Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 3.8, ed. Kühn, 1823, vol. 6, p. 202-214. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.8

18. Ἐπειδὴ δὲ ἅπαξ ἐμνημόνευσα τῆς ἐπὶ τοῖς
1. λουτροῖς διαίτης, οὐ χεῖρον ἂν εἴη καὶ τὰ περὶ τῶν κοπωδῶν
2. διαθέσεων ἐπεξελθεῖν. ὁ μὲν οὖν ἑλκώδης κόπος, εἰ
3. μὲν ἱκανῶς ἀποθεραπευθείη, τῆς συνήθους δεῖται τροφῆς,
4. ἤ τι βραχὺ μείονος, ἔτι δ᾿ ὑγροτέρας τε ἅμα καὶ ἐλάττονος·
5. εἰ δὲ κατὰ τὴν ἀποθεραπείαν εἰς τὴν τετάρτην μεταπέσοι
6. διάθεσιν, (εἴωθε γὰρ οὕτω γίγνεσθαι τὰ πολλὰ,)
7. κατ᾿ ἐκείνην καὶ λουέσθω καὶ τρεφέσθω. ὁ δὲ τονώδης
8. ἔτι δὴ καὶ μᾶλλον ὀλιγωτέρας δεῖται τῆς τροφῆς·
9. ὁ δὲ φλεγμονώδης ὑπὲρ ἅπαντας ὑγροτάτης τε καὶ βραχυτάτης,
10. καί τι καὶ ψῦχον ἐχούσης. εὐχύμου δ᾿ ὁμοίως
11. ἅπαντες οἱ κεκοπωμένοι δέονται τροφῆς, ὁποίᾳ δηλονότι
12. καὶ ὑγιαίνων ὁ ὑποκείμενος ἐν τῷ λόγῳ νεανίσκος
13. ἐχρῆτο. φυλάττεσθαι δὲ προσήκει τὸ γλίσχρον ἐν
14. αὐτῷ κατά τε τὸν φλεγμονώδη καὶ τὸν ἑλκώδη κόπον,
15. ὡς ἂν κωλῦον διαφορεῖσθαι τὰ περιττώματα. κατὰ μέντοι
16. τὸν τονώδη καὶ τὰ τοιαῦτα σιτία δοτέον, ἀφαιροῦντα τοῦ
17. πλήθους αὐτῶν. οὐδὲν οὖν θαυμαστὸν ἐναντιολογίαν εἶναι
1. παμπόλλην οὐκ ἰδιώταις μόνον ἐν ἀλλήλοις, ἀλλὰ καὶ
2. τεχνίταις πρὸς ἑαυτούς τε καὶ τοὺς ἰδιώτας, οὔτε περὶ
3. γυμνασίων, οὔτε περὶ τρίψεων, οὔτε περὶ λουτρῶν, οὔτε
4. περὶ διαιτημάτων ὁμολογοῦσιν ὑπὲρ τῶν κοπωθέντων.
5. ἀκοῦσαι γοῦν ἔστι τῶν μὲν φασκόντων, ὡς κόπῳ χρὴ λύειν
6. τὸν κόπον, ἑτέρων δὲ, ὡς ἀνάπαυσις ἰᾶται τὸν κάματον,
7. καὶ τῶν μὲν, ὡς ἐνδεῶς χρὴ διαιτᾶσθαι τοὺς κοπωθέντας,
8. ἄλλων δὲ, ὡς οὐ μόνον ἀφαιρεῖν προσήκει τῶν εἰθισμένων,
9. ἀλλὰ καὶ τοσούτῳ πλείω προσφέρειν, ὅσῳ περ ἔτυχον πλείω
10. γυμνασάμενοι, ἀνάλογον γὰρ χρῆναι τοῖς πόνοις προσαίρεσθαι
11. τὰς τροφὰς, ἄλλων δέ τινων, ὡς οὔτε προστιθέναι
12. χρὴ ταῖς τροφαῖς, οὔτ᾿ ἀφαιρεῖν. οὕτω δὲ καὶ λούουσιν, οἱ
13. μὲν εὐκράτοις ὕδασιν, οἱ δὲ θερμοτέροις, οἱ δὲ χλιαρωτέροις.
