6. Καὶ μὲν δὴ καὶ ἔτι τίς ἐστι διάθεσις ἐγγύς
7. τι ταῖς προειρημέναις, ἣν ὀνομάζω στέγνωσιν, ὑπὲρ ἧς, ἐπειδὰν
8. συμπεραίνωμεν τὸν ἐπὶ τοῖς κόποις λόγον, ἐφεξῆς ἐρῶ.
9. αἱ μὲν γὰρ ἁπλαῖ διαφοραὶ τρεῖς αὐτῶν εἰσιν, ὑπὲρ ὧν ἤδη
10. μοι λέλεκται· κᾆτα σύνδυο λαμβανομένων ἄλλαι γίνονται
11. τρεῖς. ἑβδόμη δ᾿ ἐπὶ πάσαις ἐστιν ἡ τῶν τριῶν ἅμα συνερχομένων.
12. ἡ μὲν διάγνωσις αὐτῶν ἐστιν ἀπὸ τοῦ συνδυάζεσθαι
13. τὰ γνωρίσματα, σκοπὸς δὲ τῆς ἐπανορθώσεως, ὁ
14. μὲν κοινὸς ἁπασῶν, ἀποβλέποντα πρὸς τὸ ἐπικρατοῦν μηδὲ
15. τοῦ λοιποῦ παντάπασιν ἀμελεῖν, ὁ δ᾿ ἴδιος ἐπὶ τῷ κοινῷ
16. κατὰ τὰς ἐν μέρει διαθέσεις λαμβάνεται. πάσας μὲν οὖν
17. ἐπέρχεσθαι τὰς συζυγίας μακρὸν, ἕνεκα δὲ σαφηνείας ἐπὶ
1. μιᾶς ὡς παραδείγματος ὸ λόγος περανθήσεται. ἐὰν τοίνυν
2. ὄγκος τε ἅμα περὶ τοὺς μῦς ὑπάρχῃ, καὶ τεθλάσθαι δοκῶσιν
3. αὐτοὶ, καὶ ἢ ἑλκώδης αἴσθησις, ἢ φλεγμονώδης κόπος
4. ἅμα τῷ περιττωματικῷ κατειλήφῃ τὸν ἄνθρωπον, ἡ ἀποθεραπεία
5. γενήσεται στοχαζομένη μὲν ἀμφοῖν, ἀλλὰ μᾶλλον τοῦ
6. μείζονος. οὐχ ἁπλῆ δ᾿ ἐν ἅπασι τοῖς οὖσιν ἡ τοῦ μείζονος
7. φύσις, ἀλλ᾿ ἡ μὲν κατὰ δύναμίν τε καὶ τὸ οἷον ἀξίωμα
8. τοῦ πράγματος, ἡ δὲ κατὰ τὴν οἰκείαν οὐσίαν. ἀξιώματι
9. μὲν οὖν καὶ δυνάμει μείζων ἐστὶν ὁ φλεγμονώδης κόπος
10. τοῦ περιττωματικοῦ· κατὰ δὲ τὴν οἰκείαν οὐσίαν ἑκάτερος
11. αὐτῶν οὕτω δύναται γενέσθαι μέγας τε καὶ μικρὸς, ὡς εἰ
12. καὶ κατὰ μόνας ἑκάτερος ἦν. εἰ μὲν οὖν ἴσον ἐξέστηκε τοῦ
13. κατὰ φύσιν ἑκάτερος, ὁ φλεγμονώδης ἐφ᾿ ἑαυτὸν ἐπισπάσεται
14. τὸ κῦρος τῆς θεραπείας, ἐπικρατῶν γε κατὰ δύναμιν·
15. ἂν δ᾿ ὀλίγον μὲν ὁ φλεγμονώδης, πλεῖστον δ᾿ ὁ ἑλκώδης
16. ἀποκεχωρήκῃ τῶν κατὰ φύσιν, ὲπισκεκτέον, εἴτε τοσοῦτον
17. ὑπερέχει κατὰ τὸ μέγεθος ὁ ἑλκώδης, ὅσον ὁ φλεγμονώδης
1. κατὰ δύναμιν, εἴτ᾿ ἔλαττον, εἴτε μεῖζον, καὶ οὕτως ἐξευρίσκειν
2. τὸν ἐπικρατοῦντα· κᾂν ἰσοσθενεῖς δέ ποτε φαίνωνται,
3. πρὸς ἀμφοτέρους ὁμοίως ἀποβλεπτέον. αὕτη μὲν οὖν ἡ
4. μέθοδος ἔστω σοι κοινὴ πασῶν τῶν ἐπιπεπλεγμένων διαθέσεων.
5. ὥσπερ δ᾿ οἱ κόποι τρεῖς ὄντες, εἶτ᾿ ἀλλήλοις ἐπιπλεκόμενοι,
6. τέτταρας ποιοῦσι τὰς συζυγίας, οὕτως, εἰ καὶ
7. τὴν τετάρτην αὐτοῖς ἐπιπλέξειέ τις διάθεσιν, αἱ συζυγίαι
8. πολλῷ πλείους γενήσονται. μάθοις δ᾿ ἂν ἐναργῶς, ὃ λέγομεν,
9. ἐπὶ διαγράμματος. ἔστω δ᾿ ἐν αὐτῷ πρώτη μὲν διάθεσις
10. ἡ ἑλκώδης· δευτέρα δὲ ἡ τονώδης· τρίτη ἡ φλεγμονώδης·
11. τετάρτη ἡ τῆς ἰσχνότητος. ἢ τοίνυν ἡ πρώτη
12. μετὰ τῆς δευτέρας συστήσεται διαθέσεως, ἢ μετὰ τῆς τρίτης,
13. ἢ μετὰ τῆς τετάρτης· ἢ πάλιν ἡ δευτέρα μετὰ τῆς
14. τρίτης, ἢ τῆς τετάρτης· ἢ πάλιν ἡ τρίτη μετὰ τῆς τετάρτης.
