16. Καιρὸς δ᾿ ἤδη περὶ λουτρῶν διέρχεσθαι,
17. πρῶτον μὲν, ὁπόσα γλυκέων ὑδάτων ἐστὶ θερμαινόμενα,
1. ἐπειδὴ τούτων ἡ χρεία πλείων, ἐξῆς δὲ τῶν ψυχρῶν, εἶθ᾿
2. οὕτως τῶν αὐτοφυῶν ὀνομαζομένων, καὶ αὐτῶν δή που τὰ
3. μὲν εὔκρατα, τὰ δὲ ζέοντα, τὰ δὲ χλιαρὰ, τὰ δὲ ψυχρὰ
4. παντάπασιν ὑπάρχει. ἔστι δὴ τῶν γλυκέων ὑδάτων τῶν
5. θερμῶν ἡ δύναμις, εὐκράτων μὲν ὄντων, ὑγρὰ καὶ θερμὴ,
6. χλιαρωτέρων δὲ γενομένων, ὑγρὰ καὶ ψυχρὰ, θερμοτέρων δὲ
7. τοῦ δέοντος ἀποτελεσθέντων, θερμὰ μὲν, οὐκέτι δ᾿ ὁμοίως
8. ὑγρά. φρίττειν γὰρ ἀνάγκάζει τὰ σώματα, καὶ πυκνοῦσθαι
9. τοὺς πόρους αὐτῶν, ὡς μήτ᾿ ἀπολαύειν ἔτι τῆς ἔξωθεν
10. ὑγρότητος, μήτ᾿ ἐκκενοῦσθαί τι τῶν ἔνδον περιττωμάτων.
11. ἀλλ᾿ ἀπὸ τῶν εὐκράτων ἀρκτέον, ἃ διὰ παντὸς ὑγραίνει,
12. καὶ θερμαίνει διὰ παντὸς καθ᾿ ἑαυτά. συμβαίνει δ᾿ αὐτοῖς
13. ἐνίοτε κατὰ τὸ συμβεβηκὸς ἤτοι διαφορεῖν τὰς ὑγρότητας,
14. ἢ πληροῦν ῥεύματος περιττοῦ τὰ μόρια τοῦ σώματος, ἢ
15. μαλάττειν, ἢ πέττειν, ἢ ῥωννύναι τὴν δύναμιν, ἢ καταλύειν.
16. εἰς ταῦτα μέν γε καὶ ἡ ποσότης αὐτῶν οὐκ ὀλίγα
17. συντελεῖ. πολλὰ δὲ καὶ ἄλλα τῶν τοῖς εἰρημένοις ἑπομένων
18. ἔνεστι καταλέγειν ἔργα τῶν εὐκράτων ποτίμων λουτρῶν,
1. ὧν τὰ πρέποντα τῇ νῦν ἡμῖν ἐνεστώσῃ πραγματείᾳ λεχθήσεται
2. καθ᾿ ὅσον ἐγχωρεῖ διὰ βραχέων, ἀναβεβλημένης ἐν τῷ
3. παρόντι τῆς εἰς τὰ νοσήματα χρείας αὐτῶν. εἰς δὲ τὴν
4. ὑγιεινὴν χρῆσιν ὁ προκείμενος ἐν τῷ λόγῳ νεανίσκος ἡκέτω
5. γεγυμνασμένος, ὡς εἴρηται πρόσθεν. ἐπὶ τούτου τοίνυν
6. ὀλίγη μὲν ἡ ἐξ αὐτοῦ ὠφέλεια· πάντα γὰρ φθάνει ἔχων
7. ἐκεῖνος ἔκ τε τῶν συμμέτρων γυμνασίων καὶ τῆς εἰρημένης
8. ἀποθεραπείας. ὅμως δ᾿ οὖν, εἰ καλῶς παραλαμβάνοιτο τὰ
9. λουτρὰ, μέρος ἄν τι γένοιτο καὶ αὐτὰ τῆς ἀποθεραπείας,
10. εἴ γε δὴ μαλάττει μὲν τὰ σκληρὰ καὶ τεταμένα μόρια, διαφορεῖ
11. δ᾿, εἴ τι περίττωμα καὶ σύντηγμα πρὸς τοῦ δέρματος