14. ἥ τε γὰρ ἐμπειρία πρὸς ἐκεῖνο μόνον ἕκαστον ἀπάγει,
15. πρὸς ὅπερ ἔτυχε θεασάμενος πολλάκις, ὅ τε λόγος,
16. ὡς ἂν μὴ τέλειος ὑπάρχων ἑκάστῳ, καθάπερ ἐδείκνυτο
17. πρόσθεν, ἀλλὰ μίαν τινὰ διάθεσιν ἐκδιδάσκων κοπώδη,
18. τὰς δ᾿ ἄλλας ὥσπερ οὐκ οὔσας ὑπερβαίνων, ἐκείνης μόνης
1. ἐκδιδάσκει τὴν ἐπανόρθωσιν, ἧς ἔγνω μόνης. ἀληθὲς γοῦν
2. ἐστι καὶ τὸ κόπῳ λύεσθαι τὸν κόπον, ὅταν γε δὴ φαίνηταί
3. ποτε δέον εἶναι τοῖς ἐν τῇ προτεραίᾳ γυμνασίοις ἴσα
4. κατὰ τὴν ὑστεραίαν γυμνάζεσθαι, καὶ τὸ τὴν ἴασιν κόπων
5. ἡσυχίαν ὑπάρχειν. τούτων γὰρ τὸ μὲν ἐν τοῖς περιττωματικοῖς
6. κόποις, καὶ μάλισθ᾿ ὅσοι κατὰ τοὺς μῦς ἔχουσι τὰ
7. περιττώματα, τὸ δ᾿ ἐν τοῖς τονώδεσί τε καὶ φλεγμονώδεσι
8. φαίνεται συμφέρον. ἀληθὲς δὲ καὶ τὸ χρῆναι τοὺς κοπωθέντας
9. ἐνδεῶς διαττᾶσθαι· τοῦτο γὰρ ὁρᾶται τοὺς φλεγμονώδεις
10. ὠφελοῦν. ἀληθὲς δὲ καὶ τὸ τὰ συνήθη διδόναι·
11. τοῦτο γὰρ ἐπὶ τῶν ἑλκωδῶν, ὅταν ἀποθεραπευθῶσιν,ὀρθῶς
12. τετήρηται γιγνόμενον, ὥσπερ γε καὶ τὸ πλείω λαμβάνειν
13. ἐπὶ τῆς ὁμοιουμένης τοῖς κόποις διαθέσεως, εἰς ἣν κᾀκ
14. τῆς ἑλκώδους ἔνιοι μεταπίπτουσιν. οὕτω δὲ καὶ τὸ λούειν
15. εὐκράτοις ὕδασιν ἀληθὲς ἐπὶ τοῖς περιττωματικοῖς κόποις.
16. ἀληθὲς δὲ καὶ τὸ μὴ λούειν τοιούτοις ἐπί τε φλεγμονωδῶν,
1. χλιαρωτέρων γὰρ οὗτοι δέονται, κᾀπὶ τῆς ὁμοίας κόπῳ διαθέσεως,
2. οὗτοι γὰρ οὐ χρῄζουσι θερμοτέρων. όἴονται δ᾿
3. ἔνιοι καὶ τὴν τοιαύτην διάθεσιν εἶναι κόπον. ἕτεροι δέ τινες,
4. ὁποία μέν τίς ἐστιν ἡ διάθεσις, οὐκ εἶπον,ἐφ᾿ ὧν δ᾿
5. ἂν ὑποψία τις ᾖ γενησομένσυ κόπου, συμβουλεύουσι θερμοτέρῳ
6. χρῆσθαι τῷ κατὰ τὸ λουτρὸν ὕδατι, καὶ προστιθέασι
7. δὲ τὴν αἰτίαν, ὡς ἡμεῖς ἔμπροσθεν ἔφαμεν, οἱ μὲν ἀναδόσει
8. φάσκοντες, οἱ δὲ θρέψει συντελεῖν τὸ τοιοῦτον λουτρὸν,
9. οὐ μὴν καθ᾿ ὅν γέ τινα λόγον οἷαί τε κωλύειν εἰσὶ
10. κόπον ἀναδόσεις καὶ θρέψεις ἐκδιδάσκουσιν, ἀλλ᾿ οὐδὲ
11. τὴν ἀρχὴν ὁποία τίς ἐστιν ἡ τοῦ κόπου διάθεσις, οὐδὲ
12. τοῦτο γράφουσιν. οἱ γοῦν πλείους αὐτῶν οὐδὲν εἶπον,
13. ἔνιοι δὲ τολμήσαντες εἰπεῖν ἀπεφῄναντο ξηρότητα. τὸ μὲν
14. οὖν ὑπὸ τροφῆς θεραπεύεσθαι ξηρότητα, καὶ μάλιστα τῆς
