Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 3.5, ed. Kühn, 1823, vol. 6, p. 189-195. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.5

12. Τὰς δὲ τῶν παρεμπιπτόντων ἁμαρτημάτων
13. ἐπανορθώσεις ὅπως ἄν τις κάλλιστα ποιοῖτο, διελθεῖν ἤδη
14. καιρός· εἰ γὰρ ὅτι μάλιστα τὴν κατασκευὴν τοῦ σώματος
15. ἄμεμπτον ἔχοι τις, ἀπηλλαγμένος τε εἴη τῶν κατὰ τὸν βίον
16. ἁπάντων πραγμάτων, καὶ ἑαυτῷ μόνῳ ζῶν, ἀλλὰ τό γε μηδέποτ᾿
17. ἁμαρτάνειν μηδὲν ἢ αὐτὸν ἢ τὸν ἐπιστάτην αὐτοῦ
18. παντάπασιν ἀδύνατον. εἰκὸς τοίνυν ἐστὶ πρῶτόν τε καὶ μάλιστα
1. καὶ συνεχέστατα περιπίπτειν ἁμαρτήμασι νεανίσκον
2. γυμναστικὸν, οἷον ὁ κόπος ἐστίν· ὑπὲρ οὗ πολλάκις μὲν
3. ἤδη πολλοῖς, οὐκ ἰατροῖς μόνον ἢ γυμνασταῖς, ἀλλὰ καὶ
4. φιλοσόφοις εἴρηται, ὥσπερ καὶ Θεοφράστῳ βιβλίον ὅλον
5. ὑπὲρ αὐτοῦ γράψαντι. ἐγὼ δὲ κᾀνταῦθα μήκους φειδόμενος,
6. ἃ μὲν εἴρηται κακῶς ὑπὲρ αὐτοῦ τισιν, ὑπερβῆναι διέγνωκα,
7. τὰ δ᾿ ἀναγκαιότατα τοῖς ὑγιεινοῖς ἅμα ταῖς οἰκείαις
8. ἀποδείξεσι διελθεῖν. καὶ πρῶτόν γε περὶ τῆς ἐννοίας
9. αὐτοῦ· δίκαιον γὰρ ἀπὸ ταύτης ἀρξαμένους οὕτως ἐπὶ τὴν
10. οὐσίαν μεταβῆναι. ἔννοιαν δ᾿ ἔχουσι κόπου τινὲς μὲν ἐν τῷ
11. πεπρῆσθαί τε καὶ τετάσθαι δοκεῖν ἤτοι πάντα τὰ μέλη τοῦ
12. σώματος, ἢ τὰ πονήσαντα μόνον· τινὲς δ᾿ ἐν τῷ δυσχερῆ
13. τινα καὶ ἀνιαρὰν αἴσθησιν ἑαυτῶν κατὰ τὰς κινήσεις λαμβάνειν,
14. ἥν τινες μὲν ἄῤῥητον ἔφασαν, ἔνιοι δὲ ἑλκώδη
15. προσηγόρευσαν· ἄλλοι δέ τινες, ὅταν ὡς τεθλασμένων τε
16. καὶ φλεγμαινομένων αἰσθανώμεθα τῶν μελῶν. εἰσὶν μὲν οἳ
17. καὶ μιγνύουσιν ἀλλήλαις τὰς ἁπλᾶς ταύτας διαθέσεις, τήν
1. τε τῆς τάσεως καὶ τὴν ἑλκώδη καὶ τὴν φλεγμονώδη·
2. τινὲς δὲ δύο μιγνύουσιν ἐξ αὐτῶν, ἤτοι τὴν ἑλκώδη τῇ
3. μετὰ τάσεως, ἢ τὴν φλεγμονώδη μεθ᾿ ἑκατέρας αὐτῶν ἀνὰ
4. μέρος. ὥσθ᾿ ἑπτὰ τὰς πάσας γίγνεσθαι δόξας περὶ τῆς
5. κατὰ τὸν κόπον ἐννοίας, ἐκ μέρους μέν τινος ἁπάσας ἀληθεῖς,
6. τὸ σύμπαν δὲ οὐχ ἁπλῶς. ἐάν τε γὰρ ἑλκώδης
7. αἴσθησις γίγνηται κινουμένοις, ἐάν τε φλεγμονώδης, ἐάν τ᾿
8. ἐμπίπρασθαι καὶ τείνεσθαι δοκῶσιν, ἐάν τε κατὰ συζυγίαν
9. τινὰ τούτων, ἄν θ᾿ ὁμοῦ συνέλθῃ τὰ πάντα, κόπος ὀνομάζεται
10. τῶν εἰρημένων διαθέσεων ἑκάστη. ὥστ᾿ εἶναι διαφορὰς
11. ἑπτὰ τὰς συμπάσας τῶν κόπων· ἁπλᾶς μὲν τρεῖς,
12. συνθέτους δὲ τέτταρας. ἐπανορθώσεις δὲ τῶν οὕτως ἐχόντων
13. σωμάτων, αἱ μέν τινες ἴδιαι καθ᾿ ἑκάστην εἰσὶ διάθεσιν,
14. αἱ δέ τινες ἁπασῶν κοιναί. λεχθήσεται δ᾿ ἑξῆς ὑπὲρ
15. αὐτῶν, ἐὰν πρότερον ὑπὲρ τῆς παρακειμένης τοῖς κόποις
16. διαθέσεως εἴπωμεν, ἣν ἐξαπατώμενοί τινες ὀνομάζουσι κόπον.