12. ἐντὸς ἴσχοιτο. ἀλλὰ τούτων γε οὐδετέρων χρῄζειν ἔοικεν ὁ
13. ὑποκείμενος ἄνθρωπος ἐν τῷ λόγῳ, οὔτε σύντηγμα σαρκὸς
14. ἁπαλῆς ἢ πιμελῆς εἰκὸς αὐτῷ γεγονέναι τι κατὰ τὰ
15. γυμνάσια. ταῖς γὰρ ἀμέτροις τε καὶ σφοδραῖς κινήσεσιν
16. εἵπετο τὰ τοιαῦτα, κεκένωται δὲ πάντ᾿ αὐτῷ τὰ περιττώματα
17. καὶ μεμάλακται τὰ στερεὰ μόρια κατὰ τὸν τῆς
1. ἀποθεραπείας καιρὸν, ὥστ᾿ ἀποπλύνασθαι τὸν ἱδρῶτα καὶ
2. τὴν κόνιν, εἰ καὶ ταύτῃ ποτὲ χρήσαιτο, δεῖται μᾶλλον ἢ
3. θερμανθῆναι κατὰ τὸ βαλανεῖον. διαβαδίσαι τοιγαροῦν
4. χρῄζει μόνον ἄχρι τῆς δεξαμενῆς, οὐκ ἐνδιατρῖψαι τῷ βαλανείῳ,
5. καθάπερ οἱ χωρὶς τοῦ γυμνάσασθαι καθέψοντες
6. ἑαυτούς. οὐ μὴν οὐδ᾿ ἐγχρονίζειν ἐν τῇ κολυμβήθρᾳ δεῖται,
7. περιπλυνάμενος δ᾿, ὡς εἴρηται, πρὸς τὸ ψυχρὸν ὕδωρ ἐπειγέσθω.
8. σύμμετρον δ᾿ ἔστω καὶ τοῦτο τῆ συμμέτρῳ φύσει
9. τοῦ σώματος. ἐφ᾿ ὧν γὰρ ἤτοι σφόδρα ψυχροῦ χρεία τοῦ
10. ὕδατος, ἢ μαλακοῦ τε καὶ οἷον εἰληθεροῦς, αὖθις εἰρήσεται.
11. τὸ δ᾿ ἄριστα πεφυκὸς σῶμα, μέχρι μὲν αὐξάνεται, λέλεκταί
12. που καὶ πρόσθεν, ὡς οὐ χρὴ ψυχρῷ λούειν, ἵνα μή τι τῆς
13. αὐξήσεως αὐτοῦ κωλύσωμεν· ηὐξημένου δ᾿ ἱκανῶς, ἐθίζειν
14. ἤδη καὶ τῷδε· κρατύνει τε γὰρ ἅπαν σῶμα, καὶ τὸ δέρμα
15. πυκνὸν καὶ σκληρὸν ἀποτελεῖ· κράτιστον δὲ τοῦτο πρὸς
16. τὴν ἀπὸ τῶν ἔξωθεν βλάβην. ὡς δ᾿ ἄν τις ὑπάρξαιτο
17. λούεσθαι ψυχρῷ, μηδενὸς ἀπὸ τῆς ἐξαιφνιδίας μεταβολῆς
18. ἀπολαύσας βλαβεροῦ, παντὸς μᾶλλον ἐπίστασθαι χρή. πολλοὶ
1. γὰρ κακῶς ἀρξάμενοι διεβλήθησαν οὕτω πρὸς ὅλον τὸ ἐπιτήδευμα
2. τῆς ψυχρολουσίας, ὥστε μηδὲ τοῖς ἀσφαλῶς αὐτὸ
3. μεταχειριζομένοις ὑπομένειν ἑαυτούς ποτε παρασχεῖν. ἔστω
4. τοιγαροῦν ὁ μὲν τοῦ ἔτους καιρὸς ἀρχομένου θέρους, ἵνα
5. πρὸ τοῦ χειμῶνος ἐν ἅπαντι τῷ μεταξὺ χρόνῳ γένηταί τις
6. ἐθισμὸς ἀξιόλογος. ἔστω δὲ δή που καὶ ἡ ἡμέρα, καθ᾿ ἣν