15. ὑγραινούσης, ὅπερ οὐδ᾿ αὐτὸ προστιθέασιν οἱ πλείους αὐτῶν,
16. ἀληθέστατον, οὐ μὴν οὔτ᾿ ἴαμα κόπων ἐστὶν οὔτε
17. προφυλακὴ τὸ τοιοῦτον. ἀλλ᾿ ὅταν, ὡς εἴρηται, ξηρότερα
18. μὲν ἀπεργασθῇ τὰ μόρια, μήτε δὲ τάσις ᾖ κατ᾿ αὐτὰ
1. μηδεμία, μήτε περιττώματα λεπτὰ καὶ δριμέα, μήτε φλεγ
2. μονώδης διάθεσις, ἀνατρέφειν δήπου προσήκει τὰ
3. διὰ τὴν κένωσιν ἐξηραμμένα τροφαῖς ὑγραινούσαις, ὡς, εἴ
4. γε μὴ ἀναθρέψειας αὐτάρκως, ἰσχνότερον καὶ ξηρότερον ὄψει
5. κατὰ τὴν ἑξῆς ἡμέραν ἑαυτοῦ τὸ σῶμα. καὶ ταύτην τὴν
6. διάθεσιν ἔνιοι κόπον ὑπολαβόντες ὑπάρχειν οἴονται
7. θερμοτέρῳ λουτρῷ καὶ τροφῇ δαψιλεῖ κεκωλυκέναι τὴν γένεσιν
8. αὐτῆς. ἀλλ᾿ ἐκεῖνο θαυμάζειν ἐνίων ἄξιον, ὥσπερ καὶ
9. Θέωνος, εἰ τὸν ἤδη γεγενημένον κόπον οὐκ ἀξιοῦσιν ὁμοίως
10. ἰᾶσθαι. εἴτε γὰρ ἣν νῦν εἴρηκα διάθεσιν ὑπολαμβάνει τις
11. εἶναι κόπον, ἀναθρέψει χρὴ λύειν αὐτὸν καὶ κωλύειν γενέσθαι,
12. εἴτε τῶν ἄλλων τινὰ τῶν ὄντως κόπων, |ἐνδεέστερον
13. ἐπὶ πάντων χρὴ τρέφεσθαι τὸν ἄνθρωπον, ἔτι τε προςδοκωμένων
14. καὶ ἤδη γεγονότων. οὐδὲ γὰρ τοῦτ᾿ ἔστιν εἰπεῖν,
15. ὡς ἥ γε τοιαύτῃ διάθεσις ἡ παρακειμένη τοῖς κόποις,
16. εἰ μὴ κατὰ τὴν πρώτην ἡμέραν ἐπανορθωθείη δι᾿ εὐτροφίας,
17. εἴς τινα τῶν τριῶν μεταπίπτειν εἴωθεν. εἰ μὲν γὰρ αὐτὸ
18. τοῦτο μόνον εἴη κατ᾿ αὐτὴν ἡ ξηρότης, ἰσχνότητος οὐδὲν
1. ἀκολουθήσει πλέον· εἰ δὲ καὶ θερμότητός τι ξυνείη, πυρέξαι
2. κίνδυνος. οὐ μὴν ταὐτόν γ᾿ ἐστὶ κόπος καὶ πυρετὸς,
3. εἰ καὶ ὅτι μάλιστα τῶν κοπωθέντων ἐπύρεξαν ἔνιοι. θαυμάζειν
4. γοῦν ἐπέρχεταί μοι Θέωνος ἐν τῷ τετάρτῳ τῶν κατὰ
5. μέρος γυμνασίων, ἐν οἷς περὶ τοῦ τελείου γυμνασίου διεξέρχεται,
6. τάδε γράφοντος. καὶ κόπου τινὸς τοῖς οὕτω γυμνασθεῖσιν
7. ὡς τὸ πολὺ τῇ ἑξῆς ἡμέρᾳ παρακολουθοῦντος,
8. ἡ ζεστολουσία παραιτεῖται τὴν πρὸς τὸν κόπον ἐπιτηδειότητα,
9. πυροῦσα τὴν ἐπιφάνειαν, ἵνα αὕτη σικύας τρόπον τὴν
10. λαμβανομένην τροφὴν ἐπισπωμένη τοῖς κεκμηκόσι ἀντιδιέληται
11. νεύροις. οὗτος μὲν γὰρ πρὸς τοῖς ἄλλοις ὥσπερ
12. αἴνιγμά τι τὸ ἀντιδιέληται ῥῆμα παρέλαβεν ἐν τῷ λόγῳ.
