ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Γ.
1. Τῶν γραψάντων ὑγιεινὰς πραγματείας ἰατρῶν
2. τε καὶ γυμναστῶν ἔνιοι μὲν ἅπασιν ἀνθρώποις κοινάς
3. τινας ὑποθήκας ἐποιήσαντο, μηδὲν νοήσαντες ὅλως ὑπὲρ
4. τῆς κατ᾿ εἶδος ἐν τοῖς σώμασιν ἡμῶν διαφορᾶς· ἔνιοι δ᾿,
5. ὅτι μὲν οὐ μικρῷ τινι διαφέρομεν ἀλλήλων, ἐδήλωσαν,
6. ὡς δ᾿ ἀδύνατον ἁπάσας ἐπελθεῖν τὰς διαφορὰς ἑκόντες
7. παρέλιπον· ὀλίγοι δέ τινες εἴδεσί τε καὶ γένεσιν ἐπιχειρήσαντες
8. ἀφορίσασθαι, πλέονα διήμαρτον ὧν κατώρθωσαν.
9. ἡμεῖς δὲ κατὰ τὸ πρῶτον εὐθέως βιβλίον ἐδηλώσαμεν,
1. ὁπόσα τὰ πάντα ἐστὶν εἴδη τῶν ἀνθρωπίνων
2. σωμάτων, ἐπηγγειλάμεθά τε καθ᾿ ἕκαστον ἰδίᾳ γράφειν
3. ὑποθήκας ὑγιεινάς. ἠρξάμεθα δ᾿ ἀπὸ τοῦ τὴν κατασκευὴν
4. ἄμεμπτον ἔχοντος. ἐπεὶ δὲ καὶ ὁ τοιοῦτος ἄνθρωπος
5. ἐν περιστάσεσι πραγμάτων ἐνίοτε γινόμενος ἢ
6. ἑκὼν ἢ ἄκων ἐμποδίζεται κατὰ τὰ προστάγματα τῆς ὑγιεινῆς
7. τέχνης διαιτᾶσθαι, κάλλων ἔδοξεν ὑποθέσθαι πρῶτον
8. αὐτὸν ἐλεύθερον ἀκριβῶς, αὐτῇ μόνον τῇ τοῦ σώματος ὑγείᾳ
9. σχολάζοντα. ὅπως μὲν οὖν ἀνατρέφεσθαι χρὴ τὸν τοιοῦτον
10. ἄνθρωπον, ὁ πρῶτος λόγος ἔδειξε, μέχρι τῆς τεσσαρεσκαιδεκαέτιδος
11. ἡλικίας ἐκτείνας αὐτοῦ τὴν ἐπιμέλειαν· ὅπως δ᾿
12. ἀνδροῦσθαι, διὰ τοῦ δευτέρου γράμματος ἐδηλώσαμεν, ἐμηκύνθη
13. δ᾿ ὁ λόγος εἰς κοινὰ κεφάλαια τῆς ὑγιεινῆς πραγματείας
14. ἀφικόμενος, ὧν χωρὶς οὐχ οἷόν τ᾿ ἦν οὐδὲ περὶ τῆς
15. ὑποκειμένης ἡλικίας τε καὶ φύσεως ἀκριβῶς διελθεῖν. ἁπάσας
16. γὰρ ἐξηριθμησάμεθα τάς τε τῶν τρίψεων καὶ
17. τῶν γυμνασίων διαφορὰς, οὐ μὰ Δία τὰς κατὰ μέρος, ὅτι
18. μὴ πάρεργον ἕνεκα παραδείγματος εἰς χρείαν ἐλθούσας, ἀλλὰ
1. τὰς ἐν εἴδεσί τε καὶ γένεσιν ἀφωρισμένας· ἐν μὲν ταῖς
2. τρίψεσι τὴν σκληρὰν, καὶ τὴν μαλακὴν, καὶ πρὸ τούτων γε
3. τὴν σύμμετρον, ἥν τινα δύναμιν ἔχουσιν, ἐξηγησάμενοι,
4. προσθέντες δ᾿ αὐταῖς τὰς κατὰ τὸ ποσὸν διαφορὰς, τρεῖς
5. οὔσας καὶ αὐτὰς, εἶτα κατὰ συζυγίαν ἐννέα τὰς πάσας ἐπιδείξαντες,
6. ἑκάστης τε τὴν δύναμιν εἰπόντες· ἐν δὲ τοῖς γυμνασίοις,
7. τίνα μὲν ὀξέα τε καὶ ταχέα προσαγορεύομεν, τίνα δ᾿
8. ἀμβλέα τε καὶ βραδέα, καὶ τίνα τούτων μέσα τε καὶ πρῶτα
9. κατά γε τὴν φύσιν ὑπάρχοντα, καὶ περὶ τῶν εὐτόνων, καὶ
10. μαλακῶν, καὶ βαρέων δὲ καὶ κούφων ὁμοίως, ὅσα τε τούτων
11. ἐστὶ τὰ μέσα διελθόντες ἐδείξαμεν, ὡς χρὴ τὴν ἀρίστην
12. κατασκευὴν ἐν ἅπασι τοῖς μετρίοις τε καὶ συμμέτροις, ἃ δὴ
13. καὶ μέσα τῶν ἀμέτρων ἐστὶ, διαιτᾶσθαι κατά τε τρίψεις,
14. καὶ γυμνάσια, καὶ λουτρὰ, καὶ τροφὰς, ὅσα τ᾿ ἄλλα συμπληροῖ
15. τὴν ὑγιεινὴν δίαιταν. ὑπεσχόμεθά τε, καθάπερ ἐπὶ
16. τρίψεών τε καὶ γυμνασίων ἐποιήσαμεν, εἰς εἴδη τινὰ κοινὰ
17. τὴν θεωρίαν ἀναγαγόντες, ὥστε εὐμνημόνευτόν τε ὰμα καὶ
1. μεθοδικὴν εἶναι τὴν διδασκαλίαν, οὕτω κᾀπὶ τῶν ἄλλων
2. ἁπάντων ποιῆσαι· καὶ πρῶτόν γε περὶ τῆς καλουμένης
3. ἀποθεραπείας, ἐπειδὴ ἔμπροσθεν ἐφεξῆς ἐτέτακτο, δηλώσαντες
4. γὰρ, εἰς ὅσον ἐπιτείνειν τε καὶ παραύξειν χρὴ
5. τὰ γυμνάσια πρὸς τὸ τέλος, ὡς ἐν ὑγιείας λόγῳ, ἀκολουθεῖν
6. ἔφαμεν αὐτοῖς τὴν καλουμένην ἀποθεραπείαν, ὑπὲρ ἧς
7. ἤδη λέγωμεν.