Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 3.7, ed. Kühn, 1823, vol. 6, p. 199-202. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.7

13. Ὁ δὲ δὴ τρίτος τῶν κόπων ἐπὶ σφοδροτάταις
14. γίνεται κινήσεσι, καὶ μόνος ἐξαίρει τοὺς μῦς ὑπὲρ τὸ
15. κατὰ φύσιν, ὡς ἐοικέναι φλεγμονῇ τὴν διάθεσιν αὐτῶν.
16. ταῦτά τοι καὶ ψαυόντων ὀδυνῶνται, καὶ θερμότεροι φαίνονται·
17. ὀδυνῶνται δὲ καὶ ἢν αὐτοὶ καθ᾿ ἑαυτοὺς ἐπιχειρήσωσι
18. κινεῖσθαι. ἀήθεσι δὲ γυμνασίων ἀνθρώποις ὁ τοιοῦτος
1. κόπος ὡς τὰ πολλὰ συμπίπτει, γυμνάζεσθαι δ᾿ εἰθισμένοις
2. ὀλιγάκις ἐγένετο κατὰ τὰς σφοδροτάτας τε ἅμα καὶ
3. παμπόλλας κινήσεις. ἡ δὲ ἴασις αὐτοῦ τρεῖς ἔχει τοὺς σκοποὺς,
4. οὕσπερ σχεδόν τι καὶ τὰ φλεγμαίνοντα σύμπαντα, κένωσιν
5. τοῦ περιττοῦ, καὶ ἀνάπαυσιν τοῦ συντεταμένου, καὶ
6. ἀνάψυξιν τοῦ φλογώδους. ἔλαιόν τε οὖν πολὺ χλιαρὸν, αἵ
7. τε τρίψεις μαλακώταται, καὶ ἡ ἐν τοῖς εὐκράτοις ὕδασι διατριβὴ
8. πολυχρονιωτάτη τοὺς τοιούτους ἰᾶται κόπους. εἰ δὲ
9. καὶ βραχύ τι χλιαρώτερον εἴη τὸ ὕδωρ, ὀνήσει μᾶλλον.
10. οὕτω δὲ καὶ ἡσυχία πολλὴ, καὶ ἀλείμματα συνεχῆ, καὶ
11. πάνθ᾿ ὅσα τὸ μὲν κεκμηκὸς ἀναπαύει τε ἅμα καὶ
12. παρηγορεῖ, τὸ δὲ περιττὸν διαφορεῖ. τάχα δ᾿ ἄν τις
13. οἰηθείη, τὸν τοιοῦτον κόπον οὐχ ἁπλοῦν, οὐδὲ τρίτον ἐπὶ
14. τοῖς ἔμπροσθεν εἰρημένοις δύο, σύνθετον δ᾿ ὑπάρχειν ἐξ
15. αὐτῶν, οὐδὲν ἔχοντα πλέον τῆς τάσεως τῶν νευρωδῶν σωμάτων
16. καὶ τῆς ἑλκώδους αἰσθήσεως· τὴν γὰρ θερμότητα
17. τοῖς τοιούτοις κόποις ἄλλως μὲν ὑπάρχειν φύσει, καθάπερ
18. καὶ τῶν προειρημένων ἑκατέρῳ, οὐ μὴν συμπληρωτικήν γε
1. τῆς ἐννοίας ἢ τῆς οὐσίας εἶναι. ἀλλά τοι τό γε τοῦ παρὰ
2. φύσιν ὄγκου τούτῳ τῷ κόπῳ μόνῳ παρὰ τοὺς ἄλλους ἐξαίρετον
3. ὑπάρχει, καὶ τὸ τῆς ἀλγεινῆς αἰσθήσεως οὐχ ὅμοιον
4. ἔν τε τῷ τονώδει κόπῳ καὶ τῷδε. τείνεσθαι μὲν γὰρ ἐν
