7. Μετὰ μὲν δὴ τὴν τῶν ἀφροδισίων χρῆσιν
8. εἶδος ἔστω γυμνασίου τὸ παρασκευαστικὸν ὀνομαζόμενον·
9. ἀγρυπνίας δὲ προσγενομένης, ἢ λύπης, ἢ ἀμφοτέρων, τὸ
10. ἀποθεραπευτικὸν, ὅταν τε χωρὶς ἀπεψίας γεννηθῶσιν, ἐπὶ
11. γὰρ ταῖς ἀπεψίαις οὐδ᾿ ὅλως γυμναστέον. ὅτι δὲ τὸ ἀποθεραπευτικὸν
12. γυμνάσιον ἐπὶ λύπαις τε καὶ ἀγρυπνίαις ἁρμόττει,
13. δηλοῖ μὲν καὶ ἡ πεῖρα· φαίνονται γὰρ ὑπὸ τῶν
14. ἄλλων γυμνασίων βλαπτόμενοι, πρὸς τῷ μηδ᾿ ἀνέχεσθαι
15. τῶν ἐπιταττόντων, εἰ τύχοιεν ἔτι λυπούμενοι· δηλοῖ δ᾿ οὐχ
16. ἧττον τῆς πείρας καὶ ὁ λόγος. ἐπειδὴ γὰρ ἐπ᾿ ἀγρυπνίαις
17. τε καὶ λύπαις ὁρῶνται λεπτότεροί τε καὶ αὐχμηρότεροι καὶ
1. δυσήκοοι γινόμενοι, ξηρότερον ἡγητέον αὐτοῖς εἶναι τὸ
2. σῶμα. τὰς δὲ τοιαύτας διαθέσεις αἵ τε μαλακώτεραι
3. τρίψεις ἐξιῶνται, σὺν ἐλαίῳ πλείονι γιγνόμεναι καὶ λουτροῖς
4. εὐκράτοις, αἵ τε κινήσεις αἱ βραδύτεραί τε καὶ χωρὶς
5. ἰσχυροτέρας τάσεως, ἀναπαύσεσι πλείοσι διειλημμέναι. τρόπος
6. δ᾿ οὗτος ἦν ἀποθεραπευτικοῦ γυμνασίου. κατὰ
7. δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ἐπὶ θυμοῖς ἢ δι᾿ ἔνδειαν
8. ποτοῦ ξηρότητας ἐπανορθωτέον ἐστίν. ἐναντίως δὲ τοῖς εἰρημένοις
9. ἐπανορθοῦσθαι χρὴ τὰς κατὰ τὴν ἕξιν ὑγρότητας,
10. εἴτε διὰ πόμα πλέον, εἴτε δι᾿ ἄλλην τινὰ πρόφασιν ἐγένοντο.
11. σκοπὸς γοῦν δὴ καὶ τῶν τοιούτων διαθέσεων ἡ
12. ξήρανσις. ἀλλὰ τοῦτο μὲν ἁπασῶν κοινὸν, ἴδιον δ᾿ ἑκάστης
13. ἐν ταῖς κατὰ μέρος διαφοραῖς. εἰ μὲν οὖν ἐπ᾿ ἀργίᾳ
14. πλείονι καὶ ταῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἀμέτροις τε
15. καὶ ἀκαίροις χρήσεσιν ὑγρότης ἐγένετο, μακροτέρας δεῖται
16. τῆς ἐπανορθώσεως· εἰ δ᾿ ἐπὶ ποτῷ πλείονι, κατὰ τὴν
17. προτεραίαν ἡμέραν γεγονότι, χωρὶς τοῦ πεπονθέναι τὴν κεφαλὴν
18. ἢ τὸ στόμα τῆς κοιλίας, ἐν μιᾷ δυνατὸν ἡμέρᾳ
1. τελέως ἐξιάσασθαι, πλεονάσαντας μὲν ἐν ταῖς ξηραῖς τρίψεσι,
2. γυμνάσαντας δ᾿ ὀξύτερον, ἐλάττονι δὲ ποτῷ χρησαμένους
3. ἐδέσμασί τε ξηραντικωτέροις. ὡς ὅσαι γε μετὰ τοῦ
4. τὴν κεφαλὴν ἢ τὸν στόμαχον ἀπολαῦσαί τι τῆς ἐξ
5. οἴνου βλάβης ὑγρότητές εἰσι περιτταὶ, τοῦ νῦν ἐνεστῶτος
6. οὐ δέονται λόγου· ῥηθήσεται γὰρ ὑπὲρ αὐτῶν ἐν τοῖς τῶν
7. νοσωδῶν συμπτωμάτων. αἱ δ᾿ ἐπ᾿ ἀργίᾳ πάνυ μακροτέρα
8. τὴν ἀρχὴν οὐδ᾿ ἂν γένοιντό ποτε κατὰ τὴν προκειμένην
9. διάθεσιν, ὥσπερ οὐδ᾿ αἱ διὰ πλῆθος ἐδεσμάτων ὑγρῶν τῇ
10. φύσει, οἷαί περ αἱ πλεῖσται τῶν ὀπωρῶν εἰσι καὶ τῶν λαχάνων
11. ὅσα μὴ δριμέα. γενομένας δ᾿ αὐτὰς ἀθρόως μὲν
12. οὐχ οἷόν τε θεραπεύειν· εἰ γὰρ εἰς τοσοῦτον πονήσειεν ὁ
13. ἄνθρωπος, ὡς αὐτάρκως ξηρᾶναι τὴν ἕξιν, ἁλώσεται κόπῳ
14. καὶ πυρέξει πυρετὸν μὲν ἐφήμερον πάντως, ἂν δὲ καὶ
15. μοχθηραὶ τύχωσιν ὑγρότητες ὑπάρχουσαι, πλειόνων ἡμερῶν·
16. ἐν χρόνῳ δ᾿ ἂν ἐπανορθωθεῖεν, ὡς ὕστερον εἰρήσεται κατ᾿
17. ἐκεῖνον τὸν λόγον, ἐν ᾧ τὰς μοχθηρὰς κράσεις ἐπὶ τὸ βέλτιον
18. ἀλλοιοῦμεν. ὁμοία γὰρ ἡ πρόνοια τῶν ἐπικτήτων διαθέσεών
1. ἐστι καὶ τῶν φυσικῶν δυσκρασιῶν, ὥστ᾿ οὐδὲν χρὴ
2. τὸ νῦν εἶναι περὶ αὐτῶν διεξέρχεσθαι.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 3.12, ed. Kühn, 1823, vol. 6, p. 225-228. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.12
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