7. ἀρχόμεθα, νήνεμος ὡς ἔνι μάλιστα, καὶ εἰς ὅσον οἷόν τε
8. κατ᾿ ἐκεῖνον τὸν καιρὸν θερμοτάτη. δῆλον δ᾿, ὡς καὶ τῆς
9. ἡμέρας αὐτῆς ἐκλέγεσθαι χρὴ τὸ θερμότατον, ὥσπερ γε
10. καὶ τὸ γυμναστήριον εὐκρατότατον. ἡ μὲν ἔξωθεν αὕτη
11. παρασκευή. σῶμα δ᾿ αὐτὸ τὸ μέλλον χρῆσθαι τῷ ψυχρῷ
12. παρεσκευάσθω κατὰ τάδε. τῇ μὲν ἡλικίᾳ ἔστω κατὰ τετάρτην
13. ἑβδομάδα μεσοῦσαν μάλιστα, μηδὲν ὑπὸ μηδενὸς
14. ἠλλοιωμένος αἰτίου προσφάτου κατ᾿ ἐκείνην τὴν ἡμέραν ἢ
15. τὴν πρὸ αὐτῆς νύκτα, τὴν δ᾿ ὑγιεινὴν κατάστασιν, ἣν εἶχεν
16. ἔμπροσθεν, ἀκριβῶς διαφυλάττων. ἔστω δὲ καὶ τὴν ψυχὴν
17. εὔθυμός τε καὶ φαιδρὸς ὁ μέλλων χρήσασθαι τῷ ψυχρῷ
18. νεανίσκος, εἴπερ ποτὲ ἄλλοτε, καὶ τότε μάλιστα. πρῶτον μὲν
1. οὖν ἀνατριβέσθω σινδόσιν ἐπιπλέον· ἔστωσαν δὲ καὶ σφοδρότεραι
2. νῦν μᾶλλον, ἢ πρόσθεν, τρίψεις, καὶ διὰ σκληροτέρων
3. ὀθονίων· εἰ δὲ καὶ χειρῖδας ῥαπτὰς περιθέμενοι ταῖς
4. χερσὶν οἱ προγυμνασταὶ τρίβοιεν, ὡς ὁμαλωτέραν γενέσθαι
5. τὴν ἐνέργειαν, οὐδὲν ἂν εἴη χεῖρον. ἐφεξῆς δὲ δἰ
6. ἐλαίου τριβέσθω, καθότι σύνηθες ἦν αὐτῷ· κᾄπειτα
7. γυμναζέσθω τῷ πλήθει μὲν ἴσα γυμνάσια, θάττονα δὲ
8. νῦν, ἢ πρόσθεν· ἔπειθ᾿ οὕτως εἰς τὸ ψυχρὸν ὕδωρ καταβαινέτω
9. μὴ βλακεύων, ἀλλ᾿ ἐπωκύνων τὴν ἐνέργειαν, ἢ
10. ἀθρόως ἐναλλέσθω, σκοπὸν ἐν ἀμφοῖν ἔχων, ὡς μάλιστα
11. καθ᾿ ἕνα χρόνον ἅπασι τοῖς τοῦ σώματος μέλεσι περιχυθῆναι
12. τὸ ὕδωρ· τὸ γὰρ κατὰ βραχὺ πλησιάζειν αὐτῷ φρίκης
13. ἐστὶ ποιητικόν. ἔστω δὲ μήτε χλιαρὸν τὸ ὕδωρ, μήτε ἀτέραμνόν
14. τε καὶ παγετῶδες· τὸ μὲν γὰρ οὐ ποιεῖται θερμασίας
15. ἐπανάκλησιν, τὸ δὲ πλήττει καὶ καταψύχει τοὺς
16. ἀήθεις. ὡς ἔν γε τῷ χρόνῳ προϊόντι καὶ τοιούτῳ ποτὲ
17. χρήσαιτ᾿ ἂν ἡμῶν ὁ νεανίσκος, ἀνάγκης καταλαβούσης·
18. ἀλλὰ κατά γε τὴν πρώτην ἡμέραν ἀκριβῶς χρὴ φυλάττεσθαι
1. τὸ λίαν ψυχρόν. ἐξελθόντι δὲ τοῦ ὕδατος ὑπὸ πλειόνων