5. ἐκείνῳ τεθλάσθαί τε τὰ νεῦρα σύμπαντα μέχρι καὶ τῶν
6. ὀστῶν οἱ τούτῳ τῷ κόπῳ κατεχόμενοι νομίζουσι. ὥστε
7. κατά γε ταῦτα διαφοράν τινα ἐξαίρετον ἔχει παρὰ τοὺς ἄλλους
8. δύο κόπους, οὐχὶ σύνθετος μόνον ἐστί. αὗται μὲν δὴ
9. τρεῖς, εἴτε καταστάσεις σώματος, εἴτε διαθέσεις, εἴθ᾿
10. ὅ τι βούλεταί τις ὀνομάζειν. ἄλλη δ᾿ ἐπ᾿ αὐταῖς τετάρτη,
11. παραπλησία μὲν ὑπάρχουσα κόπῳ, κόπος δ᾿ οὐκ οὖσα, τῷ
12. μήτε τὴν ἑλκώδη, μήτε τὴν τονώδη, μήτε τὴν φλεγμονώδη
13. διάθεσιν ἔχειν, ἀλλὰ μηδὲ φρίκην τινὰ, μηδ᾿ ἄλγημα, μηδὲ
14. τὸν πρὸς τὰς κινήσεις ὄκνον ὅμοιον τοῖς κόποις ἐπιφέρειν,
15. ἰσχνότητα δὲ μόνην ἅμα καὶ ξηρότητα. γίνεται μὲν οὖν ἐν
16. εὐχύμοις τε ἅμα καὶ γυμναστικοῖς σώμασιν, ὅταν ἄμετρον
17. γυμνασθέντα μὴ καλῶς ἀποθεραπευθῇ. διαφορεῖται γὰρ
18. οὕτω τὰ περιττώματα, καὶ χαλᾶται τὰ τεταμένα, καὶ οὐδὲν
1. ἄλλο ὑπολείπεται κατὰ τὸ σῶμα πλὴν ξηρότητος, ἣν ἐκ
2. τῆς ἀμετροτέρας κινήσεως ἔσχον. δεῖται δὲ κατὰ μὲν τὴν
3. πρώτην ἡμέραν οὐδενὸς ἐξηλλαγμένου παρὰ τὰ πρόσθεν,
4. ὅτι μὴ θερμοτέρου τοῦ ὕδατος, ὡς συναγαγεῖν ἀτρέμα καὶ
5. θερμᾶναι καὶ τονῶσαι τὸ δέρμα, κατὰ δὲ τὴν δευτέραν
6. ἀποθεραπευτικοῦ γυμνασίου βραχέος τε ἅμα καὶ μαλακοῦ
7. καὶ βραδέος ἔν τε κινήσεσι καὶ τρίψεσι, καὶ τῆς δεξαμενῆς
8. ὁμοίως θερμῆς. ἐκπηδάτωσαν δ᾿ εὐθέως εἰς τὴν ψυχρὰν
9. ὑπὲρ τοῦ μένειν αὐτοῖς τὸν ἐν τῷ δέρματι τόνον
10. ἅμα θερμότητι. καὶ γὰρ ἧττον ἐν τῷ μετὰ ταῦτα χρόνῳ
11. διαφοροῦνται, καὶ ῥᾳδίως εἴς τε τὰς σάρκας καὶ τὸ δέρμα
12. τὴν τροφὴν ἀναλαμβάνουσιν, οὗ μεῖζον ἀγαθὸν οὐδὲν ἐξεύροις
13. ἂν αὐτοῖς, οὐδεμίαν διάθεσιν ἐξαίρετον ἔχουσι παρὰ τὴν
14. τῆς σαρκὸς ἰσχνότητα καὶ ξηρότητα. δεῖται γὰρ, οἶμαι, τό
15. γε τοιοῦτον ἀνατραφῆναί τε ἅμα καὶ ὑγρανθῆναι, καὶ
16. ταῦτ᾿ ἄμφω κάλλιστ᾿ αὐτῷ γίνεσθαι πέφυκεν ἐκ τῆς ὑγραινούσης
17. τροφῆς.

Cliquer un n° de page pour en afficher l’image