Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 3.11, ed. Kühn, 1823, vol. 6, p. 221-225. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.11

12. Ἐπανέλθωμεν οὖν αὖθις ἐπὶ τὴν ἐξ ἀρχῆς
13. ὑπόθεσιν, καὶ παραλείποντες ἐκκαύσεις, καὶ ψύξεις, καὶ
14. ἀπεψίας, καὶ διαῤῥοίας, ὅσα τ᾿ ἄλλα τοιαῦτα, (βέλτιον γὰρ
15. εἰς ἔνα λόγον ἀναβάλλεσθαι σύμπαντα ταῦτα, τὸ περὶ τῶν
16. νοσωδῶν συμπτωμάτων ἐπιγραφησόμενον,) ἐν τῷ παρόντι
17. περὶ τῶν ἐπ᾿ ἀφροδισίοις γυμνασίων ἐπισκεψώμεθα. καὶ
18. γὰρ διαπεφώνηταί πως ὑπὲρ αὐτῶν, ἐνίων μὲν οἰομένων,
19. οὕτω χρῆναι γυμνάζειν ἐπ᾿ αὐτοῖς, ὡς κατὰ τὸ καλούμενον
1. ἀποθεραπευτικὸν, ἐνίων δὲ, ὡς κατὰ τὸ παρασκευαστικόν.
2. ἔστι δὲ δήπου τὸ παρασκευαστικὸν γυμνάσιον οὐδὲ τῇ
3. ποσότητι τῶν κινήσεων ἔλαττον τοῦ συμμέτρου, κατὰ δὲ τὴν
4. ποιότητα συντονώτερόν τε καὶ ὀξύτερον. οἱ μὲν οὖν ἀποθεραπεύειν
5. ἀξιοῦντες, ὥσπερ τοὺς ἀπὸ καμάτου, τήν τε
6. κατάλυσιν τῆς δυνάμεως ὑφορῶνται καὶ τὴν ξηρότητα τοῦ
7. σώματος· ἄμφω γὰρ ταῦτα πάσχομεν ἐπ᾿ ἀφροδισίοις τε καὶ
8. πλήθει τῶν γυμνασίων· οἱ δὲ τῷ παρασκευαστικῷ χρῆσθαι
9. γυμνασίῳ τὴν ἀραιότητα καὶ τὸ εὐίδρωτον, ἅπερ ἐπιτείνεσθαι
10. μὲν ὑπὸ τῶν ἀποθεραπευτικῶν, ἐπανορθοῦσθαι δ᾿
11. ὑπὸ τῶν παρασκευαστικῶν. ἐγὼ δ᾿ ἑκατέρους ἐπαινέσας, ὡς
12. ἑωρακότας ἐκ μέρους τὸ ἀληθὲς, ἐς ταὐτὸν συνθήσω τὰς δόξας
13. αὐτῶν. ὅτι μὲν γὰρ ἀναῤῥῶσαί τε χρὴ τὴν δύναμιν, καὶ
14. σφίγξαι τὴν ἀραιότητα, καὶ μὴ παραυξῆσαι νὴν ξηρότητα,
15. συγχωροῦσιν ἑκάτεροι. λείπει δ᾿ αὖ εἷς διορισμὸς ἀμφοτέροις,
16. ὥσπερ ἐν ταῖς ἐπιπεπλεγμέναις ἁπάσαις διαθέσεσιν
17. ὑφ᾿ ἡμῶν ἔμπροσθεν εἴρηται, ῥηθήσεται δὲ καὶ νῦν οὐδὲν
18. ἧττον. ἐπειδάν γε ἐς ταὐτὸν συναχθῶσι πλείους διαθέσεις,
1. εἰ μὲν ἕνα τρόπον ἐνδεικνύμεναι θεραπείας, ἐπιτείνεσθαι
2. χρὴ τὸν τρόπον μᾶλλον, ἤπερ εἰ κατὰ μόνας ἑκάστη τῶν
3. διαθέσεων ἦν· εἰ δ᾿ ἐναντιούμεναι, τὰ κατὰ τὴν ἐπικρατοῦσαν
4. διάθεσιν ἐπανορθωτέον ἐστὶ πρότερον, οὐδὲ
5. τῶν ἄλλων ἀμελοῦντας τὸ πάμπαν. ὅσοι μὲν οὖν ἤτοι δι᾿
6. ἡλικίαν ἢ καὶ ἄλλως ἀσθενεῖς ὑπάρχοντες ἀφροδισίοις ἐχρήσαντο,
7. τούτοις μὲν ἀναγκαῖόν ἐστιν ἐπικρατεῖν τὴν ἀῤῥωστίαν
