3. Λείπεται οὖν ἔτι περὶ τῶν ἑωθινῶν τε καὶ
4. κατὰ τὴν ἑσπέραν τρίψεων διελθεῖν, οὐ μὰ Δί᾿ οὕτως, ὥς
5. φασὶν ἀποκρίνασθαι Κόϊντον ἐρομένῳ τινὶ γυμναστῇ, τίνα
6. δύναμιν ἔχει τὸ ὑποσυγχρίεσθαι, φάμενον ἀφανίζειν τὰ ἱμάτια.
7. τούτοις γὰρ τοῖς ὀνόμασιν, οἷς ἐγὼ νῦν ἐχρησάμην,
8. ἐρέσθαι τε λέγουσι τὸν γυμναστὴν, ἀποκρίνασθαί τε τὸν
9. Κόϊντον. ὅμοιόν τι τοῦ Κοΐντου περιφέρεται ἀπόφθεγμα,
10. τό τε περὶ τῶν οὔρων, ὡς γραφέως ἐστὶ καταμανθάνειν
11. αὐτὰ, καὶ τὸ περὶ τοῦ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ
12. ὑγροῦ, ὅτι βαλανείων ἐστὶ τὰ τοιαῦτα τῶν ὀνομάτων. ἂ
13. ἐγὼ μὲν ἂν δοίην, μὴ ὅτι Κόϊντον, ἀλλ᾿ οὐδὲ τῶν ἀπὸ
14. Θεσσαλοῦ τινα φθέγξασθαι· βωμολοχικὰ γὰρ ἅπαντ᾿ ἐστὶ
15. τὰ τοιαῦτα κομψεύματα καὶ οὐδαμῶς ἀνδρὶ προσήκοντα
16. σεμνῆς οὕτω τέχνης ἐπιστήμονι. βέλτιον οὖν ὑπὲρ μὲν τῆς
17. ἑωθινῆς ἀνατρίψεως ᾧδ᾿ ἐπισκοπεῖσθαι κατά γε τὸ προκείμενον
18. ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σῶμα. τουτὶ γὰρ ἤτοι
1. παντάπασιν ἄμεμπτόν ἐστι μετὰ τοὺς ὕπνους, ἤ τινι τῶν
2. κοπωδῶν ἐνέχεται διαθέσεων, ἢ καὶ τῶν ἄλλων τινὶ, περὶ
3. ὧν ἐφεξῆς ἐν ταῖς κοπώδεσιν ὀλίγον ἔμπροσθεν ἄχρι τοῦ
4. δεῦρο διῆλθον. εἰ μὲν οὖν ἄμεμπτον ὑπάρχει, περίεργόν
5. ἐστιν ἀνατρίβειν ἢ ἀλείφειν αὐτὸ, πλὴν εἴ ποτ᾿ἀναγκαῖον
6. εἴη συνενεχθῆναι κρύει κρατερῷ· τηνικαῦτα γὰρ, ὡς τοὺς
7. μέλλοντας ψυχρολουτρεῖν, οὕτω καὶ τούτους τῇ τρίψει παρασκευάσομεν.
8. εἰ δέ τις αἴσθησις εἴη κόπου, λέλεκται
9. καὶ πρόσθεν, ὡς ἀλείφειν τε χρὴ τηνικαῦτα κα
10. ἀνατρίβειν μαλακῶς. οὕτω δὲ καὶ εἰ ξηρότερόν γ᾿ εἴη
11. πλείω τοῦ δέοντος, ἀλειπτέον μὲν ἐλαίῳ γλυκεῖ, τέγγει γὰρ
12. τοῦτο τὸν ξηρὸν χρῶτα, τριπτέον δ᾿. ἐλάχιστα μὲν, ἀλλὰ
13. μήτε σκληρᾷ τρίψει, μήτε μαλακῇ. προτρέψαι γὰρ μόνον
14. δεόμεθα τὴν ἀνάδοσιν, οὔτε δ᾿ ἀλλοιῶσαι τοῦ δέρματος
15. ἢ τῆς σαρκὸς τὴν ἕξιν, οὔτε διαφορῆσαί τι τῶν περιεχομένων
16. ἐν αὐτοῖς. ἐργάζεται δὲ ἄμφω μὲν ἡ μαλακὴ, θάτερον
17. δὲ ἡ σκληρὰ τρίψις, εἴ γε δὴ πυκνοῖ μὲν αὕτη
18. καὶ σκληρύνει τὸ δέρμα, διαφορεῖ δ᾿ ἡ μαλακὴ καὶ ἀραιὸν
1. καὶ μαλακὸν ἀπεργάζεται τὸ σῶμα. πύκνωσιν μέντοι τοῦ
2. δέρματος ἐπανορθώσασθαι βουλόμενοι, τὴν μὲν ἐπὶ ταῖς
3. σκληραῖς ἀνατρίψεσι, καὶ λαβαῖς, καὶ σφοδρῷ γυμνασίῳ,
4. καὶ κόνει πολλῇ γεγενημένην, ἐλαίῳ δαψιλεῖ καὶ γλυκεῖ
