5. Ἀρκτέον. δ᾿ ἀπὸ τοῦ τὴν ἑλκώδη φέροντος
6. αἴσθησιν, ὃν καὶ διὰ δριμύτητα περιττωμάτων ἐλέγομεν
7. ἀνίστασθαι. οὗτος ὁ κόπος συμπίπτει μάλιστα τοῖς κακοχύμοις
8. τε καὶ περιττωματικοῖς σώμασιν. ἐπιγίγνεται δὲ καὶ
9. ταῖς ὑπογυίοις ἀπεψίαις, ὅταν ἤτοι γυμνάσωνται προπετέστερον,
10. ἢ ἐν ἡλίῳ διατρίψωσιν. οὐ μὴν ἀδύνατόν γε αὐτὸν
11. συστῆναί ποτε χωρὶς ἀπεψίας ἐν εὐχύμῳ σώματι δι᾿ ὑπερβολὴν
12. ἄμετρον γυμνασίων. εἰώθασι δ᾿ αὐτὸν ὀξεῖαι καὶ
13. πολλαὶ φέρειν κινήσεις. πυκνὸν δὲ καὶ φρικῶδες φαίνεται
14. τῶν ἐν τούτῳ τῷ κόπῳ τὸ δέρμα, καὶ ὁμολογοῦσιν ἐν τῷ κινεῖσθαι
15. καθάπερ ἕλκος ἀλγεῖν, οἱ μὲν τὸ δέρμα μόνον,
16. οἱ δὲ καὶ τὰς ὑπ᾿ αὐτῷ σάρκας. ἡ δ᾿ ἴασις ἐξ ὑπεναντίοι
17. τῇ διαθέσει· διαφορῆσαι γὰρ χρὴ τὰ περιττώματα, καὶ
1. πέπανται τὸ πάθημα. διαφορηθήσεται δὲ τρίψει πολλῇ
2. καὶ μαλακῇ σὺν ἐλαίῳ μηδεμίαν ἔχοντι στύψιν, ὁποῖον μάλιστ᾿
3. ἐστὶ τὸ Σαβῖνον. ἐναντιώτατον δὲ τῇ διαθέσει τό
4. τ᾿ ἐκ τῆς Ἱσπανίας, καὶ τὸ ἐκ τῆς Ἰβηρίας, ὅπερ Ἱσπανὸν
5. ὀνομάζουσι, τό τε καλούμενον ὀμφάκινον ἢ ὠμοτριβὲς,
6. ἑνὶ δὲ λόγῳ τὸ αὐστηρὸν ἅπαν οὐκ ἐπιτήδειον, ὡς ἔνεστί
7. σοι γευομένῳ διαγινώσκειν τὴν δύναμιν αὐτῶν, κᾂν μὴ
8. πρότερον ᾖς πεπειραμένος. οὕτω γοῦν καὶ ἡμεῖς ἐν Μακεδονίᾳ
9. ποτὲ γευσάμενοι τοῦ κατὰ τὸν Αὐλῶνα τὸν περὶ τῷ
10. Στρυμόνι γινομένου ἐλαίου τῆς αὐτῆς εἶναι δυνάμεως ἐγνωρίκαμεν
11. αὐτὸ τῷ καλουμένῳ Ἱσπανῷ. καὶ μὲν δὴ καὶ τῶν
12. ἄλλων ἐλαίων ἁπάντων οὕτω γνωρίσεις τὴν δύναμιν, ὅσα
13. τε καταχρηστικῶς ὀνομάζεται, καὶ ὅσα σκευάζεται δι᾿ ἁλῶν,
14. ἢ ῥιζῶν, ἢ βοτανῶν, ἢ βλαστῶν, ἢ φύλλων, ἢ καρπῶν.
