12. Ὁπότ᾿ οὖν οὕτω φαίνεται τοῦτ᾿ ἔχειν, ἰτέον
13. ἐπὶ τὰς ἁπλᾶς διαθέσεις, ὧν ἐφεξῆς ταῖς εἰρημέναις ἦσαν
14. αἱ κατὰ στέγνωσιν· οὕτω δ᾿ ὀνομάζω τὴν βλάβην τῶν πόρων,
15. ἐφ᾿ ᾗ κωλύεται διαφορεῖσθαι τὰ περιττώματα. γίνεται
16. δ᾿ αὕτη δι᾿ ἔμφραξιν, ἢ πύκνωσιν, ἣν δὴ καὶ μύσιν ὀνομάζουσι
17. τῶν πόρων. ἔμφραξις μὲν οὖν ὑπὸ γλίσχρων καὶ
1. παχέων γίνεται περιττωμάτων, ἀθροώτερον ὁρμησάντων ἐπὶ
2. τὸ δέρμα, πύκνωσις δὲ ὑπό τε τῶν στυφόντων καὶ ψυχόντων.
3. ἀλλ᾿ ἐμφράξει μὲν ἁλῶναι τὸ προκείμενον ἐν τῷ λόγῳ
4. σῶμα, κατὰ τὴν εἰρημένην ἐπιμέλειαν ἀγόμενον, οὐκ ἐγχωρεῖ,
5. πυκνωθῆναι δὲ δύναταί ποτε διά τε κρύος καρτερὸν καὶ λουτρὸν
6. στυπτηριῶδες. ἐγχωρεῖ δέ ποτε καὶ μετὰ βαλανεῖον,
7. ἢ ἱδρῶτα, καὶ ἄλλως ἀραιοῦ τοῦ δέρματος ἐκ τινος ἑτέρας
8. αἰτίας γενομένου, καταπνεύσασαν αὔραν ἔμφραξίν τέ τινα
9. καὶ πύκνωσιν ἀποτελέσαι. διαγινώσκεται μὲν οὖν ἡ εἰρημένη
10. διάθεσις, εὐθὺς μὲν ἀποδυνόντων ἀχροίᾳ τε λευκῇ καὶ
11. σκληρότητι καὶ πυκνώσει τοῦ δέρματος, κατὰ δὲ τὸ γυμνάζεσθαι
12. τῷ δυσεκθερμάντῳ. οὔτε γὰρ ἱδροῦσιν ὁμοίως
13. ὡς πρόσθεν, οὔτ᾿ εὐχροοῦσιν, ἀλλ᾿ εἰ καί τις βιάσαιτο τῇ
14. εὐτονίᾳ τῶν γυμνασίων ἱδρῶτός τι προκαλέσασθαι, καὶ
15. μείων οὗτος γίνεται τοῦ συνήθους, καὶ ψυχρότερος, καὶ
16. ἧττον ἀτμώδης. ἡ δ᾿ ἴασις τῆς τοιαύτης διαθέσεως θέρμανσίς
17. ἐστιν· ἐναντίον γὰρ τοῦτο τῇ ψύξει. συντονωτέροις
1. τε γυμνασίοις χρηστέον ἐστὶ καὶ βαλανείοις θερμοτέροις.
2. ἄμεινον δὲ καὶ καλινδεῖσθαι κατὰ τὸν πρῶτον οἶκον
3. ἐπὶ ἐλαίου λιπαρῶς. ἔστω δὲ καὶ τὸ ἔλαιον τῶν χαλαστικῶν,
4. οἷόν πέρ ἐστιν ἐν Ἰταλίᾳ τὸ Σαβῖνον· ἄμεινον δ᾿
5. ἐπὶ τῶν τοιούτων διαθέσεων ἐτῶν εἶναι δύο ἢ τριῶν αὐτὸ,
6. καὶ γὰρ λεπτομερέστερον τοῦτο καὶ θερμότερον. ἡ δὲ ἐν
7. τῇ ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιος γενέσθω,
8. μηδ᾿ αὐτὸ τὸ ὕδωρ ἄγαν ἔστω ψυχρόν. ἐνδύεσθαι δὲ μέλλοντες
9. ἀλειφέσθωσάν τινι τῶν μετρίως θαλπόντων, ἐλαίων
10. μὲν, ὅσα γε κατ᾿ Αἴγυπτόν εἰσι, κικίνῳ τε καὶ ῥαφανίνῳ,
11. κατὰ δὲ τὴν ἄλλην |οἰκουμένην τῷ γλυκεῖ καὶ λεπτομερεῖ
12. καὶ μετρίως παλαιῷ, μύροις δὲ Σουσίνῳ τε καὶ γλευκίνῳ
13. καὶ ἰρίνῳ καὶ ἀμαρακίνῳ καὶ Κομμαγηνῷ. τὸ μὲν δὴ
14. γλεύκινον ἀκριβῶς ἐστιν ἄκοπον καὶ χαλαστικὸν, ὥστε καὶ
15. τοῖς ἰσχυρῶς κοπωθεῖσιν ἐπιτήδειον ὑπάρχει· βραχὺ δὲ αὐτοῦ
16. τὸ Σούσινον θερμότερον καὶ χαλαστικώτερον· ἴρινον
17. δὲ καὶ ἀμαράκινον καὶ Κομμαγηνὸν ἱκανώτερον τούτου
18. θερμῇναι, ὥστε καὶ ταῖς καλουμέναις ἰδίως ψύξεσι χρήσιμα
1. τετύχηκεν ὄντα. τὰς μέντοι πυκνώσεις τοῦ δέρματος αὐτάρκως
2. ἰᾶται καὶ τὸ ἀνήθινον ἔλαιον, καὶ μάλιστ᾿ εἰ χλωρὸν
3. εἴη τὸ ἄνηθον. ἁρμόττει δὲ ταῖς τοιαύταις διαθέσεσιν,
4. ὥσπερ οὖν καὶ τοῖς ἰσχυροῖς κόποις, τὸ διὰ τοῦ σπέρματος
5. τῆς ἐλάτης ἄκοπον· εἰρήσεται δὲ ἐν τοῖς ἑξῆς, ὅπως χρὴ
6. σκευάζειν αὐτό. νυνὶ μὲν γάρ μοι δοκῶ καὶ ταῦτα περαιτέρω
7. τῆς ὑποθέσεως εἰρηκέναι. τῷ γὰρ ἄριστα κατεσκευασμένῳ
8. τὸ σῶμα, καὶ βίον ἐλεύθερον ἐπανῃρημένῳ, καὶ μηδὲν
9. ἐν αὐτῷ πλημμελοῦντι, καὶ τὸν ἐπιστατοῦντα τῆς ὑγείας
10. ἄριστον ἔχοντι, εἰς τὰς νοσωδεστέρας διαθέσεις οὐ πάνυ τι
11. συμπίπτειν εἰκός.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 3.10, ed. Kühn, 1823, vol. 6, p. 218-221. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.10
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