13. δύναται μὲν γάρ τις ἀκούειν, ἵνα ἡ ἐπιφάνεια σικύας τρόπον
14. ἐπισπωμένη τὴν τροφὴν μέρος ἐξ αὐτῆς τι καὶ τοῖς
15. νεύροις παρέχῃ· δύναται δὲ καὶ τοὐναντίον, ἵνα ἡ ἐπιφάνεια
16. σικύας τρόπον ἐφ᾿ ἑαυτὴν ἀντισπῶσα τὴν ἐπὶ
17. τὰ νεῦρα φερομένην τροφὴν μερίζηται. ὥστε κατὰ μὲν
18. τὸν πρότερον λόγον εἰς εὐτροφίαν τοῖς νεύροις ἐπιτηδεύεσθαι
1. θερμανθὲν τὸ δέρμα, (τοῦτο γὰρ ἡγοῦμαι λέγειν
2. αὐτὸν ἐπιφάνειαν,) κατὰ δὲ τὸν δεύτερον εἰς ὀλιγοτροφίαν.
3. ὅσον μὲν οὖν ἐπ᾿ αὐτῇ τῇ ῥήσει, τὴν γνώμην τοῦ
4. Θέωνος οὐκ ἄν τις ἐξεύροι· ἐξ ὧν δ᾿ ἐν ἄλλοις τε λέγει
5. κᾀν τῷ ις΄ τῶν Γυμναστικῶν, ἐλάττονα τροφὴν βούλεται
6. δίδοσθαι μετὰ τὸ τέλειον γυμνάσιον. καίτοι γ᾿ οὐδ᾿ αὐτὸ
7. τοῦτο διεσάφησε, τίνι ποτὲ λογισμῷ συμβουλεύει. δίδοται
8. γὰρ ἐλάττων τροφὴ τῆς συνήθους ἢ τῷ μὴ δεῖσθαι τῆς
9. ἴσης, ἢ τῷ μὴ δύνασθαι πέψαι. τὸ μὲν οὖν πρότερον
10. οὐκ ἀληθὲς ἐπὶ τῶν πολλὰ γυμνασαμένων, τὸ δὲ δεύτερον
11. ἔστιν ὅτε μὲν ἀληθὲς, ἔστιν ὅτε δὲ ψευδές. εἰ μὲν γὰρ
12. ἀῤῥωστοτέραν ἔχει τὴν πεπτικὴν δύναμιν, ἀληθὲς, εἰ δὲ μὴ
13. ταύτην, ἀλλ᾿ ἑτέραν τινὰ, ψευδές. ἀκούειν δὲ χρὴ πεπτικὴν
14. δύναμιν οὐ τὴν ἐν γαστρὶ μόνον, ἢ φλεψὶν, ἢ καθ᾿ ἧπαρ,
15. ἀλλὰ καὶ τὴν καθ᾿ ἕκαστον μόριον, ὥσπερ ἐν τοῖς παροῦσι τὴν
16. ἐν τοῖς μυσίν· ἐν οἷς δὴ καὶ μάλιστά ἐστιν ἡ διάθεσις, ὑπὲρ ἧς
17. διαλέγομαι. διαφορηθέντες γὰρ ἐπὶ πλέον ἐν τοῖς γυμνασίοις
1. ἰσχνότεροί τε καὶ ξηρότεροι γίνονται. εἴ μὲν οὖν ἐπ᾿ ὀλίγον
2. αὐτοῖς ταῦτα συμβαίνει, κατεργάζεσθαι δύνανται τροφὴν,
3. ἧσπερ δέονται· εἰ δέ τι πολὺ τοῦ κατὰ φύσιν ἀποχωρήσειαν,
4. ἀδυνατοῦσιν. ὧν οὐδὲν ὁ Θέων ὅλως οὔτ᾿ ἐνενόησεν,
5. οὔτε διωρίσατο. τὴν ἀρχὴν γὰρ οὐδ᾿ ἐκ λόγου τινὸς, ἀλλ᾿
6. ἐξ ἐμπειρίας, ὡς καὶ αὐτὸς ὁμολογεῖ, τὸ θερμότερον ὕδωρ
7. ἐπὶ τῷ τελείῳ γυμνασίῳ χρήσιμον ὑπάρχον ἐτήρησεν.