15. εἴρηται δ᾿ αὐτάρκως μὲν ὑπὲρ ἁπάντων αὐτῶν ἐν ταῖς περὶ
16. φαρμάκων πραγματείας· λεχθήσεται δὲ καὶ κατὰ τὸν ἐνεστῶτα
17. λόγον ἐν οἰκείῳ καιρῷ. νῦν δὲ τοῦτ᾿ ἀρκεῖ μόνον
1. εἰπεῖν, ὡς, ὅπερ ἂν ᾖ γλυκύτατον ἔλαιον, ἐπιτηδειότατόν
2. ἐστιν εἰς τὰ παρόντα. τούτῳ τοίνυν χρῆσθαι δαψιλεῖ
3. μετὰ τρίψεως πολλῆς· ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν ὑπὲρ
4. τοῦ μηδ᾿ ὅλως γενέσθαι τὸν ὑποπτευόμενον ἔσεσθαι κόπον,
5. ἐν τῇ δευτέρᾳ δὲ χάριν τοῦ λῦσαι τὸν ἤδη γεγονότα. λύει
6. δ᾿ αὐτὸν τὸ καλούμενον ἀποθεραπευτικὸν γυμνάσιον, ἐν
7. ᾧ καὶ κινήσεις ἔνεστι ποιεῖσθαι, συμμέτρους μὲν τῇ ποσότητι,
8. βραδυτέρας δὲ τῇ ποιότητι, μετὰ πολλῶν τῶν μεταξὺ
9. διαναπαύσεων, ἐν αἷς χρὴ τρίβειν τὸν ἄνθρωπον, ἐφαπτομένων
10. ὁμοῦ πλειόνων, ὅπως μήτε καταψύχοιτό τι μέρος
11. αὐτοῦ, καὶ τάχιστα διαφοροῖτο τὰ περιττώματα. πλεονάζειν
12. δὲ χρὴ ταῖς μὲν τρίψεσι κατὰ τὸν ἐν τῷ δέρματί τε
13. καὶ ὑπὸ τῷ δέρματι τὸ πλῆθος τῶν περιττωμάτων ἔχοντα,
14. ταῖς δ᾿ ἐξ αὐτοῦ κινήσεσι κατὰ τὸν ἕτερον κόπον, ᾧ τὸ
15. πλέον ἐν τοῖς μυσὶν ἤθροισται. τὰ γὰρ ἐν τούτοις περιττώματα
16. τρίψις μόνη διαφορεῖν οὐχ ἱκανή. δεῖται γὰρ
17. οὐκ ἔξωθεν μόνον ἕλκεσθαι πρός τινος, ἀλλὰ καὶ συνεπωθεῖσθαι
18. πρὸς ἑτέρου τινὸς ἔσωθεν. ἐπωθεῖ δ᾿ αὐτὰ
1. τό τ᾿ ἀναπτόμενον θερμὸν ἐν ταῖς κινήσεσι, καὶ τὸ συνεκκρινόμενον
2. πνεῦμα, καὶ ἡ αὐτῶν τῶν μυῶν ἔντασις, ἐξ ἐπιμέτρου
3. δὲ καὶ ἡ καθ᾿ ἕκαστον μόριον ἀποκριτικὴ τῶν ἀλλοτρίων
4. δύναμις. ὁ δὲ ἕτερος κόπος, ἐφ᾿ οὗ συντάσεως αἰσθάνονται,
5. τὸν σκοπὸν τῆς ἰάσεως ἔχει τὴν πρὸς Ἱπποκράτους
6. ὀνομαζομένην χάλασιν, ἐναντίον γὰρ τοῦτο τῇ συντάσει, καθάπερ
7. τῇ σκληρότητι ἡ μάλαξις. ἔλεγε γοῦν ᾧδε· δέρματος
8. σκληροῦ μάλαξις, συντεταμένου χάλασις· ὡς ἐναντίον ὑπάρχον,
9. τῷ μὲν σκληρῷ τὸ μαλακὸν, τῷ δὲ συντεταμένῳ τὸ
10. χαλαρόν. χαλᾶται δὲ τὸ συντεταμένον, ἐν μὲν ταῖς ἄλλαις
11. διαθέσεσιν, ἃς ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων
12. δυνάμεως εἴπομεν, ἑτέρως, ἐπὶ δὲ τῇ διὰ τὰ γυμνάσια
13. τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ δι᾿ ἐλαίου γλυκέος
14. εἰληθεροῦς, ἀναπαύσει δὲ ὅλως, ἢ καὶ ἡσυχίᾳ, καὶ λουτροῖς
15. εὐκράτοις, καὶ διατριβῇ πλέονι κατὰ τὸ θερμὸν ὕδωρ,
16. ὥστε καὶ εἰ δὶς αὐτὸν ἢ τρὶς λούσαις, ὀνήσεις μειζόνως.
17. οὗτοι δὲ καὶ μετὰ τὰ βαλανεῖα ἀλείφεσθαι δέονται, πρὶν
18. ἀμφιέννυσθαι· καὶ εἰ δι᾿ ἱδρῶτά τινα τύχοιεν ἀπομάξασθαι
1. τὸ λίπος, αὖθις ἀλείφεσθαι χρῄζουσι. καὶ μέντοι καὶ
2. κατὰ τὴν ἑξῆς ἡμέραν ἀναστάντες ἐκ τῆς κοίτης ἀλειφθῆναι
3. δέονται, μηδέποτ᾿ ἄκρως ψυχρῷ τῷ ἐλαίῳ μηδὲ σκληρῶς
4. ἀνατριβόμενοι. γίνεται δ᾿ ὁ τοιοῦτος κόπος εὐχύμοις
5. ἀνδράσι πονήσασιν εὔτονα μᾶλλον ἢ ὀξέα γυμνάσια, καὶ
6. δεινῶς ὀκνηρούς τε καὶ δυσκαμπεῖς ἐργάζεται τοὺς κοπωθέντας,
7. οὐ μὴν πυκνοί γε καὶ φρικώδεις οἱ τοιοῦτοι φαίνονται,
8. καθάπερ οἱ μικρῷ πρόσθεν εἰρημένοι. προσεσταλμένοι
9. δ᾿ οὐδὲν ἧττον ἐκείνων οὗτοι καὶ αὐχμώδεις ὁρῶνται, καὶ
10. θερμότεροι τοῖς ἁπτομένοις εἶναι δοκοῦσιν οὐ μόνον τῶν
11. τὴν ἑλκώδη διάθεσιν ἐχόντων, ἀλλὰ καὶ σφῶν αὐτῶν, ὅθ᾿
12. ὑγίαινον.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 3.6, ed. Kühn, 1823, vol. 6, p. 195-199. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.6
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