Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 3.2, ed. Kühn, 1823, vol. 6, p. 167-180. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.2

8. Ἕν μὲν καὶ πρῶτον, ὡς διττὴ κατὰ γένος
9. ἐστί· ἡ μέν τις ὡς μέρος, ἡ δ᾿ ὡς εἶδος γυμνασίου.
10. περὶ δὴ τῆς ὡς εἶδος ἑξῆς ἐροῦμεν, περὶ δὲ τῆς ὡς μέρος
11. ἤδη λέγωμεν. ἅπαντος γυμνασίου καλῶς ἐπιτελουμένου
12. τὸ τελευταῖον μέρος ἀποθεραπεία καλεῖται· δύο δ᾿
13. αὐτῆς οἱ σκοποὶ, κενῶσαί τε τὰ περιττώματα καὶ ἄκοπον
14. φυλάξαι τὸ σῶμα. κοινὸς μὲν οὖν ὁ πρότερος σκοπὸς ὅλῳ
15. τῷ γυμνασίῳ τῶν ἀθλητῶν τε καὶ τῶν ὁτιοῦν ἔργον ἀναγκαῖον
16. ἐν τῷ βίῳ διαπραττομένων, οἷον ἤτοι σκαπτόντων.
17. καὶ γὰρ κᾀκείνου δύο τοὺς πάντας ἐλέγομεν εἶναι σκοπούς·
1. ἐπιῤῥῶσαί τε τὰ στερεὰ μόρια τοῦ ζώου καὶ κενῶσαι τὰ
2. περιττώματα. ὁ δ᾿ ἴδιος τῆς ἀποθεραπείας σκοπὸς ἐνστῆναί
3. τε καὶ διακωλῦσαι τοὺς εἰωθότας ἐπιγίγνεσθαι τοῖς
4. ἀμετροτέροις γυμνασίοις κόπους. ἐπὶ μὲν οὖν τῶν ἀθλητῶν,
5. οἷον ἤτοι σκαπτόντων, ἢ ὁδοιπορούντων, ἢ ἐρεσσόντων,
6. ἤ τι τοιοῦτον διαπραττομένων ὁτιοῦν ἔργον ἀναγκαῖον
7. ἐν τῷ βίῳ, ἑτοιμότερον οἱ κόποι συνίστανται, πλὴν εἴτις
8. ἀποθεραπείᾳ χρῷτο· κατὰ δὲ τὸ προκείμενον ἐν τῷ νῦν λόγῳ
9. σῶμα, τὸ κάλλιστα κατεσκευασμένον ἀπηλλαγμένον τε δουλείας
10. ἁπάσης, ὡς μόνῃ σχολάζειν ὑγείᾳ, σπάνιος ἡ τοῦ κόπου
11. γένεσις. ὥσπερ γὰρ οὐδ᾿ οἱ πλεῖστα πονοῦντες ἀθληταὶ
12. κατ᾿ ἄλλο τι γυμνάσιον ἐφεδρεύοντα κόπον ἔχουσι, πλὴν τὸ
13. καλούμενον ὑπ᾿ αὐτῶν τέλειον, οὕτως οὐδ᾿ οἱ βίον ἐλευθέριον
14. ζῶντες ὑγείας μόνης ἕνεκα γυμναζόμενοι κοπιαθήσονταί
15. ποτε διὰ τὸ μηδ᾿ εἰς ἀνάγκην ἀφικνεῖσθαι τοῦ τοιούτου
16. γυμνασίου. τοῖς μὲν γὰρ ἀθληταῖς ἀναγκαῖόν ἐστιν, ὡς
17. ἂν παρασκευάζωσι τὰ σώματα πρὸς τοὺς ἐν τοῖς ἄθλοις
18. πόνους, ἀμέτρους ἔσθ᾿ ὅτε καὶ δι᾿ ὅλης ἡμέρας γιγνομένους,
1. γυμνάζεσθαί ποτε τὸ τελεώτατον ἐκεῖνο γυμνάσιον, ὃ δὴ