17. ὁποία δ᾿ ἐστὶν αὕτη, καὶ τίνα κέκτηται γνωρίσματα,
18. δηλωθήσεται σαφέστερον, ἂν τὴν οὐσίαν ἑκάστης τῶν κοπωδῶν
1. διαθέσεων εὕρωμεν. ἄχρι μὲν γὰρ τοῦδε τὰ συμπτώματα
2. μόνον εἴρηται, καὶ γὰρ τὸ πεπρῆσθαί τε καὶ τείνεσθαι
3. δοκεῖν τὰ μόρια, καὶ τῷ κινουμένῳ ἤτοι φλεγμονώδη τινὰ
4. ἢ ἑλκώδη γίγνεσθαι τὴν αἴσθησιν, οὐδὲ διαθέσεις εἰσὶν, ἀλλὰ
5. συμπτώματα. διαθέσεις δέ γε τῶν σωμάτων αὐτῶν, ἐφ᾿ οἷς
6. εἴωθε τὰ τοιαῦτα συμπίπτειν, ἁπλαῖ μὲν τρεῖς, σύνθετοι
7. δὲ τέσσαρες. ἡ μὲν οὖν ἑλκώδης διάθεσις ἐπὶ πλήθει γίνεται
8. περιττωμάτων λεπτῶν τε ἅμα καὶ δριμέων, ἅπερ ἐν
9. τῷ γυμνάζεσθαι γεννᾶται κατὰ διττὴν αἰτίαν, ἤτοι τῶν παχυτέρων
10. περιττωμάτων χυθέντων τε καὶ λεπτυνθέντων, οὐχ
11. ἁπάντων δὲ ἐκκριθέντων, ἢ τακείσης τινὸς ἤτοι πιμελῆς,
12. ἢ σαρκὸς ἁπαλῆς. ἀνάγκη γὰρ ὑπὸ τῶν τοιούτων ὑγρῶν,
13. λεπτῶν καὶ δριμέων ὑπαρχόντων, κεντεῖσθαί τε καὶ οἷον τιτρώσκεσθαι
14. τό τε δέρμα καὶ τὰς σάρκας, ὥστε καὶ φρίκην
15. ἐνίοτε γίνεσθαι, καί τι καὶ ῥίγους, ὅταν ἰσχυρῶς ᾖ δριμέα
16. τε ἅμα καὶ πολλά. τοιοῦτος μὲν δή τις ὁ οἷον ἑλκώδης
17. κόπος. ἐν ᾧ δὲ τείνεσθαι δοκεῖ τὰ μόρια μόνον, ἑλκώδης
18. δ᾿ οὐκ ἔστιν αἴσθησις, ἐν τῷδε τῷ κόπῳ περίττωμα
1. μὲν οὐδὲν, ὅ τι καὶ ἄξιον λόγου, περιέχεται τοῖς σώμασι, κατὰ
2. δὲ τοὺς μῦς καὶ τὰ νεῦρα διάθεσίς τις ἐπὶ ταῖς σφοδροτέραις
3. ἐντάσεσιν, ἃς ἐποιήσαντο κατὰ τὰ γυμνάσια, συνίσταται
4. τοῦ ποιήσαντος αἰτίου τὴν δύναμιν ἐνδεικνυμένη.
