Galenus. De sanitate tuenda (De san. tuenda) [n° 037 Fichtner] [GalLat]

Ὑγιεινῶν λόγοι
Hygiène
Matters of Health (San. Tu.)
Koch, 1923.
De sanitate tuenda, 1823, vol. 6, p. 1-452. urn:cts:greekLit:tlg0057.tlg036.verbatim-lat1
Beintker, Kahlemberg, 1939 (deu); Beintker, Kahlemberg, 1941 (deu); Montraville Green, 1951 (eng); , 2016 (spa); Johnston, 2018 (grcc;eng); Johnston, 2018 (eng).

De sanitate tuenda, 4.1, ed. Kühn, 1823, vol. 6, p. 233-235. urn:cts:greekLit:tlg0057.tlg036.1st1K-grc1:4.1

ΓΑΛΗΝΟΥ ΥΓΙΕΙΝΩΝ ΛΟΓΟΣ Δ.

1. Οὐχ ὡς οἱ πλεῖστοι τῶν νεωτέρων ἰατρῶν,
2. ἐν τοῖς σοφιστικοῖς ζητήμασι κατατρίψαντες τὸν χρόνον,
3. ἤτοι διὰ βραχέων ἐπιτρέχουσι τὸν περὶ τῶν ἀναγκαιοτάτων
4. λόγον, ἢ καὶ παντάπασι παραλείπουσιν, οὕτω καὶ ἡμεῖς
5. ποιήσομεν, ἀλλ’ ὅπερ ἀπ’ ἀρχῆς ἐνεστησάμεθα, τὸ χρήσιμον
6. αὐτὸ διερχόμενοι , τά λογικωτέραν ἔχοντα τὴν ἐπίσκεψιν
7. εἰς ἕτερον ἀναβαλούμεθα καιρόν. αὐτίκα γέ τοι περὶ τῶν
8. νοσωδῶν συμπτωμάτων, ὑπὲρ ὧν ἐν τῷδε τῷ λόγῳ πρόκειται
9. διελθεῖν, οὐ μικρὰ ζήτησίς ἐστι, πότερον ἐκ τῆς ὑγιεινῆς
1. ὑπάρχει πραγματείας, ἢ ἐκ τῆς θεραπευτικῆς, ἢ τούτων
2. μὲν οὐδετέρας, ἄλλης δέ τινος ἀμφοῖν τρίτης, ἣν οὖν καὶ
3. μέσην ὑγείας τε καὶ νόσου τίθενταί τινες οὐδετέραν ὀνομάζοντες.
4. ἐγὼ δ’ ἐπιστάμενος μὲν, ὡς, εἴτ’ ἐν τοῖς ὑγιεινοῖς
5. τις, εἴτ’ ἐν τοῖς θεραπευτικοῖς αὐτῶν μνημονεύσειεν, ὁμοίως
6. ὑπὸ τῶν σοφιστῶν ἐπηρεασθήσεται, γινώσκων δ’ οὐδὲν
7. ἧττον, ὡς, εἰ καὶ τρίτης τις αὐτοῖς ἀναθείη γενέσθαι
8. πραγματείας, ὑπὲρ τῶν οὐδετέρων διαθέσεων ἐπιγράψας,
9. ἔτι καὶ μᾶλλον ἐπιγελάσονται, καὶ τωθάσουσι, καὶ ἐρήσονται,
10. περὶ τῶν ἀῤῥενικῶν καὶ θηλυκῶν ἐν ποίᾳ πραγματείᾳ
11. διδάσκομεν, εἱλόμην ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ διελθεῖν
12. ὑπὲρ αὐτῶν. εἰ γὰρ ἀδύνατον μέν ἐστιν ἐκφυγεῖν τῶν
13. σοφιστῶν τὴν γλωσσαλγίαν, ἔλαττον δ’ ἐπηρεάσουσιν οὕτω
14. πραξάντων, ἄμεινον ἴσως ἐστὶν οὕτω ποιεῖν. ἔτι δὲ μᾶλλον
15. ἄν τις ἐξ αὐτῆς τῆς θεωρίας ἐπιγνοίη τὴν κοινωνίαν τῆς
16. διδασκαλίας, εἰ προσέχοι τὸν νοῦν ἀκριβῶς τοῖς λεχθησομένοις,
17. ὧν ἀρκτέον ἐνθένδε. τῆς ὑγιεινῆς ἐπιστήμης οὐ
18. φαυλότατόν ἐστι μόριον ἡ περὶ τὰ γυμνάσια τέχνη·
1. ταύτης δ’ αὐτῆς οὐ σμικρὰ μοῖρα τὸ φυλάξασθαι κόπους.
2. ἐδείχθη δ’ ἐν τοῖς ἔμπροσθεν, ὡς ὁμοία τίς ἐστιν
3. ἥ τε προφυλακὴ τῶν ἐσομένων κόπων καὶ ἡ ἐπανόρθωσις
4. τῶν ἤδη γεγονότων. οὔκουν ἑτέρωθι μὲν ἐχρῆν ἐκδιδάσκειν,
5. ὅπως χρὴ φυλάττεσθαι κόπους, ἑτέρωθι δ’, ὅπως εἰς τὸ
6. κατὰ φύσιν ἐπανάγειν προσήκει τοὺς ἤδη γεγονότας. διὰ
7. ταῦτα μὲν οὖν ἐν τῷ πρὸ τούτου γράμματι, τρίτῳ τῆς ὅλης
8. πραγματείας ὄντι, περὶ τῶν ἐπὶ γυμνασίων κόπων ὁ λόγος
9. ἡμῖν ἐγένετο μετὰ καὶ τοῦ τῶν ὁμοίων αὐτοῖς ἐπιμνησθῆναι
10. διαθέσεων, ὧν ἔνιαί τινες ἐπὶ γυμνασίοις ἐγίγνοντο μάλιστα.
11. νυνὶ δὲ πρῶτον μὲν ὑπὲρ αὐτῶν ἐροῦμεν, ἐπειδὰν
12. ἄνευ γυμνασίων γίγνωνται· δεύτερον δὲ καὶ περὶ τῶν ὁμοειδῶν
13. αὐτοῖς.

Cliquer un n° de page pour en afficher l’image