2. καὶ κατασκευὴν ὀνομάζουσι. τοῖς δ᾿ ὑγιείας μόνης ἕνεκα
3. γυμναζομένοις οὔτ᾿ ἀναγκαῖον οὔτε χρήσιμον ὅλως ἐστὶν
4. εἰς ὑπερβάλλοντας ἄγεσθαι πόνους, ὥστ᾿ οὐδεὶς φόβος ἁλῶναι
5. κόποις. ἀλλ᾿ ὅμως ἀποθεραπεύειν αὐτῶν χρὴ τὰ σώματα,
6. κᾂν εἰ μὴ διὰ κόπου προσδοκίαν, ἀλλά τοι τοῦ κενῶσαι
7. ἕνεκα τὰ περιττώματα. προσγίνεται δ᾿ ἐξ ἐπιμέτρου
8. τῷδε καὶ ἡ πρὸς τὸν κόπον ἀσφάλεια. εἰ γὰρ καὶ ὅτι
9. μάλιστα τὸ μέτρον αὐτοῖς τῶν γυμνασίων ἄκοπόν ἐστιν, καὶ
10. ὁ τῆς ἐνεργείας τρόπος ἀβίαστος, ἐνδέχεταί ποτε λαθεῖν τὸν
11. γυμναστὴν ἐν ἑκατέρῳ τι σμικρὸν, ὃ παροφθὲν ἐργάζεταί
12. τινα, καὶ εἰ μὴ μέγαν, ἀλλὰ βραχύν γε τῷ γυμναζομένῳ τὸν
13. κόπον. οὐ μὴν προσήκει τὸν ἑαυτῷ ζῶντα καὶ μόνῃ σχολάζοντα
14. τῇ τοῦ σώματος ὑγείᾳ βλάπτεσθαί ποτε οὐδὲ τὸ
15. σμικρότατον. ἀσφαλέστατον οὖν ἀποθεραπείᾳ χρῆσθαι διαπαντός.
16. ὁποίαν δέ τινα ποιητέον αὐτὴν, ἡ τῶν σκοπῶν
17. φύσις ἐνδείξεται. ἐπειδὴ γὰρ πρόκειται τῶν ἐν τοῖς στερεοῖς
1. τοῦ ζώου μέρεσι περιττωμάτων, ὅσα θερμανθέντα καὶ
2. λεπτυνθέντα πρὸς τῶν γυμνασίων ἔτι μένει κατὰ τὸ σῶμα,
3. κένωσιν ἀκριβῆ ποιήσασθαι, χρὴ δήπου τάς τε δι᾿ ἑτέρων
4. ἀνατρίψεις παραλαμβάνεσθαι μετὰ τοῦ συντείνειν τὰ τριβόμενα
5. μόρια, καὶ πρὸς τούτοις ἔτι τὴν καλουμένην τοῦ
6. πνεύματος κατάληψιν. ἐπεὶ δ᾿ οὔτε τῶν τρίψεων ἓν ἁπασῶν
7. ἐστιν εἶδος, οὔτε τῆς τοῦ πνεύματος καταλήψεως, ἄμεινον
8. ἐκλέξασθαι τὸ χρησιμώτατον ἐξ ἑκατέρου. τῶν μὲν δὴ τρίψεων
9. αἱ σκληραὶ συνδεῖν ἐδείκνυντο, τουτέστι πυκνότερόν
10. τε ἅμα καὶ σκληρότερον ἀποφαίνειν τὸ σῶμα· ὥστ᾿ οὐκ ἂν
11. ἁρμόττοιεν αἱ τοιαῦται τοῖς παροῦσιν, εἴ γε δὴ τὸ μὲν πυκνούμενον
12. ἐντὸς ἑαυτοῦ στέγει, τὸ δ᾿ ἀραιούμενον ἐπιτρέπει
13. διαῤῥεῖν τοῖς περιττοῖς. οὕτω δὲ καὶ τὸ μὲν σκληρύνεσθαι
14. τοῖς συντεταμένοις ἐναντιώτατον, (αὐξάνει γὰρ αὐτῶν τὴν
15. διάθεσιν,) τὸ δὲ μαλάττεσθαι χρησιμώτατον. εἴπερ οὖν
16. ἅμα τε διαφορεῖν χρὴ τὰ περιττώματα καὶ μαλάττειν τὰ