8. οὕτως οὖν ἐφεξῆς γράφει· τοῦτο δὲ, εἰ μὲν καὶ τὸν λόγον
9. ἔχει παρακείμενον, εὐτυχήματος ἔργον, εἰ δὲ μή γε, τὸ
10. πρὸς τῶν ἀποτελεσμάτων ἐπιμαρτυρούμενον οὐ παραδεκτέον,
11. εἰ μὴ καὶ τὸν λόγον ἐξ |ἄκρου ἔχει συμπροσπίπτοντα. εἰ
12. μὲν οὖν ἀκριβῶς ἐξευρὼν τὴν διάθεσιν, ἐφ᾿ ἧς τὸ θερμὸν
13. ὕδωρ ἐπαινεῖ, τὴν αἰτίαν ἀγνοεῖν ὁμολογεῖ, συγγνωστὸς ἂν
14. ἦν εἰκότως· ἐπεὶ δ᾿ ἁπλῶς εἶπεν, ἐπὶ τῶν τελείων γυμνασίων
15. ἁρμόττειν τὰς ζεστολουσίας, (οὕτω γὰρ αὐτὴν καὶ ὀνομάζει,)
16. δύνανται δὲ πολλαὶ διαθέσεις ἀκουλουθῆσαι τῷ τοιούτῳ
17. γυμνασίῳ, μέμψαιτ᾿ ἄν τις αὐτῷ μὴ διορισαμένῳ περὶ
1. πασῶν ἐφεξῆς. αὐτὸς γὰρ οἶδε καὶ τὸν φλεγμονώδη κόπον
2. ἀκολουθοῦντα τῷ τοιούτῳ γυμνασίῳ, καθ᾿ ὃν εἰς ὄγκον
3. μείζονα τοῦ κατὰ φύσιν ἐξαίρεται τὰ πεπονηκότα, καὶ τὸν
4. ἕτερον, ὃν ἕνα γράφει, τῷ κοινῷ συμπτώματι προσέχων τὸν
5. νοῦν, ὅπερ ἀντίκειται τῷ παρὰ φύσιν ὄγκῳ. λεπτότεροι μὲν
6. γὰρ ἐν τοῖς ἄλλοις δύο κόποις ἀποτελοῦνται, καὶ προσέτι
7. γε τῇδε τῇ διαθέσει, περὶ ἧς ὁ λόγος συνέστηκεν. ἀλλ᾿ οὐχ,
8. ὥσπερ ἓν κοινὸν σύμπτωμα τῶν τριῶν διαθέσεών ἐστιν, οὕτω
9. καὶ ἡ διάθεσις μία. κατὰ μὲν οὖν τὴν ἐπὶ τῇ τάσει τῶν
10. νευρωδῶν σωμάτων οὐ χρὴ λούειν θερμοτέρῳ τοῦ συνήθους·
11. οὕτω δὲ οὐδὲ κατὰ τὴν ἐπὶ τοῖς περιττώμασι· κατὰ δὲ τὴν
12. ἄνευ τούτων ἰσχνότητα συμφέρει λούειν θερμοτέρῳ τοῦ
13. συμμέτρου· γίνεται γαρ ἡ διάθεσις αὕτη, διαφορηθέντων ἐπὶ
14. πλέον ἐν τοῖς γυμνασίοις τῶν σωμάτων, οὕτως ὡς ἐν ταῖς
15. μακροτέραις ἀσιτίαις εἴωθε συμβαίνειν. ὥστε καὶ ἡ ἐπανόρθωσις
16. αὐτῶν προσθέσει τε καὶ ἀναπληρώσει τοῦ κενωθέντος
17. ἐστίν. οὐ δύναται δ᾿ αὕτη γενέσθαι, τοῦ δέρματος
1. ἀραιοῦ μένοντος. συναγαγεῖν οὖν αὐτὸ χρὴ, καὶ πυκνῶσαι,
2. καὶ σφίγξαι πρότερον, εἰ μέλλοι τι τῆς δαψιλοῦς τροφῆς
3. ὄφελος ἔσεσθαι. συνάγει δὲ καὶ στέγει τό τε ψυχρὸν ὕδωρ
4. καὶ τὸ ζέον. ἀλλ᾿ ὑπὸ μὲν τοῦ ψυχροῦ κίνδυνος βλαβῆναι
5. τὸν ἄνθρωπον, ἀραιότερόν τε ἅμα καὶ κενὸν ἐπὶ τῷ πλήθει
6. τῶν γυμνασίων γεγενημένον· ὑπὸ δὲ τοῦ ζέοντος βλάβη
7. μὲν οὐδεμία, πυκνόνης δ᾿ ἀσφαλὴς ἐγγίνεται τῷ δέρματι,
8. συνεπιλαμβανούσης τι καὶ τῆς ἐγκαταλειπομένης αὐτῷ θερμότητος.