15. ὥστ᾿ εἶναι τὰς πάσας ἓξ συζυγίας, ἅμα σύνδυο λαμβανομένων
16. τῶν διαθέσεων, ἄλλας δ᾿ αὖ τέτταρας,
17. ὅταν ἅμα τρεῖς ἐπιπλέκωνται διαθέσεις ἀλλήλαις. ἤτοι γαρ
18. ἡ πρώτη μετὰ τῆς δευτέρας καὶ τρίτης, ἢ μετὰ τῆς δευτέρας
19. καὶ τετάρτης, ἢ μετὰ τῆς τρίτης τε καὶ τετάρτης
1. πάλιν. ὑστάτη δὲ πασῶν ἐπιπεπλεγμένη διάθεσις ἔσται,
2. τῶν τεττάρων ἅμα διαθέσεων ἀλλήλαις μιγνυμένων. ὥστ᾿
3. εἶναι τὰς πάσας ἕνδεκα τὸν ἀριθμόν. ἦσαν δέ γε καὶ αἱ
4. τῶν ἁπλῶν τέτταρες. γενήσονται τοίνυν αἱ σύμπασαι πεντεκαίδεκα·
5. πρώτη ἑλκώδης, δευτέρα τονώδης, τρίτη φλεγμονώδης,
6. τετάρτη ἰσχνότης, αβ, αγ, αδ, βγ, βδ, γδ,
7. αβγ, αβδ, αγδ, βγδ, αβγδ. εἰ δὲ καὶ τὰς τῆς στεγνώσεως
8. διαφορὰς ἐπιπλέκοις ἀλλήλαις τε καὶ ταῖς πεντεκαίδεκα,
9. παμπληθεῖς ἑτέρας ἐργάσῃ συζυγίας. εἰ δὲ καὶ τὰς τῆς
10. ἀπεψίας αὐταῖς, ἢ τὰς ἐπὶ τοῖς ἀφροδισίοις, ἢ ταῖς ἐγκαύσεσιν,
11. ἢ ταῖς ἀγρυπνίαις, ἢ ταῖς λύπαις ἐπιπλέξειας καταστάσεις
12. τοῦ σώματος, οὐδ᾿ ἀριθμηθῆναι ῥᾳδίως ἅπασαι δυνήσονται.
13. καὶ οὔπω λέγω τὰς τῆς πληθώρας, ἢ κακοχυμίας, ἢ ἐπισχέσεως
14. γαστρὸς, ἢ διαῤῥοίας, ἢ ἐμέτων, ἢ βάρους κεφαλῆς, ἤ τινος
15. ἄλλου μέρους, ἢ ὅλως ὅσαι κατά τι σύμπτωμα συνίστανται·
16. λεχθήσεται γὰρ αὖθις ὑπὲρ τῶν τοιούτων ἁπάντων. ἀλλὰ
17. νῦν γε τούτου χάριν ἐπεμνήσθην αὐτῶν, ὑπὲρ τοῦ δεῖξαι
1. τὸ πλῆθος τῶν ἐπιπλοκῶν ὁπόσον ἐστί. θαυμάσαι γὰρ οἷόν τ᾿
2. ἐστί τινα τοὺς ἐπὶ τοῖς ἀθροίσμασιν αὐτῶν, ἃ ὀνομάζουσι συνδρομὴν,
3. ἤτοι θεραπείαν, ἢ πρόγνωσιν τῶν ἀποβησομένων
4. ἐπαγγελλομένους τετηρηκέναι. καθ᾿ ἕνα γὰρ τρόπον οἷόν
5. τ᾿ ἐστὶ καὶ προγνῶναι, καὶ θεραπεῦσαι δεόντως, ὡς Ἱπποκράτης
6. ἐδίδαξεν, ἑκάστου τῶν ἁπλῶν πραγμάτων ἀξιῶν
7. ἐπίστασθαι τὴν δύναμιν, ὡς ἐγὼ νῦν ἐπέδειξα περὶ τεττάρων
8. διαθέσεων. εἰ μὲν γὰρ ἑκάστη καθ᾿ ἑαυτὴν συσταίη,
9. τὴν ἐπανόρθωσιν ἁπλῆν ἐνδείξεται· μιχθεῖσα δ᾿ ἑτέρᾳ,
10. κατὰ τὴν ὀλίγον ἔμπροσθεν εἰρημένην μέθοδον, ὑπὲρ ἁπασῶν
11. τῶν ἐπιπεπλεγμένων διαθέσεων.
⟨
(De san. tuenda) [n° 037 Fichtner] [GalLat]
De sanitate tuenda
Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).
De sanitate tuenda, 3.9, ed. Kühn, 1823, vol. 6, p. 214-218. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:3.9
⟩
⟨
Cliquer un n° de page pour en afficher l’image
⟩