17. συντεταμένα, τὰς σκληρὰς τῶν τρίψεων φευκτέον. οὐδὲν δ᾿
18. ἧττον, οἶμαι, φυλακτέον ἐστὶ καὶ τὰς βραδείας. ἐπειδὴ
1. γὰρ οὐκέτ᾿ ἐξ αὑτοῦ κινεῖται τὸ σῶμα, κίνδυνος αὐτῷ ψυχθῆναί
2. τε καὶ πυκνωθῆναι, μηδὲν ἐπικούρημα θερμαῖνον
3. ἔξωθεν προσλαβόντι. διὰ τοῦτ᾿ οὖν οὐ μόνον εἰς τάχος χρὴ
4. τρίβειν, ἀλλὰ καὶ πολλαῖς χερσὶν, ὡς οἷόν τ᾿ ἐστὶ μάλιστα,
5. ὡς μηδὲν εἶναι μέρος τοῦ τριβομένου γυμνόν. ἀλλ᾿ εἴπερ
6. μήτε βραδεῖαν εἶναι προσήκει τὴν τρίψιν, μήτε σκληρὰν,
7. ἔλαιον δαψιλὲς χρὴ περικεχύσθαι τῷ τριβομένῳ σώματι·
8. καὶ γὰρ εἰς τάχος τοῦτο καὶ εἰς μαλακότητα τῇ τρίψει
9. συντελεῖ, καὶ πρόσεστι αὐτῷ τι καὶ ἄλλο μέγιστον ἀγαθόν·
10. ἐκλύει γὰρ τὰς τάσεις, καὶ μαλάττει τὰ πεπονηκότα κατὰ
11. τὰς σφοδροτέρας ἐνεργείας. διὰ ταῦτα μὲν δὴ φευκτέον ἐστὶ
12. τὴν σκληρὰν τρίψιν, δι᾿ ἕτερα δὲ τὴν μαλακήν· οὔτε γὰρ
13. ἐξικνεῖται πρὸς βάθος ἡ τοιαύτη τρίψις, ἀλλ᾿ αὐτόθι που
14. κατὰ τὸ δέρμα καὶ τὰς πλησίον αὐτοῦ σάρκας ἐκλύεται,
15. οὔτ᾿ ἐκθλίβει τὰ περιεχόμενα κατὰ τοὺς στενοὺς τῶν πόρων
16. περιττώματα. δι᾿ ὃ δὴ τήν τε σύντασιν τῶν τριβομένων
17. παραλαμβάνομεν, καὶ τὴν τοῦ πνεύματος κατάληψιν. ἡ μέση
18. τοίνυν μαλακῆς καὶ σκληρᾶς, ἥπερ δὴ καὶ σύμμετρός ἐστιν,
1. ἐκπεφευγέναι φαίνεται τό τε τῆς μαλακῆς ἄπρακτον καὶ τὸ
2. τῆς σκληρᾶς βίαιον καὶ βλαβερόν. ἐνεργηθήσεται δὲ, τῶν
3. μὲν τοῦ τρίβοντος χειρῶν ἐῤῥωμένως ἐπιβαλλομένων, ὡς
4. ἐγγύς πη τὴν ἀπ᾿ αὐτῶν θλίψιν εἶναι τῇ σκληρᾷ τρίψει,
5. διὰ δὲ τὸ πλῆθος τοῦ λίπους καὶ τὸ τάχος τῆς φορᾶς
6. ἐκλυομένων τοσοῦτον, ὡς ἀκριβῶς γίνεσθαι σύμμετρον. τό
7. τε γὰρ λίπος οὐ σμικρὸν ἀλεξητήριόν ἐστι βιαίας ἐπιβολῆς,
8. τό τε βραχυχρόνιον τῆς ὁμιλίας τοσοῦτον ἀφαιρεῖ τῆς βιαίας,
9. ὅσον καὶ τοῦ χρόνου. τείνειν δ᾿ ἀξιοῦμεν ἐν τούτῳ
10. τὰ τριβόμενα μόρια χάριν τοῦ πᾶν ὅσον ἐστὶ μεταξὺ τοῦ
11. δέρματος καὶ τῆς ὑποκειμένης σαρκὸς περίττωμα διὰ τοῦ