2. ἀνατρίβεσθαι προσήκει δἰ ἐλαίου, μέχρις ἂν ἐκθερμανθῇ
3. τὸ δέρμα· καὶ μετὰ ταῦτα σιτία μὲν πλείω τῶν εἰωθότων,
4. ἔλαττον δὲ προσφερέσθω τὸ πόμα. ταῦτα δ᾿, εἰ καὶ
5. σὺ μὴ κελεύσειας, αὐτὸς ἂν οὕτω ποιήσειεν, ὀρθῶς ἁπάντων
6. γενομένων. καὶ γὰρ ὀρέγονται πλεόνων ἐπὶ τῇ ψυχρολουσίᾳ,
7. καὶ πέπτουσιν ἄμεινον, καὶ διψῶσιν ἧττον· ἀφικνοῦνταί
8. τε κατὰ τὴν ὑστεραίαν ἐπὶ τὰ γυμνάσια σαφῶς εὐεκτικώτεροι,
9. τὸν μὲν τοῦ σώματος ὄγκον ἴσον ἔχοντες τῷ πρόσθεν,
10. ἐσφιγμένον δὲ καὶ μυωδέστερον καὶ συντονώτερον,
11. καὶ τὸ δέρμα σκληρότερόν τε καὶ πυκνότερον. ὁμοίως οὖν
12. ἐπ᾿ αὐτοῦ κατὰ τὴν δευτέραν ἡμέραν πρακτέον ἅπαντα, καὶ
13. κατὰ τὴν τρίτην τε καὶ τετάρτην. εἶθ᾿ οὕτως ἐπὶ προήκοντι
14. τῷ χρόνῳ κελεύσομεν αὐτὸν ἐμβαίνειν τὸ δεύτερον τῷ ψυχρῷ
15. μετὰ τὴν ἐπὶ τῷ προτέρῳ τρίψιν, ὡς εἴρηται πρόσθεν.
16. τὸ δὲ καὶ τρίτον ἔτι τοῦτο ποιεῖν, ὡς ἔνιοί τινες
17. ἐκέλευσαν, οὐκ ἐπαινῶ· καὶ γὰρ τὸ δεύτερον αὔταρκες εἶναί
18. μοι δοκεῖ, δυναμένων γε ἡμῶν, εἰς ὅσον ἂν ἐθέλωμεν, ἐν
1. αὐτῷ κελεῦσαι διατρίβειν. ὁ δὲ σκοπὸς κᾀνταῦθα τοῦ χρόνου
2. τῆς διατριβῆς ἐκ τῆς καθ᾿ ἑκάστην ἡμέραν λαμβανέσθω
3. πείρας. εἰ μὲν γὰρ ἀνελθὼν ἐκ τοῦ ὕδατος ἐπὶ ταῖς
4. ἀνατρίψεσιν εὔχρους ἐν τάχει γίγνοιτο, μετρίως ἐν αὐτῷ διατρίψας·
5. εἰ δὲ δυσεκθέρμαντός τε καὶ ἄχρους διαμείνῃ μέχρι
6. πλείονος, ἀμετρότερον ἐχρήσατο τῷ ψυχρῷ. τοῦ χρωτὸς
7. τοίνυν προσέχων τοῖς γνωρίσμασιν ἐξευρήσεις ῥᾳδίως, εἴτε
8. τὸν ἴσον χρόνον αὖθις ἐν τῷ ψυχρῷ διατρίβειν προσήκει,
9. εἴτε καὶ μετακινῆσαί τι πρὸς τὸ ἔλαττον ἢ πλέον. καὶ
10. περὶ μὲν ψυχρολουσίας ὡς πρὸς τὴν ἀρίστην φύσιν ἱκανὰ
11. καὶ ταῦτα.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 3.4, ed. Kühn, 1823, vol. 6, p. 182-189. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.4
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