8. τῆς δυνάμεως· ὅσοι δ᾿ ἰσχυρότεροί τε καὶ νέοι, καθάπερ
9. ὁ νῦν ἡμῖν ὑποκείμενος ἐν τῷ λόγῳ νεανίσκος, ἐν
10. τούτοις ἡ τοῦ σώματος ἕξις εἰς ἀραιότητα πλέον, ἤπερ ἡ
11. δύναμις εἰς ἀῤῥωστίαν ἀλλοιοῦται. καὶ τοίνυν ἡ ἐπανόρθωσις
12. οὐ διὰ τῶν ἀραιούντων, οἷόν πέρ ἐστι καὶ τὸ ἀποθεραπευτικὸν
13. γυμνάσιον, ἀλλὰ διὰ τῶν συναγόντων τε καὶ
14. σφιγγόντων, ὁποῖόν ἐστι καὶ τὸ παρασκευαστικόν. εἰ δὲ δὴ
15. καὶ ψύξις τις ἐπὶ τοῖς ἀφροδισίοις ἐγγίνεται τοῖς σώμασι,
16. καὶ κατὰ τοῦτ᾿ ἂν εἴη τῷ παρασκευαστικῷ γυμνασίῳ χρηστέον·
17. ἐπεγείρει γὰρ ἐκεῖνο τὴν θερμότητα τῷ τε τῶν κινήσεων
18. ὀξεῖ καὶ τῷ τόνῳ, καὶ τῷ συνάγειν καὶ σφίγγειν
19. τὴν ἕξιν. ὅτι δὲ καὶ τὴν ἀραιότητα μόνον τοῦτο τῶν γυμνασίων
1. σίων ἰᾶται, πρὸς ἁπάντων ὁμολογεῖται τῶν γυμναστῶν, ὑπὸ
2. τῆς πείρας δεδιδαγμένων. ὥστ᾿ οὐδὲν ἂν εἴη βέλτιον εἰς
3. τὰ παρόντα τοῦ τοιούτου γυμνασίου. τῆς δὲ ὥρας τοῦ
4. ἔτους ἐπιτρεπούσης, οὐδὲ τῆς ψυχρολουσίας ἀφεκτέον ἐστίν.
5. ἐδέσματα δ᾿ ἔστω πλῆθος μὲν ἐλάττω, τῇ ποιότητι δὲ
6. ὑγρότερα δοτέον, ἵνα καὶ πέψῃ καλῶς αὐτὰ, καὶ τὴν ἐκ
7. τῶν ἀφροδισίων ἐπανορθώσηται ξηρότητα. χρὴ δ᾿ οὐδὲ ψυχρότερα
8. τὴν κρᾶσιν, ἀλλ᾿ ἤτοι τῆς μέσης ἰδέας, ἢ τῶν θερμοτέρων
9. ὑπάρχειν αὐτά. διότι γὰρ ἐξ ἀφροδισίων ἀραιότερόν
10. τε καὶ ψυχρότερον ἅμα καὶ ἀσθενέστερον καὶ ξηρότερον
11. ἀποτελεῖται τὸ σῶμα, χρὴ δήπου τὰ πυκνοῦντα καὶ
12. θερμαίνοντα καὶ τὴν δύναμιν ἀναῤῥωννύντα προσφέρεσθαι,
13. καὶ τούτους εἶναι τοὺς σκοποὺς ἐπ᾿ αὐτοῖς. ὅτι δὲ αὕτη
14. δύναμίς ἐστιν ἀφροδισίων, οὐ τοῦ νῦν ἐνεστῶτος λόγου·
15. προὔκειτο γὰρ ἐν αὐτῷ διελθεῖν, ὅπως ἂν κάλλιστα τὸ
16. προκείμενον σῶμα γυμνάζοιτο μετὰ τὴν τῶν ἀφροδισίων
17. χρῆσιν, ὅπερ οὐκ ἠδύνατο περανθῆναι καλῶς ἄνευ τοῦ
18. προλαβεῖν ἐξ ὑποθέσεως, ὁποία τίς ἐστιν ἡ ἐν τῷ σώματι
1. γινομένη διάθεσις ἐπὶ τοῖς ἀφροδισίοις. ἀλλὰ νῦν μὲν ἐξ
2. ὑποθέσεως, αὖθις δὲ μετὰ ἀποδείξεως εἰρήσεται, τίς τε ἡ
3. δύναμις αὐτῶν ἐστι, καὶ εἰ χρηστέον ὅλως, ἢ μὴ, καὶ τίνες
4. αὐτῶν ὠφέλειαι καὶ βλάβαι κατά τε τὰς τοῦ σώματος
5. διαθέσεις εἰσὶ, καὶ τὰς ὥρας τοῦ ἔτους, καὶ τὰς χώρας,
6. ὅσα τ᾿ ἄλλα τοιαῦτα χρὴ προσδιορίζεσθαι.

Cliquer un n° de page pour en afficher l’image