12. δέρματος ἐκκενοῦσθαι. χαλαρῶν γὰρ ἀμφοτέρων ὑπαρχόντων,
13. οὐδὲν μᾶλλον ἔξω φέρεσθαι τοῖς περιττώμασιν ἢ εἴσω
14. συμβήσεται· ταθέντων δὲ τῶν ὑποκειμένων τῷ δέρματι,
15. πάντ᾿ ἐκτὸς ἐκκρίνεται, καθάπερ ὑπὸ δυοῖν πιεζόμενα χεροῖν,
16. μιᾶς μὲν αὐτῶν τῆς ἔξωθεν ἐπιβεβλημένης τοῦ τρίβοντος,
17. ἑτέρας δὲ τῶν τεταμένων ἔνδον μερῶν. δι᾿ αὐτὰ δὲ
18. ταῦτα καὶ ἡ τοῦ πνεύματος κατοχὴ καὶ κατάληψις οὐ
1. σμικρὸν μέρος ἀποθεραπείας ἐστίν· ὀνομάζεται δὲ οὕτως,
2. ἐπειδὴ ἅπαντας ἐντείναντές τε καὶ προστείλαντες τοὺς μῦς
3. τοῦ θώρακος, οἵ κατὰ τὰς πλευράς εἰσιν, ἐπέχομεν τὴν ἐκπνοήν.
4. συμβαίνει γὰρ τηνικαῦτα τὸ θλιβόμενον ὑπὸ τῶν
5. πλευρῶν πνεῦμα κεκωλυμένον ἐκπνεῖσθαι, διὰ τὸ κεκλεῖσθαι
6. τὸν λάρυγγα, πᾶν ὠθεῖσθαι κάτω πρὸς τὸ διάφραγμα·
7. τούτῳ δὲ ὑποκειμένων ἥπατός τε καὶ σπληνὸς, καὶ γαστρὸς,
8. καί τινων ἑτέρων, συνεξαίρεσθαι ταῦτα σύμπαντα τῷ διαφράγματι.
9. χρὴ δ᾿ ἐν τούτῳ συντείνειν ἀτρέμα τοὺς κατ᾿
10. ἐπιγάστριον μῦς, ἵν᾿ ὑπὸ τούτων τε ἅμα καὶ τοῦ διαφράγματος,
11. ὥσπερ ὑπὸ δυοῖν θλιβόμενα χεροῖν, ὅσα μεταξὺ
12. κεῖται μόρια, τὸ περιεχόμενον ἐν αὐτοῖς περίττωμα
13. πρὸς τοὐκτὸς ὠθῇ. τὰ μὲν οὖν μεταξὺ κείμενα τό τε ἧπάρ
14. ἐστι, καὶ ὁ σπλὴν, καὶ ἡ γαστὴρ, καὶ κώλου τε καὶ
15. λεπτῶν ἐντέρων προὔχοντα· χῶραι δ᾿ εἰς ὑποδοχὴν ἕτοιμοι
16. τοῖς ἐκθλιβομένοις περιττώμασιν ἥ τε τῆς γαστρὸς εὐρυχωρία
17. πᾶσα, καὶ τῶν ἐνταῦθα κειμένων ἐντέρων αἱ
18. κοιλότητες. εἰ δ᾿ ἀργοὺς ἀκριβῶς ἐάσαις τοὺς κατ᾿ ἐπιγάστριον
19. μῦς, οὐδενὸς μὲν τῶν εἰρημένων ἐκκενώσεις τὰ
1. περιττώματα, τὰ δ᾿ ἐν θώρακί τε καὶ πνεύμονι μεταστήσεις
2. κάτω. προσήκει δ᾿ ἐνταῦθα μεθίστασθαι μᾶλλον αὐτοῖς
3. τοῦ μένειν ἐν ἐκείνοις, ὅσῳ καὶ ἡ κένωσις ἑτοιμοτέρα τῶν
4. ἐν τῇ κοιλίᾳ περιεχομένων, ἤπερ τῶν ἐν πνεύμονί τε καὶ
5. θώρακι. τὰ μὲν γὰρ ἐμεῖταί τε καὶ ἀποπατεῖται ῥᾳδίως,
6. τὰ δὲ μετὰ συντονίας τε καὶ βίας ὑπὸ βηχὸς ἐκβάλλεται.