5. συμβαίνει γὰρ ταῖς σφοδροτέραις ἐντάσεσιν, ἁπάσας μὲν τῶν
6. μυῶν τείνεσθαι τὰς ἶνας, οὐχ ὁμοίως δὲ ἁπάσας κάμνειν,
7. ἀλλ᾿ ὅσαι μάλιστα κατὰ τὴν εὐθύτητα τῆς τάσεώς εἰσιν·
8. ὡς ὅσαι γε λοξότεραί πως ὑπάρχουσιν, ἧττον εὐθύνονται
9. τεινόμεναι. ὥστε ταύταις μὲν οὐδεὶς ἐφεδρεύει κίνδυνος,
10. ἐν δὲ ταῖς ἐπὶ πλέον ἐκτεινομέναις, ὡς ἐγγὺς ἥκειν τοῦ διασπασθῆναι,
11. καταλείπεταί τις διάθεσις ὁμοία τῇ κατὰ τὰς
12. ἐνεργείας ἐγγινομένῃ· τείνεσθαι γὰρ ἔτι δοκοῦσι, κᾂν μηκέτι
13. τείνωνται. ἡ δὲ δὴ τρίτη τοῦ κόπου διαφορὰ, καθ᾿ ἣν
14. ὥσπερ τεθλασμένων ἢ φλεγμαινόντων αἰσθανόμεθα τῶν
15. μορίων, τηνικαῦτα μάλιστα συμπίπτειν εἴωθεν, ὅταν ἐκθερμανθέντες
16. ἱκανῶς οἱ μύες ἐπισπάσωνταί τι τῶν περικεχυμένων
17. ἑαυτοῖς περιττωμάτων. εἰ δὲ καὶ περὶ τοὺς τένοντάς
18. τε καὶ νεῦρα τὴν αὐτὴν γενέσθαι διάθεσιν συμβαίνει,
1. ὀστοκόπον ὀνομάζουσι τὸ πάθημα, τῷ βυθίῳ τῆς αἰσθήσεως
2. ἐπὶ τὰ διὰ βάθους κείμενα μόρια τοὔνομα φέροντες.
3. ἐπιπολῆς μὲν γὰρ τὸ δέρμα, δευτέραν δὲ ἔχουσι θέσεως
4. τάξιν οἱ μύες, ἐν κύκλῳ τοῖς ὀστοῖς περικείμενοι, συμφυεῖς
5. δὲ οἱ τένοντες ὑπάρχουσι τοῖς ὀστοῖς, ὥστ᾿ εὐλόγως, ὅταν
6. οὗτοί τι τῶν εἰρημένων πάσχωσιν, ἐν τῷ βάθει τε καὶ περὶ
7. τοῖς ὀστοῖς αὐτοῖς ἡ διάθεσις εἶναι δοκεῖ. αὗται μὲν αἱ
8. μόναι τρεῖς ἁπλαῖ τῶν κόπων εἰσὶ διαφοραί· σύνθετοι δ᾿
9. ἐξ αὐτῶν, ὡς ἔμπροσθεν εἴρηται, τέτταρες, ὑπὲρ ὧν ἑξῆς
10. ἐροῦμεν, ἐὰν πρότερον τὸν περὶ τῶν ἁπλῶν διέλθωμεν λόγον.
11. ἔστι γὰρ δή τις καὶ ἄλλη διάθεσις ἐξαπατῶσά τινας,
12. ὡς κόπος. ἡ μὲν γένεσις ἐν τῷ ξηρανθῆναι τοὺς μῦς
13. περαιτέρω τοῦ προσήκοντος, ὥστε ἅπαν αὐχμηρὸν καὶ προσεσταλμένον
14. φαίνεσθαι τὸ σῶμα, καὶ πρὸς τὰς κινήσεις ὀκνεῖν
15. ἀτρέμα. ἀλλ᾿ οὐδὲν ὑπάρχει αὐτῷ τῶν ἔμπροσθεν εἰρημένων,
16. οὔτε τὴν οἷον ἕλκους αἴσθησιν, ἢ τάσεως, οὔτε πολὺ
17. μᾶλλον τὴν οἷον φλεγμονῆς. ἐναντιωτάτη γὰρ ἡ ὄψις
18. τοῦ τε τοιούτου καὶ τῆς νῦν λεγομένης διαθέσεώς ἐστιν.
1. αὕτη μὲν γὰρ αὐχμῶδες καὶ προσεσταλμένον ἀπεργάζεται
2. τὸ σῶμα, ὁ δὲ φλεγμονώδης κόπος ἐν ὄγκῳ μείζονι καὶ
3. αὐτοῦ τοῦ κατὰ φύσιν. ὥστ᾿ εἶναι τὰς πάσας τέτταρας
4. ἁπλᾶς διαθέσεις, ἰδίας ἑκάστην ἐπανορθώσεως δεομένην.

Cliquer un n° de page pour en afficher l’image