Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 3.3, ed. Kühn, 1823, vol. 6, p. 181-182. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.3

1. Ἅλις μὲν ἤδη μοι τῶν περὶ τῆς ἀποθεραπείας
2. λόγων. ἴωμεν δ᾿ ἑξῆς ἐπὶ τὰ λουτρὰ, τοσοῦτο γοῦν
3. μόνον εἰπόντες ὑπὲρ τῶν προκειμένων, ὡς, ὅς τις ἂν ἐλάττοσιν
4. ἔπεσιν ἑρμηνεύσῃ ταῦτα, μακρολογίαν ἡμῖν ἐγκαλείτω.
5. εἰ δὲ τῶν ἀναγκαίων τι θεωρημάτων ἢ τῶν ταῦτα πιστουμένων
6. ἀποδείξεων ὑπερβάς τινας βραχὺν ἡγοῖτο πεποιηκέναι
7. τὸν λόγον, οὐκ ἀγάλλεσθαι προσῆκεν, ἀλλ᾿ αἰσχύνεσθαι
8. μᾶλλον αὐτῷ ταῖς τοιαύταις βραχυλογίαις. ἐγὼ δὲ, καίτοι
9. βιβλίον ὅλον ὑπὲρ τῆς καλουμένης ἀποθεραπείας γράψαι
10. δυνάμενος, οὐκ ἐδικαίωσα ποιεῖν οὕτως, συντέμνειν ὅτι μάλιστα
11. τὸ μῆκος τῆσδε τῆς πραγματείας προῃρημένος. εἰ γὰρ
12. ἐπὶ τὸ διελέγχειν ὅσα κακῶς εἴρηται τοῖς πλείστοις ἐτραπόμην,
13. οὐ μικρὰν, οὐδὲ φαύλην ὕλην εἰς μῆκος λόγου ἔσχον
14. ἄν· ἀλλ᾿ ἐξ ὧν ἀπέδειξα, νομίζω τοῖς ἔχουσι νοῦν
15. ἁπάσας τῆς ἀντιλογίας τὰς ἀφορμὰς παρασχέσθαι. λέγοντος
16. γοῦν Ἀσκληπιάδου, τὴν κατάληψιν τοῦ πνεύματος ἐμπιπλάναι
17. τὴν κεφαλὴν, ἐξ ὧν ἐγὼ διωρισάμην ὀλίγον ἔμπροσθεν,
1. ἐπιδεικνὺς αὐτῆς τὰς διαφορὰς, ἔνεστι τῷ βουλομένῳ τὴν
2. πρὸς αὐτὸν ἀντιλογίαν ποιεῖσθαι. οὕτω δὲ καὶ κατὰ τὸ
3. δεύτερον βιβλίον ἐξῆν δή που κᾀμοὶ τὰ κατὰ μέρος
4. ἅπαντα γυμνάσια διηγουμένῳ μηκῦναι τὸν λόγον, ὥσπερ
5. ἄλλοι τέ τινες ἐποίησαν ὅ τε κάλλιστα μεταχειρισάμενος ὅλην
6. τὴν πραγματείαν Θέων ὁ Ἀλεξανδρεύς· τέτταρα γὰρ οὗτος
7. ἔγραψε βιβλία περὶ τῶν κατὰ μέρος γυμνασίων. ἅπαντα
8. κᾀμοὶ λέγειν ἐξῆν, ἄμεινόν γε ἑρμηνεύειν ἐκείνου δυναμένῳ,
9. καὶ προσέτι καὶ ἄλλων πολλῶν μνημονεύειν γυμνασίων
10. ἔργοις κοινῶν. ἐκεῖνος μὲν γὰρ, ὡς ἂν ἀθλητὰς μάλιστα
11. γυμνάζειν ἔργον πεποιημένος, ἐν τοῖς ἐπ᾿ ἐκείνων
12. ἐπλεόνασε γυμνασίοις· ἔξεστι δὲ τῷ βουλομένῳ περὶ πάντων
13. τῶν κατὰ πάσας τὰς τέχνας διεξέρχεσθαι. ταῦτα μὲν
14. οὖν μοι λελέχθω πρὸς τοὺς ἀγανακτήσοντας τῷ μήκει τῆς
15. πραγματείας.

Cliquer un n° de page pour en afficher l’image