7. εἰ μέντοι τις ὁμοίως ταῖς φρεσὶν ἐντείνει τοὺς κατ᾿ ἐπιγάστριον
8. μῦς ἐν ταῖς τοῦ πνεύματος καταλήψεσιν, ἀκριβέστερον
9. μὲν ἐκκαθαρθήσεται τὰ κάτω τῶν φρενῶν σπλάγχνα,
10. μεταστήσεται δὲ οὐδὲν ἐκ τῶν τοῦ πνεύματος ὀργάνων εἰς
11. τὰ τῆς τροφῆς, ἀλλ᾿ ἅπαν ἐν θώρακί τε καὶ πνεύμονι μένει
12. τὸ περίττωμα. διὸ δὴ τὴν τοιαύτην κατάληψιν τοῦ πνεύματος
13. οὐκ ἐπαινῶ νῦν, ἔτι δὲ μᾶλλον, ὅταν ἤδη μηδ᾿.
14. ὅλως τις ἐντείνας τὰς φρένας ἰσχυρῶς καὶ βιαίως προστείλῃ
15. τοὺς κατ᾿ ἐπιγάστριον μῦς. ἀνάγκη γὰρ ἐν τῷδε ἐμπίπλασθαι
16. μὲν αἵματός τε καὶ πνεύματος ἅπαντα τὰ κατὰ τὸν
17. τράχηλον ἀγγεῖα καὶ μόρια, φέρεσθαι δ᾿ ἄνω τε καὶ πρὸς
18. τὴν κεφαλὴν, οὐκ ἐπὶ τὴν γαστέρα καὶ κάτω τὰ περιττώματα.
1. θεάσασθαι γάρ ἐστι τὸ αὐτὸ κᾀπὶ τῶν αὐλούντων,
2. ἢ μέγιστον ἢ ὀξύτατα φωνούντων· εὐρύνεται γὰρ αὐτῶν
3. ἅπας ὁ τράχηλος, οἰδίσκεται δὲ τὸ πρόσωπον, ἥ τε κεφαλὴ
4. πληροῦται σφοδρῶς, ὅτι καὶ κατὰ τοῦτο τὸ ἔργον οἱ κατ᾿
5. ἐπιγάστριον ἐκτείνονται μύες, εἴκοντος αὐτοῖς τοῦ διαφράγματος.
