ἑτέραν ἐπὶ τὸν
3. βραχίονα. δύναιτο δ’ ἂν καὶ περὶ τὴν κεφαλὴν ἄκραν τὸ
4. ἅμμα περιθεὶς ἀνακλᾷν εἰς τοὐπίσω βιαζόμενος. τὰ τοιαῦτα
5. γὰρ παλαίσματα πρὸς εὐτονίαν ἑκάτερον τῶν παλαιόντων
6. ἀσκεῖ, καθάπερ γε καὶ ὅσα ζώσαντος τοῖς σκέλεσι
7. θατέρου τὸ ἕτερον ἢ κατ’ ἀμφοῖν ἄμφω καθέντος γίνεται,
8. καὶ γὰρ καὶ ταῦτ’ ἀμφότερα εἰς ῥώμην παρασκευάζει.
9. μυρία δὲ τοιαῦτα ἕτερα κατὰ παλαίστραν ἐστὶν εὔτονα
10. γυμνάσια, περὶ ὧν ἁπάντων τὴν ἐμπειρίαν τε ἅμα
11. καὶ τριβὴν ὁ παιδοτρίβης ἔχει, ἕτερος δέ τις ὢν ὅδε τοῦ
12. γυμναστοῦ, καθάπερ ὁ μάγειρος τοῦ ἰατροῦ. καί πως
13. ἔοικεν αὖ καὶ τοῦθ’ ἡμῖν ἥκειν εἰς σκέμμα· περὶ οὗ λέλεκται
14. μὲν ἤδη καὶ κατ’ ἐκεῖνο τὸ βιβλίον, ὃ Θρασύβουλον
15. ἐπιγράφομεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον αὔταρκες
16. εἰς τὸν παρόντα, πρότερόν γε διελθόντων ἡμῶν τὰς
17. διαφορὰς τῶν γυμνασίων. ὅσα μὲν οὖν εὔτονα, καὶ δὴ
18. λέλεκται.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 2.9, ed. Kühn, 1823, vol. 6, p. 137-143. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:2.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