9. ὅθεν οὐδὲ χρονίζειν ἐπὶ πλέον ἐν τῷ ψυχρῷ προσήκει
10. τὸν οὕτως λουσάμενον, ἀλλ᾿, ὥσπερ αὐτὸς ὁ Θέων
11. τοῦτό γε παρετήρησεν ὀρθῶς, φυλακτέον ἐστὶ τὴν ἐν τῷ
12. ψυχρῷ διατριβὴν, ὡς τὴν ἐκ τῆς ζεστολουσίας ἀναλύουσαν
13. ὠφέλειαν. ἡ δὲ αἰτία τοῦ σφαλῆναι τὸν Θέωνα, τὸ μιᾷ
14. διαθέσει συμφέρον ὡς πάσαις ἁρμόττον γράφοντα, τῶν
15. γυμναζομένων ὑπ᾿ αὐτοῦ σωμάτων ἡ ἕξις ἐστίν. ἀθλητὰς
16. γὰρ ἐγύμναζε τοὺς μετὰ τὸ τέλειον γυμνάσιον, εἰς μὲν τὴν
17. τετάρτην διάθεσιν ἑτοίμως ἐμπίπτοντας, εἰς δὲ τὴν τρίτην
18. σπανιάκις. ὅπερ οὖν ἐθεάσατο πολλάκις, ὡς διηνεκὲς
1. ἔγραψεν. εἰ δὲ καὶ κακοχύμους, ἢ καχέκτους, ἢ ἀήθεις
2. γυμνασίων, ἢ ἀσθενεῖς, ἢ μὴ νεανίσκους ἐγύμναζε, σπανιάκις
3. μὲν εἰς τὴν τοιαύτην διάθεσιν ἐμπίπτοντας ἐθεάσατο,
4. μυριάκις δ᾿ εἰς τὰς ἄλλας. ἢ τοῦτο μὲν καὶ λέγειν ἴσως
5. περιττὸν, αὐτὸς γὰρ ὁμολογεῖ μετὰ τὰ κατασκευαστικὰ γυμνάσια
6. χρῆσθαι τῇ ζεστολουσίᾳ· τὰ δὲ τοιαῦτα γυμνάσια
7. μόνοις ἀθληταῖς ἐπιτηδεύεται. καίτοι φησί τις, ὡς ἐκείνοις
8. μὲν ἑκοῦσι, καὶ κατὰ περίοδον, ἄλλοις δὲ πολλοῖς ἢ δι᾿
9. ἀνάγκην, ἢ φιλονεικίαν, ἤ τι τοιοῦτον, ἕτερον. ἀλλ᾿ ἐπί γε
10. τῶν τοιούτων ἐπὶ τοῖς ἀμέτροις γυμνασίοις ἀνάγκη πρότερον
11. ἢ καὶ μίαν, ἢ καὶ πλείους συστῆναι κόπων διαθέσεις.
12. ὥστε μόνοις τοῖς εὐεκτικοῖς σώμασιν ἡ τετάρτη γίγνεται
13. διάθεσις· οἷά πέρ ἐστι τά τε τῶν καλῶς ἀγομένων
14. ἀθλητῶν, καὶ τοῦ νῦν ἡμῖν ἐν τῷ λόγῳ προκειμένου νεανίσκου.
15. καὶ εἴ τις ἁπλῶς ἀποφαίνοιτο, μετὰ σφοδρότατα γυμνάσια
16. τὴν τοῦ θερμοτέρου λουτροῦ χρῆσιν ἐπιτήδειον
17. ὑπάρχειν, ἐπὶ μιᾶς μὲν ἀληθεύσει καταστάσεως; ἐπὶ τριῶν
1. δὲ ψεύσεται. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα καθ᾿
2. ὅλην τὴν ὑγιεινὴν πραγματείαν ἰατροῖς τε καὶ γυμνασταῖς
3. γέγραπται ψευδῆ. κεφάλαιον δ᾿ αὐτῶν ἐστι τὸ τῆς τηρήσεως
4. ἀδιόριστον, ὅταν, ὅπερ ἐπὶ μιᾶς ἕκαστος ἐθεάσατο
5. διαθέσεως, ἐπὶ πολλῶν ἀναγράφῃ.

Cliquer un n° de page pour en afficher l’image