6. ἔστι γὰρ δὴ τὸ τοιοῦτον ἔργον ἅπαν, ὡς ἐν τοῖς περὶ
7. φωνῆς ἀποδέδεικται, μικτὸν καὶ σύνθετον ἔκ τε μεγίστης
8. ἐκπνοῆς καὶ πνεύματος καταλήψεως, ἐν μὲν ταῖς
9. ἀθρόαις ἐκφυσήσεσι μεγίστης ἐκπνοῆς γινομένης ἐπὶ σφοδροτάταις
10. ἐντάσεσι τῶν κατὰ τὰς πλευρὰς μυῶν ἅμα τοῖς
11. κατ᾿ ἐπιγάστριον, ἐν δὲ ταῖς τοῦ πνεύματος καταλήψεσι
12. τῆς μὲν αὐτῆς ἐντάσεως γιγνομένης ἑκατέρων τῶν μυῶν, ἐκπνεομένου
13. δ᾿ οὐδενὸς, ἐπὶ δὲ τῶν αὐλούντων τε καὶ φωνούντων
14. ὀξὺ τῶν μὲν μυῶν ὡσαύτως τεινομένων, οὔτε δ᾿
15. ἐπεχομένης ἀκριβῶς τῆς ἐκκνοῆς, οὔτε ἀθρόως ἐπιτελουμένης,
16. ἀλλὰ μέσην ἐχούσης κατάστασιν. ὥστε ταῖς τρισὶν ἐνεργείαις
17. κοινὴν μὲν εἶναι τὴν τάσιν τῶν μυῶν, ἰδίαν δὲ κατὰ μὲν
1. τὰς ἀθρόας ἐκφυσήσεις, τὴν ταχεῖαν ἔξω φορὰν τοῦ πνεύματος,
2. κατὰ δὲ τὰς καταλήψεις τὴν ἐπίσχεσιν, ἐν δὲ ταῖς
3. αὐλήσεσί τε καὶ φωναῖς σύμμετρον κένωσιν. αἰτία δὲ τῶν
4. τριῶν ἐνεργειῶν ἡ φάρυγξ, ἀνοιγομένη μὲν ἐπὶ πλεῖστον ἐν
5. ταῖς ἀθρόαις ἐκφυσήσεσιν, ἀκριβῶς δὲ κλειομένη καταλαμβανόντων
6. τὸ πνεῦμα, μέσην δ᾿ ἔχουσα κατάστασιν αὐλούντων
7. τε καὶ φωνούντων ὀξύ τε ἅμα καὶ μέγα. περὶ μὲν
8. δὴ τούτων ἀνάγκη ποτὲ καὶ αὖθις εἰπεῖν ἐν τοῖς περὶ ἀναφωνήσεως
9. λόγοις. ἡ δ᾿ εἰς τὴν ἀποθεραπείαν ἐπιτήδειος
10. ἐξαίρει τὴν γαστέρα, τεινομένων μὲν ἁπάντων τῶν τοῦ
11. θώρακος μυῶν, ἀνιεμένων δὲ τῶν κατ᾿ ἐπιγάστριόν τε καὶ
12. τὰς φρένας· οὕτω γὰρ ἐνεχθήσεται κάτω τὰ περιττώματα.
13. δευτέραν δὲ ἔχει τάξιν ἡ μετρίως ἐντείνουσα τοὺς κατ᾿ ἐπιγάστριον
14. μῦς ὑπὲρ τοῦ τὰ κάτω τῶν φρενῶν ἀποθεραπεῦσαι
15. σπλάγχνα. τῶν δ᾿ αὐτῶν τούτων ἕνεκα καὶ αἱ τῶν
16. ἁμμάτων περιφοραὶ γιγνέσθωσαν, ἃς ἐξόπισθεν τῶν τριβομένων
17. οἱ τρίβοντες ἱστάμενοι ποιοῦνται περὶ τὴν γαστέρα
1. σύμπασαν· ἄλλας δ᾿ ἐκ τῶν πρόσθεν ἱστάμενοι τῶν μεταφρένων
2. περιβολὰς ἁμμάτων ποιοῦνται, τὼ χεῖρε περιάγοντες·
3. ἄλλας δὲ ταῖς πλευραῖς, καὶ τῇ ῥάχει, καὶ τῷ στέρνῳ, συνεπιστρεφομένου
4. πως αὐτοῖς τοῦ τριβομένου. κατὰ τῆς ὀσφύος δὲ
5. γιγνέσθωσαν ἁμμάτων ὅμοιαι περιβολαί τε καὶ περιφοραὶ, συνεντεινομένου
6. μὲν ἁπάσαις αὐταῖς τοῦ τριβομένου, συνεπιστρεφομένου
7. καὶ οὐχ ἁπάσαις· οὐδὲ γὰρ συνεχεῖς ἔτι αὐτὸν ἀπὸ
8. τῆς ἀποθεραπείας χρὴ ποιεῖσθαι τὰς κινήσεις, ὥσπερ οὐδὲ
9. σφοδρὰς, ἀλλὰ ποιεῖσθαι μέν τινας, ἐκ διαλειμμάτων δ᾿
10. ἐχόντων τρίψεις· αἱ μὲν γὰρ συνεχεῖς τε καὶ σφοδραὶ τρίψεις
11. ἴδιαι τῶν κατασκευαστικῶν γυμνασίων εἰσὶν, αἱ δὲ
12. μήτε συνεχεῖς μήτε σφοδραὶ τῆς ἀποθεραπείας οἰκεῖαι.