5. χρώμενοι, μαλακῶς ἀνατρίψομεν, τὴν δ᾿ ἐπὶ τῇ ψύξει,
6. πρώτως μὲν ταῖς ξηραῖς τε ἅμα καὶ ταχείαις ἀνατρίψεσι,
7. δευτέρως δὲ ταῖς δι᾿ ἐλαίου θερμαίνοντες, εἰς τὸ κατὰ
8. φύσιν ἐπανάξομεν. ἀραιότητα δὲ τὴν ἐπί τε λουτροῖς
9. πλείοσι καὶ τρίψεσι μαλακαῖς ἀφροδισίων τε χρήσεσι
10. γεγενημένην, ὀλίγαις μὲν ταῖς ξηραῖς ἀνατρίψεσιν, ὀλίγαις
11. δ᾿ ἐφεξῆς αὐτῶν ταῖς σὺν ἐλαίῳ τινὶ τῶν στυφόντων
12. ἰασόμεθα. τὰς δ᾿ ἐπὶ πλέοσι ποτοῖς ὑγρότητας
13. αἱ ξηραὶ μόναι θεραπεύουσι, διά τε σινδόνων
14. ἢ χειρίδων ἐπιτελούμεναι, καὶ αὐτῶν μόνων ἐνίοτε τῶν
15. χειρῶν, ἢ χωρὶς λίπους παντὸς, ἢ σὺν ἐλαχίστῳ τινί.
16. ἔστω δὲ τὸ ἔλαιον τοῦτο γλυκὺ, ἵν᾿ ᾖ διαφορητικὸν,
17. ἁπάσης ἀπηλλαγμένον στυφούσης ποιότητος. ᾧδε μὲν
18. ἔχει περὶ τῆς ἑωθινῆς ἀνατρίψεως. ἡ δ᾿ εἰς ἑσπέραν
1. ἤτοι κοπώδεσιν ἱκανῶς ὑπάρχουσιν, ἢ κατεξηρασμένοις, ἢ
2. ἀτροφοῦσιν ἐπιτήδειος. ἀλλὰ τὸ μὲν τῆς ἀτροφίας σύμπτωμα
3. τό γε νῦν ἐξαιρείσθω τοῦ λόγου, μετὰ τῶν ἄλλων
4. ἁπάντων νοσωδῶν συμπτωμάτων ἑξῆς προχειρισθησόμενον.
5. ἐπὶ δὲ τῆς ὑποκειμένης φύσεως, ὅταν ἤτοι κόπος ἰσχυρὸς,
6. ἢ ξηρότης τις ἄμετρος ὑπάρχῃ κατὰ τὸ σῶμα, τὸ μὲν
7. ἄριστον ἔλαττον γιγνέσθω, πλείων δ᾿ ὁ μεταξὺ χρόνος
8. ἄχρι τοῦ δείπνου, τὰ πολλὰ δ᾿ ἐφ᾿ ἡσυχίας· ὀλίγον δέ τι
9. καὶ περιπατείτωσαν, ὡς ὑποκαταβῆναι τὰ σιτία ταῖς ὀρθίαις
10. κινήσεσι κατασεισθέντα· βέλτιον δὲ καὶ εἰ ἀποπατῆσαι
11. δυνηθεῖεν. τούτων γὰρ ἁπάντων καλῶς γενομένων
12. ἀκίνδυνον ἀνατρίβειν ἐλαίῳ γλυκεῖ, μὴ πάντη τῆς γαστρὸς
13. ἐφαπτόμενον· εἰ δὲ μὴ, κίνδυνος αὐτά τε τὰ σιτία πεφθῆναι
14. χεῖρον, ἀναδοθῆναί τέ τινα χυμὸν ἐξ αὐτῶν ἡμίπεπτον,
15. ἐπιθολωθῆναί τε τὰς κεφαλὰς, ἀνατραπῆναί τε τὸν στόμαχον.
16. ἄριστον μὲν οὖν ἐστι τὸ μηδ᾿ ὅλως ἅπτεσθαι τῆς
17. γαστρός· ἢν δέ ποτε τῶν ἀμφ᾿ αὐτὴν μυῶν ἤτοι κοπώδης
18. τις αἴσθησις, ἢ πλείων φαίνοιτο ξηρότης, ἀλείφειν τὰ μέτρια
1. πρᾴως ἐφαπτομένην. εἰ δὲ καὶ τὰς αἰτίας τις ἀκοῦσαι ποθεῖ
2. τῶν εἰρημένων, τὸν ἑξῆς ἀναμένοι λόγον, ἐν ᾧ περὶ
3. τῶν νοσωδῶν συμπτωμάτων διερχόμεθα· νυνὶ μὲν γὰρ ἤδη
4. μοι δοκῶ μέγεθος αὔταρκες ἔχειν τὸν ἐνεστῶτα.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 3.13, ed. Kühn, 1823, vol. 6, p. 228-232. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.13
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