13. ὥστε πολλάκις μὲν ἐνανειλείσθω, πολλάκις δὲ καὶ ἀπωθείσθω,
14. πολλάκις δὲ καὶ μεταβαλλέτω τὸν προσγυμναζόμενον
15. ἐν τούτῳ τῷ καιρῷ. πολλάκις δὲ καὶ κατὰ νῶτον γιγνόμενος
16. αὐτὸς, ἑκάτερον ἐν μέρει τῶν σκελῶν περιπλέκων τῷ
17. γυμναστῇ μετ᾿ ἐντάσεώς τινος οὐκ ἠπειγμένης, ὑφ᾿ ἑτέρων
18. εὐκαίρως ἐπαφωμένων τριβέσθω· οὕτω γὰρ ἂν καὶ μάλιστα
1. διαφυλάττοι τε τὴν ἐν τοῖς γυμνασίοις ηὐξημένην θερμότητα,
2. καὶ συνεκκρίνοι ταῖς ἰδίαις ἐντάσεσί τε καὶ κινήσεσι
3. τὰ περιττώματα· πρὸς ὃ καὶ ἡ τοῦ πνεύματος κατάληψις
4. οὐκ ὀλίγον μοι ἔοικεν ἐπιβοηθεῖν, ἐνωθούμενον
5. γὰρ τοῦτο πανταχόθεν εἰς τοὺς λεπτοὺς πόρους ἀναγκάζεται
6. καταδύεσθαι, καὶ ἢν ἐπὶ πλέον θλίβηταί τε καὶ
7. προωθῆται, πάντας αὐτοὺς διεξέρχεται, συναποφέρον αὑτῷ
8. τι καὶ τῶν λελεπτυσμένων περιττωμάτων. οὕτω γέ τοι καὶ
9. τρήματα πολλάκις ὀργάνων λεπτὰ τοὺς δημιουργοὺς ἔστιν
10. ἰδεῖν ἐκκαθαίροντας ἐμφυσήσει σφοδροτέρου πνεύματος.
11. εἰς ὅσον γὰρ τοῦτο φέρεται πρόσω βιαίως ἐπαναγκαζόμενον,
12. εἰς τοσοῦτον τὰ μὲν ὠθεῖται παρ᾿ αὐτοῦ, τὰ δὲ παρασύρεται
13. διεξελθεῖν ἐφιέμενα τὴν ὁδὸν ἅπασαν· ὠθεῖται
14. μὲν τὰ πρόσω, παρασύρεται δὲ τὰ πλάγια, τῇ ῥύμῃ τῆς
15. φορᾶς ἄμφω βιαζόμενα. καὶ τοίνυν καὶ τῶν γυμνασίων
16. αὐτῶν μεταξὺ παραλαμβάνουσιν οἱ ἄριστοι γυμνασταὶ κατάληψιν
17. πνεύματος, ὥσπερ γε καὶ τὴν προειρημένην ἀποθεραπευτικὴν
1. τρίψιν, ἅμα μὲν ἀναπαυόντες, ὅταν ἄρχωνται
2. κάμνειν, ἅμα δὲ διακαθαίροντες κατὰ βραχὺ τοὺς πόρους,
3. ἵν᾿ εὔπνουν τε ἅμα καὶ καθαρὸν ᾖ τὸ σῶμα πρὸς τοὺς
4. ἑξῆς πόνους, ὡς κίνδυνός γε, μηδενὸς τοιούτου προνοηθέντος,
5. τὸν γυμναστὴν ἐμφράξαι μᾶλλον ἢ καθᾶραι τοὺς πόρους.
6. αἱ γάρ τοι σφοδρόταται φοραὶ τῶν ὑλῶν τὰ ἐναντία
7. πεφύκασιν ἐργάζεσθαι, κατὰ διαφέροντας καιροὺς καὶ τρόπους
8. ἐνεργούμεναι· ἐμφράξεις μὲν, ὅταν ἀθρόον τε ἅμα
9. καὶ παχὺ καὶ πολὺ τὸ φερόμενον ᾖ, καθάρσεις δὲ, ἐπειδὰν
10. ὀλίγον τε καὶ λεπτομερὲς ὑπάρχον μὴ πάνυ κατεπείγηταί
11. τε καὶ καταναγκάζηται πᾶν ἀθρόως ἐκκενοῦσθαι. φαίνεται
12. γὰρ οὕτω ταῦτα γινόμενα κατά τε τῶν ἐκτὸς ἁπάντων ὀργάνων
13. τε καὶ πλοκάμων. ἀποπλύνεται γὰρ τοι καὶ ἀποῤῥύπτεται
14. τὸ περιττὸν ἅπαν ἐξ αὐτῶν, οὐχ ὅταν, ὑπεξιόντων
15. ἔτι τῶν προτέρων, ἕτερα βιαίως ἐπιφέρηται, (κίνδυνος γὰρ
16. ἐν τῷδε, σφηνωθέντα καὶ διαιρεθέντα πρὸς ἄλληλα τὰ
17. διερχόμενα φράξαι τὴν ὁδὸν,) ἀλλ᾿ ὅταν, τῶν προτέρων
18. ἤδη κεκενωμένων, αὖθις ἕτερα κενωθῇ. καὶ τίς δὲ περὶ
1. τῶν μικροτέρων πόρων θαυμάσειεν, ὅπου γε καὶ τῶν
2. θεάτρων ἀθρόως ἐξιόντες πολλοὶ κατὰ τὰς διεξόδους ἴσχονται;
3. διὰ ταῦτα μὲν δὴ καὶ τοὺς ἐν μέσοις τοῖς πόνοις
4. ἀποθεραπείᾳ χρωμένους ἐπαινῶ, καὶ μάλιστα ἐπὶ τῶν τοὺς
5. βαρεῖς καλουμένους ἄθλους ἀσκούντων. ἀλλὰ περὶ μὲν τούτων
6. αὖθις· ὁ δὲ νῦν ἡμῖν ὑποκείμενος ἄνθρωπος οὐκ ἀθλητικὴν
7. εὐεξίαν, ἀλλ᾿ ἁπλῶς ὑγίειαν ἔχει τὸν σκοπόν. οὔτ᾿
8. οὖν πολλῶν αὐτῷ χρεία γυμνασίων ἐστὶν, οὔτε πρὸς ἀνάγκην
9. ἐδωδῆς, ἀλλ᾿ οὐδὲ πλήθους κρεῶν χοιρείων, οὐδ᾿ ἄρτων
10. τοιούτων, οἵους ἐσθίουσιν αἱ βαρεῖς ἀθληταί. διὰ
11. ταῦτ᾿ οὖν ἅπαντα τῷ μὲν οὐδεὶς κίνδυνος ἐμφραχθῆναι τοὺς
12. πόρους, εἰ καλῶς προκατεσκευάσαντο, τουτέστι ἐπιτηδείῳ τε
13. τρίψει καὶ πόνοις ἐξ ὀλίγου τε καὶ κατὰ βραχὺ προϊοῦσι·
14. ἀθλητῇ δὲ βαρεῖ κίνδυνός ἐστι διά τε τὴν ποιότητα καὶ
15. τὸ πλῆθος τῶν ἐδεσμάτων, εἰ μὴ πάντα γίγνοιτο καλῶς,
16. ἐμφραχθῆναι μᾶλλον ἐν τοῖς γυμνασίοις ἢ καθαρθῆναι
17. τοὺς πόρους.

Cliquer un n° de page pour en afficher l’image